Fabulae Aesopeae

Babrius

Babrius. Babrii Fabulae Aesopeae. Crusius, Otto, editor. Leipzig: Teubner, 1897.

Οἱ λαγωοὶ συναχθέντες ἑαυτοῖς εἶπον· „ἀβίωτός ἐστιν ἡμῶν ὁ βίος· καὶ γὰρ ἀετοὶ καὶ κύνες τε καὶ ἄνδρες (e) ὡς οὐδὲν πάντες (i) καταπονοῦσιν ἡμᾶς. βέλτιόν ἐστιν ἡμᾶς ῥῖψαι εἰς τὴν λίμνην καὶ πνιγῆναι.

  • ταῦτʼ οὖν εἰπόντες συναπῄεσαν εἴς τινα λίμνην.
  • οἱ δʼ ἐπὶ ταῖς ὄχθαις τῆς λίμνης βάτραχοι
  • τούτους ἰδόντες ἔρριψαν αὑτοὺς εἰς λίμνην ἐκ τοῦ φόβου. εἷς δέ τις γέρων λαγωὸς ἔφη πρὸς τοὺς ἑτέρους
  • στῆτε, φίλοι, καὶ μηκέτ᾿  ἀποπνίξωμεν ἑαυτούς·
  • εἰσὶ γὰρ καὶ ἄλλα ζῷʼ, ὡς εἴδετε, δειλότεῤ ἡμῶν.
  • Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ἑαυτὸν ἀπογινώσκειν διʼ εὐτέλειαν σώματος ἢ πλούτου, ἀλλὰ παρηγορεῖν ἑαυτόν.

    Ἐν συνόδῳ τῶν ἀλόγων ζῴων ὠρχήσατο πίθηξ καὶ εὐδοκιμήσας βασιλεὺς ὑπʼ αὐτῶν ἐχειροτονήθη (e). [*](Sequuntur fabulae quaedam pedestres, in quibus incerta dacty lorum vestigia inveniri primus observavit Eb p. 97. Dactylicus fabulas Babrianis adnexas legerunt Suidas, Georgides, alii) [*](26 Huds. -Hptum. 56 (Cor. 57 p. 34), indicavit Eb p. 97. — Cf. Babr. 25 || 6 sq. βάτραχοι 〈εὐθὺς〉 ? || 9 στ. φ. καὶ μὴ ἑαυτοὺς ἀποπνίξωμεν Hd, rest. (Cr. || 10 ζῶα ὡς ὁρᾶτε Hd, rest. Cr || Epim. 12 πλοῦτον Hd) [*](27 (Gb 279) FFur. 69; selectas lectiones repetii ex Ac 29 Ps 47 A 82 Pr 78. — Cf. Babr.130 || 1 ἐν σ. ποτὲ Ac | num ἐν σ. ζῴων ἀ. ? |ὠρχήσατο μιμὼ vix fuit; ὠρχεῖτο πίθηκος Gb: num in πίθηξ hypocoristico prior syll. producta || 2 κεὐδο-)

    226
    ἀλώπηξ δʼ αὐτῷ φθονήσασα, ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμενον. ἀγαγοῦσα οὖν αὐτὸν ἐνταῦθα ἔλεγεν, ὡς εὑροῦσα θησαυρὸν
  • αὐτὴ μὲν κατὰ †τὸν νόμον οὐκ ἐχρήσατο τούτῳ,
  • διὰ τὴν βασιλείαν, τὸ γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε· καὶ παρῄνει αὐτῷ, ὡς ἂν τοῦτο αὐτὸς λάβῃ. τοῦ δὲ ἀμελετήτως ἐλθόντος καὶ ὑπὸ τῆς πάγης συλληφθέν τος ᾐτιᾶτο παῤ αὐτοῦ ἡ ἀλώπηξ, ὡς δελεάσασα καὶ ἐνεδρεύσασα αὐτῷ. ἐκείνη δὲ πρὸς αὐτὸν ἔφη „ὦ πίθηκε, σὺ δὲ τοιαύτην μοίραν† τύχην ἔχων τῶν ἀλόγων ζῴων βασιλεύσεις (e);“

    Ὁ μῦθος δηλοί, ὅτι οὕτω καὶ οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν.