Fabulae Aesopeae

Babrius

Babrius. Babrii Fabulae Aesopeae. Crusius, Otto, editor. Leipzig: Teubner, 1897.

  • Βοηλάτης ἅμαξαν ἦγεν ἐκ κώμης.
  • τῆς δʼ ἐμπεσούσης εἰς φάραγγα κοιλώδη,
  • [*](19, 2e 1, 3. 5, 3. 10, 3. 11, 7. 31, 2. 33, 17. 71, 1. 86, 3. 95, 66. 97, 6. 100, 3. 132, 6 | 3e ═ 135, 5. 138, 3 | 5me cf. 6, 4. 22. 8. 88, 4 | 7me cf. 136, 9)[*](19 B18, P15, MPl12 tetr. I 23; v. 6sq. Suid., 8 Et. ‘M.’ ,Phav. || 1 παρωρείη, corr. Piccol. Cr, παρωρείου Gb; παρʼ αἰώρῃ Bss; παρώρεια lemma servavit Suidas, qui v. 1 non legit αἰώρῃ, cf. ad v. 6 || 2. 3 ποικίλη κερδὼ ἰδοῦσα πλήρεις A, corr. Ah Nck, cf. locos similes s. s. || 4 θίγεῖν A || 5 τρύγητον plerique, cf. 11,7, Herodian. I p. 219 L. | ἀκμαία A || 6 καμοῦσα B ἴσχῦεν (cf. 47, 12. 76, 16. 95, 7. 112, 10) haud scio an h l. ut 96, 6 diasceuastam prodat, qui v. 6 ex duobus illis 6a 6b quos om. AB, servavit Suidas s. v. αἰώρα, contraxerit || 6b αἰώρας Suid 7 servavit Suid. l. s. || 8 respexit Etym. ‘Magn.ʼ p. 625, 53 v. ὄμφαξ: Βάβριος· ὄμφαξ ὁ μὴ πέπειρος βότρυς. ὡς ᾤμην, cf. Phavorin. Dind. Gr. I p. 350 || Epim. τρόπους ═ strophas? ψόγους C. F. Hermann, Eb | προβαλλομένων A | Aliud prom. (epim.) in B*)[*](20 V 18 (p. 671 En), Av. 32 Fabulam locis quibusdam mutatis exscriptam invenerunt Photius ll p. 213 N. atque Suidas s. τὴν χεῖρα (═ Cor. p. 220, Halm 81) in fonte communi, cf. Cr de Babr. p. 233; exemplar unde Babrius pendet apud paroemiographos servatum Zenob. I 36 Mill. Misc. p. 353 ═ p. 158 Gott. || 1 εἰς κόμην V)
    26
  • δέον βοηθεῖν, αὐτὸς ἀργὸς εἱστήκει,
  • τῷ δʼ Ἡρακλεῖ προσηύχεθʼ, ὃν μόνον πάντων
  • θεῶν ἀληθῶς προσεκύνει τε κἀτίμα.
  • ὁ θεὸς δʼ ἐπιστὰς εἶπε „τῶν τροχῶν ἅπιου
  • καὶ τοὺς βόας κέντριζε. τοῖς θεοῖς δʼ εὔχου,
  • ὅταν τι ποιῇς καὐτός, ἢ μάτην εὔξῃ.“
  • Βόες μαγείρους ἀπολέσαι ποτʼ ἐζήτουν
  • ἔχοντας αὐτοῖς πολεμίην ἐπιστήμην·
  • καὶ δὴ συνηθροίζοντο πρὸς μάχην ἤδη
  • κέρατʼ ἀποξύνοντες. εἷς δέ τις λίην
  • γέρων ἐν αὐτοῖς, πολλὰ γῆν ἀροτρεύσας,
  • „οὗτοι μὲν ἡμᾶς“ εἶπε „χερσὶν ἐμπείροις
  • σφάζουσι καὶ κτείνουσι χωρὶς αἰκίης·
  • ἢν δʼ εἰς ἀτέχνους ἐμπέσωμεν ἀνθρώπους,
  • διπλοῦς τότʼ ἔσται θάνατος. οὐ γὰρ ἐλλείψει
  • τὸν βοῦν ὁ θύσων, κἂν μάγειρος ἐλλείψῃ.“
  • [*](20, 6i cf. 117, 9 | 6e cf. 14, 4 || 21, 4 esp. ═ 36, 6 sq. 100, 1. 116, 4)[*](20, 3 αὐτὸν A, corr. Fx; om. Phot. Suid., ὁ δὲ V, cf. 6 4 Ἡ. προσεύχετο μόνω ἀπάντων V ‖ 4 sq. τῷ Ἡρακλεῖ προσευχόμενος· ἐκεῖνον γὰρ ἐκ πάντων τῶν θεῶν ἀσπαζόμενος ἐτίμα Phot. S ‖ 5 κὰἰτίμα A; inepte θεῶν ἐκείνω ὡς πολλὰ διαμένω V ‖ 6 θεὸς om. ὁ A, ὁ δὲ θεὸς Phot. Suid, αὐτὸς V, cf. 3 ||  7 κέντιζε A, corr. Bss; καὶ τοὺς βόας νύττε καὶ τότε τὸν θεὸν εὔχου, ὅταν καὐτός τι ποιῇς· μὴ μέντοι γε μάτην εὔχου Phot. S, atque μὴ μάτην εὔχου etiam V || 8 Ὅτ᾿ ἂν epimythii instar A.)[*](21 V 17 || 2 πολεμίαν AV || 4 ἀποξύναντες V || 5 πολλὰ γὰρ ἦν A, πολλὴν γῆν V, verum viderat Lm; γῆς Bgk Rth ‖ 7 φάζουσι καὶ κόπτουσι V, σφάζουσι κἀκτείνουσι Nb, κόπτουσι καὶ σφ. Kn coll. γ 448 | σικίης V || 8 ἂν V | ἀτεχνεῖς V | ἀνους A || 9 ἔστι V ‖ 10 θύων V | versus 9. 10 sedem mutaverunt in A || 10 ἐλλείπῃ Nck)
    27

    ὁ τὴν παροῦσαν πημονὴν φεύγειν σπεύδων [*](f. 10a)ὁρᾶν ὀφείλει μή τι χεῖρον ἐξεύρῃ. μῦθος τοῦτο δηλοῖ, ὅτι ἄμεινον δουλεύειν σοφοῖς καὶ ἐπιεικέσιν ἢ δεσπόζεσθαι ὑπὸ σκαιῶν τε καὶ ἀπαιδεύτων.

  • Βίου τις ἤδη τὴν μέσην ἔχων ὥρην
  • — νέος μὲν οὐκ ὢν, οὐδέπω δὲ πρεσβύτης
  • λευκὰς μελαίνας μιγάδας ἐκλόνει χαίτας —
  • ἔτ’ εἰς ἔρωτας ἐσχόλαζε καὶ κώμους.
  • ἤρα γυναικῶν δύο, νέης τε καὶ γραίης.
  • νέον μὲν αὐτὸν ἡ νεῆνις ἐζήτει
  • βλέπειν ἐραστήν, συγγέροντα δʼ ἡ γραίη.
  • τῶν οὖν τριχῶν ἑκάστοθʼ ἡ μὲν ἀκμαίη
  • ἔτιλλεν ἃς ηὕρισκε λευκανθιζούσας,
  • ἔτιλλε δʼ ἡ γραῦς εἰ μέλαιναν ηὑρήκει,
  • ἕως φαλακρὸν ἡ νέη τε χἠ γραίη
  • ἔθηχʼ ἑκάστη τῶν τριχῶν ἀποσπῶσα.
  • [*](22, 2e 50, 14. 98, 2 | 8 e cf. 19, 5. 88, 4 | 9e ═ 45, 3)[*](21, 11. 12 Lm, om. V || 11 φυγεῖν Fx Gb || Epim. τε om. V)[*](22 B 15; P13, MP1 10, Nev. 165; tetr.II 10; F politicis concepta et mutila in Furiae ed. Lips. ll p. 67; v. 4. 8 sq. Suid.; cf. Diod. XXXIII 7 p. 72 Dd., Doxop. Rhet. II p 189 W., sim. Plut. Sert. 16 || 2 Nck Mél. IV p. 138, Eb Burs. Jahresb. lII 503 | ἦν A, corr. Sd || 3 μελαίναις Bgk; λευκὰς γὰρ εἶχεν καὶ μελαίνας etiam F 4 εἶτʼ, super ε del., A, corr. Cr coll. ἤδη v. 1, ὃς εἰς S s. κῶμος (loco adhuc neglecto) | κώμασ A, κώμους S || 5 ἥρα A | νέασ A. γραίασ A || 6 νεᾶνισ A || 7 γραία A || 8 ἀκμαία A || 8. 9 Suid. s. ἑκάστοτε || 9 εὕρισκε S | cf. Arist. equ. 908 || 11 νέα et γραῖα A || 12 ἔθηκαν A, corr. Lm Nck | ἑκάστην Lm; ἑκατέρη Nck, sed cf. 18, 4; ἄρδην (cf. Phaedr. lI 2, 9) vel ἄμφω et ἀποσπῶσαι Eb; ἔθηκαν ἄνδρα Rth, ἔ. ἑξῆς Bgk | Post 12 lacuna? cf. B φαλακρὸν ἐποίησαν καὶ ὄνειδος ἁπάντων, sim. tetr.)
    28

    ἀεὶ γὰρ ἕν γε τιλλόμενος ἐγυμνοῦτο. φάσκει δʼ ὁ μῦθος τοῦτο πᾶσιν ἀνθρώποις· ἐλεεινὸς ὅστις εἰς γυναῖκας ἐμπίπτει. ἀεὶ γὰρ ἕν γε δακνόμενος γυμνοῦται.

  • Βοηλάτης ἄνθρωπος εἰς μακρὴν ὕλην
  • ταῦρον κεράστην ἀπολέσας ἀνεζήτει.
  • [*](f. 10b)
  • ἔθηκε δʼ εὐχὴν ταῖς ὀρεινόμοις νύμφαις,
  • Ἑρμη νομαίῳ, Πανί, τοῖς πέριξ, ἄρνα
  • λοιβὴν παρασχεῖν, εἰ λάβοιτο τὸν κλέπτην.
  • ὄχθον δʼ ὑπερβὰς τὸν καλὸν βλέπει ταῦρον
  • λέοντι θοίνην· δυστυχὴς δʼ ἐπαρᾶται
  • καὶ βοῦν προσάξειν, εἰ φύγοι γε τὸν κλέπτην.
  • ἐντεῦθεν ἡμᾶς τοῦτʼ ἔοικε γινώσκειν, ἄβουλον εὐχὴν τοῖς θεοῖσι μὴ πέμπειν, ἐκ τῆς πρὸς ὥραν ἐκφορουμένης λύπης.

    [*](23, 2me ═ 2, 2)[*](22, [13—16] Db Lm || 13 om. B*, numeri interpolatorem δʼ ὁ μῦθος produnt, cf. 16 || 14 ὁ (eras.) μῦθος φάσκει A, corr. suprascr. m. rece. || Epim. AP ═ promyth. B v. 15 ὅτι ἐ. ἐστιν, ὃς εἰς γ. ἐ., seq. ἡ γὰρ γυνὴ θαλάσσῃ 〈πᾶν〉 ὁμοιοῦται (ita MP1 Nev., ὡμοίωται B, sed latet choliambus) κτλ. || v. 16 ═ 13)[*](23 B 16, MP1 11, P 14 || 1 μακρὰν A || 3. 4 εὔξατο (ηὔξ. P1) δὲ τῷ θεῷ ταῦρον (inepte) ἐπιθύσειν B || 4 νομέωι, ε del. αι suprascr. m. pr. A | Πανί τʼ οἶν ἐπιρρέξειν 5 παρασχὼν Cr ann. p. 241; [4], 5 ἄρνʼ ἂν π. Rth perperam; cf. Anth. Pal. IX 823 (XI 207, 2) || 5 θοίνην Bgk, ποινὴν Hl, λευκὴν Nck; Suid. v. λοιβή· σπονδή, θυσία vix huc referendum, nam fons eius (cf. Hesych.) praebebat θυσία οἴνου: sed catachresis a Babrio vix aliena, cf. libare libamen | λάβοι γε Dbn add., γε e v. 8 petitum locum non habet || 7 ἐπαρᾶται ═ εὔχεται || 8 βοῦσ A, corr. Lm, ἕτερον βοῦν σοι ἐπιθύσω B MP1, βοῦν σοι καὶ ταῦρον προσενέγκω P | ἐκφυγών γε Bgk || 9—11 Db Lm, ═ epim. P1P, prom. B || 11 ἐκφοβουμένους Lm, sed cf. B: διὰ τὴν πρὸς ὥραν συμβαίνουσαν λύπην: ἐκφορούμενος ═ prorumpens || ἀρχὴ τοῦ γ m. 3)
    29
  • Γάμοι μὲν ἦσαν Ἡλίου θέρους ὥρῃ,
  • τὰ ζῴα δʼ ἱλαροὺς ἦγε τῷ θεῷ κώμους.
  • καὶ βάτραχοι δὲ λιμνάδας χοροὺς ἦγὸν·
  • οὓς εἶπε παύσας φρῦνος· „οὐχὶ παιάνων
  • τοῦτʼ ἐστὶν ἡμῖν, φροντίδων δὲ καὶ λύπης·
  • ὃς γὰρ μόνος νῦν λιβάδα πᾶσαν αὐαίνει,
  • τί μὴ πάθωμεν τῶν κακῶν, ἐὰν γήμας
  • ὅμοιον αὑτῷ παιδίον τι γεννήσῃ;“
  • χαίρουσι πολλοὶ τῶν ὑπερβολῇ κούφων ἐφʼ οἷς ἄγαν μέλλουσιν οὐχὶ χαιρήσειν.

    [*](f. 11a)
  • Γνώμη λαγωοὺς εἶχε μηκέτι ζῴειν,
  • πάντας δὲ λίμνης εἰς μέλαν πεσεῖν ὕδωρ,
  • ὅθοὔνεκ’ εἰσὶν ἀδρανέστατοι ζῴων
  • ψυχάς τʼ ἄτολμοι, μοῦνον εἰδότες φεύγειν.
  • ἐπεὶ δὲ λίμνης ἐγγὺς ἦσαν εὐρείης
  • καὶ βατράχων ὅμιλον εἶδον ἀκταίων
  • βαθέην ἐς ἰλὺν ὀκλαδιστὶ πηδώντων,
  • ἐπεστάθησαν, καί τις εἶπε θαρσήσας·
  • [*](24, 1e ═ 33, 1 (11, 6) || 25, 8me 1, 4. 31, 12.)[*](24 B 21, tetr. I 12; 4 sq. 6 sq. Suid. || 3 λιμναίους A, corr. Fx coll. 115, 1, λιμνάδες? Ml || 4. 5 Suid. s. παιάν || 4 οὓς A m. pr, quod in οἶς corrupit m. rece., ὁ δʼ Suid, εἶς Bgk | κλαύσας Suid. | παιᾶνος Suid. 5 ἔστιν Rth || 6—8 Suid. s. αὐήνας || 6 εἰ γὰρ Suid., sim. B | cf. Suid. s. λιβάδα ἔνυδρον τόπον || 7 τί μὴ A Suid., τί οὐ B, cf. 90, 2 | ὅταν Suid. || 8 αυτῶι A | γεννήσει A m. pr., ει in η corr. m. rec.; deinde add. αι m. pr., del. m. rec. || [9. 10] Lm)[*](25 B 101 P1 62, tetr. I 44; 3 sq. 6 sq. Suid. || 1 λαγωὸν A m. pr., ον in ους corr. m. recc. || de B cf. praef. || 3. 4 Suid. s. ἄτολμοι || 4 τʼ om. S | μοῦνον AS, μᾶλλον codd. et edd. S interpolatae ||  5 Suid. s. γυρίης· περιφεροῦς· ἐπεὶ δὲ λ. ἐ. ἦλθον γυρίης (vitium memorabile) || 6 Suid. s. ἀκταίη 7 βαθεῖαν εἰς ἰ. ὀκλαστὶ π. sine caesura Suid. s. ὀκλαδίας (Zonar. lex. p. 459), ὀκλάδις προπ.? Bgk)
    30
  • ,,ἂψ νῦν ἴωμεν. οὐκέτι χρεὼν θνήσκειν·
  • ὁρῶ γὰρ ἄλλους ἀσθενεστέρους ἥμων.
  • Γέρανοι γεωργοῦ κατενέμοντο τὴν χώρην
  • ἐσπαρμένην νεωστὶ πυρίνῳ σίτῳ.
  • ὃ δʼ ἄχρι πολλοῦ σφενδόνην κενὴν σείων
  • ἐδίωκεν αὐτὰς τῷ φόβῳ καταπλήσσων.
  • αἳ δʼ ὡς ἐπέσχον σφενδονῶντα τὰς αὔρας,
  • κατεφρόνησαν λοιπὸν ὥστε μὴ φεύγειν,
  • ἕως ἐκεῖνος οὐκέθʼ ὡς πρὶν εἰώθει,
  • λίθους δὲ βάλλων, ἠλόησε τὰς πλείους.
  • αἳ δʼ ἐκλιποῦσαι τὴν ἄρουραν ἀλλήλαις
  • φεύγωμεν· ἐκραύγαζον „εἰς τὰ Πυγμαίων.
  • [*](f. 11b)
  • ἅνθρωπος οὗτος οὐκέτʼ ἐκφοβεῖν ἡμᾶς
  • ἔοικεν, ἤδη δʼ ἄρχεταί τι καὶ πράσσειν.“
  • Παραίνεσιν ὁ λόγος ἔχει, δεῖν ταῖς ἐκ λόγων παραινέσεσι τοὺς πταίοντας εἴκειν, ἵνα μὴ ταῖς ἐξ ἔργων ὀψέ ποτε πειραθεῖεν ὀδύναις.

  • Γαλῆν δόλῳ τις συλλαβών τε καὶ δήσας
  • ἔπνιγεν ὑδάτων ἐν συναγκίῃ κοίλῃ.
  • [*](26, 1me ═ 33, 15 | 7me cf. ad 16, 9 || 27, 1m ═ 89, 10, cf. 132, 7)[*](25, 10 ἡμῶν A || post 10 duorum fere versuum spatium vacuum A.)[*](26, 1. 2 Suid., epim. Georg. ||  1. 2 Suid. s. πυρίνῳ σίτῳ 1 τὴν om. S | χώραν A, -ην SS || 4 ψόφῳ Bgk || 7 εἰώθει, θει m. rec. atramento obd., cf. 16, 9. 106, 20 || 8 βαλὼν A, corr. Bss | ἠλώησε A m. pr., corr. m. rec. || 10 cf. lI. Ι 5 | τὰ ex τὰς m. pr. A || 11 ἄνθρωπος A, corr. Lm || 12 πρσσειν? Eb || Epim. Georg. Bss an. l p. 31, 5 | τοὺς om. A | εἴκειν Georg., ἥκειν A.)[*](27 V 30 (Fur. 355) || 1 δήσας Vat. ex Furiae testimonio p. 144, πνίγων A, num σφίγγων || 2 ἔπνιγεν A, -ε V | ὕδατων συναγγίαι (ad ἄγγος ?) κ. A; βαλὼν ὑδάτων συνεχεῖα V, unde βάλλων vel βάπτων repetiverunt; ὕ. ἐμβαλὼν συναγκείῃ Bgk)
    31
  • τῆς δʼ αὖ λεγούσης „ὡς κακὴν χάριν τίνεις
  • ὧν ὠφέλουν θηρῶσα μῦς τε καὶ σαύρας,“
  • ,ἐπιμαρτυρῶ σοι‘ φησίν· ,ἀλλὰ καὶ πάσας
  • ἔπνιγες ὄρνεις, πάντα δʼ οἶκον ἠρήμους
  • κρεῶν τʼ ἀνεῳγὸς ἄγγος· ὥστε τεθνήξῃι
  • [*](6a)
  • βλάπτουσα μᾶλλον ἤπερ ὠφελοῦσ’ ἥμας‘.
  • Πρὸς τοὺς μετρίως μὲν ὠφελοῦντας, βλάπτοντας δὲ τὰ μεγάλα, εὔκαιρος ἐστὶν ὁ λόγος.

  • Γέννημα φρύνου συνεπάτησε βοῦς πίνων.
  • ἐλθοῦσα δʼ αὐτόν — οὐ παρῆν γάρ ἡ μήτηρ
  • παρὰ τῶν ἀδελφῶν ποῦ ποτʼ ἦν ἐπεζήτει.
  • „τέθνηκε, μῆτερ· ἄρτι γάρ, πρὸ τῆς ὥρης,
  • ἦλθεν πάχιστον τετράπουν, ὑφʼ οὗ κεῖται
  • χηλῇ μαλαχθέν.“ ἡ δὲ φρῦνος ἠρώτα,
  • φυσῶσʼ ἑαυτήν, εἰ τοσοῦτον ἦν ὄγκῳ
  • τὸ ζῷον. οἳ δὲ μητρί παῦε, μὴ πρίου.
  • [*](28, 1m ═ 117, 8; 1 e ═ 80. 1. 83, 1 | 4e ═ 12, 4)[*](27, 3 δʼ αὖ A, δὲ V | τίνεις A, τίνα V ||  4 ὧν σ᾿ Fx Hm, ὃν Bgk || 6 ὄρνις, V, ὄρνεις del. ει suprascr. ι A. | οἶκον caream || 6 e V, om. A, del. Rth | ἀνεωγὸς V, corr. Kn (cf. 60, 1), τʼ vel δʼ ἀνέῳγες Bss Bgk, ἀνεῳγυῖʼ Nb || 7 ἡμᾶς A | βλάπτουσιν μ. ἤ. ἡμᾶς ὠφελοῦσιν V || Epim. ὁ f + A.)[*](28 V 211 (Fur. 378); tetr. l 42 || 1 φρύνου γ. V || 2 αὐτ (═ αὐτὸν) etiam V, αὐτόσ’ Fur. Eb || 4 εἶπον frustra add. Fur. Knoche p. 66, cf. 47, 6. 89, 4 | μήτηρ A | ἄ. γ. πρὸ τῆς ὥρας A. et V; ═ ante tempus (potui constitutum (lulian. ep. 3 p. 412 A) an ═ ante horam (cf. 124, 19)? τῆς δ’ Lm, ἄ. πρωΐης Db || 5 ἦλθεν ipsi AV || 6 μαλαχθείς V, παλαχθεὶς Hch, παταχθεὶς J. G. Schneider, cf. Hor. sat. II 3, 314, Phaedr. l 30, 10 || 7 φυσῶσα ἑαυτὴν A m. pr., corr. m. recc. τοιοῦτον AV, τοσοῦτον plerique || 8 παύου μὶ πρίου μῆτερ V; μὴ πρήθου Bgk, ft. recte)
    32
    [*](f. 12a)
  • θᾶσσον σεαυτήν“ εἶπον „ἐκ μέσου ῥήξεις,
  • ἢ τὴν ἐκείνου ποσσότητα μιμήσῃ.“
  • Ὅτι ἐπικίνδυνον τοῖς ἐλάττοσι παρατείνεσθαι τοῖς μείζοσι.

  • Γέρων ποθʼ ἵππος εἰς ἀλητὸν ἐπράθη,
  • ζευχθεὶς δʼ ὑπὸ μύλην πᾶσαν ἑσπέρην ---
  • ---
  • καὶ δὴ στενάξας εἶπεν „ἐκ δρόμων οἵων
  • καμπτῆρας οἵους ἀλφιτεῦσι γυρεύω.“
  • μὴ λίαν ἐπαίρου πρὸς τὸ τῆς ἀκμῆς γαῦρον. πολλοῖς τὸ γῆρας ἐν κόποις ἀνηλώθη.

  • Γλύψας ἐπώλει λύγδινόν τις Ἑρμείην.
  • τὸν δʼ ἠγόραζον ἄνδρες, ὃς μὲν εἰς στήλην
  • (υἱὸς γὰρ αὐτῷ προσφάτως ἐτεθνήκει),
  • ὃ δὲ χειροτέχνης ὡς θεὸν καθιδρύσων.
  • ἦν δʼ ὀψέ, χὠ λιθουργὸς οὐκ ἐπεπράκει,
  • συνθέμενος αὐτοῖς εἰς τὸν ὄρθρον αὖ δεῖξαι
  • ἐλθοῦσιν. ὁ δὲ λιθουργὸς εἶδεν ὑπνώσας
  • [*](28, 9e cf. 41, 1 || 29, 3i ═ 12, 6. 21, 3. 79, 2. 95, 51)[*](28, 9 ῥήξεισ, σ ex ν m. pr. A || 10 ποιότητα AXV, πιότητα Cor., ποσσότητα Bss)[*](29 B 22 MP1 14, P 17, plenius Aphth. 13; cf. Doxop. Rhet. Gr. II 173 W. || 2 ὑπὸ μύλην (U+02D8 U+02D8 | U+02D8 _) vix est Babrii | πᾶσαν ἑσπέρην A m. pr., β α suprascr. τάλας add. m. recc.; π. ἑ. ἤλει Eb Grumme, ἤλεσʼ ἑ.π. Lm | ἑσπέρην ═ νύκτα, cf. Lycophr. 33, comment. Gryph. p. 64 || 4 ἀλφίτοισι A, corr. Mk || Fabula licet e proverbio ἵππου γῆρας sit orta utique decurtata; laetius rem explicarunt Aphth. Phaedrus app. 19; cf. Apul. met. IX 11 || 5.6 Lm, prom. B | λίαν U+02D8 U+02D8 prodit interpolatorem, cf. 41, 4 6 ἐν κόποις B, εἰς πόνους A.)[*](30 Av. 23, 1 Suid., cf. paroem. l p. 85 sq. || 1 Ἑρμείαν S s. λύγδινα || 4 χειροτέχνημʼ Lm O. Schneider, sed cf. Herond. VIl 74, Cor. 148; Av. 23, 5 aller adoratis ut feret numina templis fabulae acumen non perspexit, cf. Deneken, lex. mythol. l 2587 || 5 καὶ ὁ A, corr. Bss | post 5 v. excidisse suspicatur Bss || 6 δείξειν Eb || 7 εἶτιν Hl. ἔνθεν Ah)
    33
  • αὐτὸν τὸν Ἑρμῆν ἐν πύλαις ὀνειρείαις,
  • „εἶεν,“ λέγοντα „τἀμὰ νῦν ταλαντεύῃ·
  • ἓν γάρ με, νεκρὸν ἢ θεόν, σὺ ποιήσεις.“
  • Γαλαῖ ποτʼ εἶχον καὶ μύες πρὸς ἀλλήλους
  • ἄσπονδον ἀεὶ πόλεμον αἱμάτων πλήρη·
  • γαλαῖ δʼ ἐνίκων. οἱ μύες δὲ τῆς ἥττης
  • ἐδόκουν ὑπάρχειν αἰτίην σφίσιν ταύτην,
  • ὅτι στρατηγοὺς οὐκ ἔχοιεν ἐκδήλους,
  • ἀεὶ δʼ ἀτάκτως ὑπομένουσι κινδύνους.
  • εἵλοντο τοίνυν τοὺς γένει τε καὶ ῥώμῃ
  • γνώμῃ τʼ ἀρίστους, εἰς μάχην τε γενναίους,
  • οἳ σφᾶς ἐκόσμουν καὶ διεῖλον εἰς φρήτρας
  • λόχους τε καὶ φάλαγγας, ὡς παρʼ ἀνθρώποις.
  • ἐπεὶ δʼ ἐτάχθη πάντα καὶ συνηθροίσθη,
  • καί τις γαλῆν μῦς προὐκαλεῖτο θαρσήσας,
  • οἵ τε στρατηγοὶ λεπτὰ πηλίνων τοίχων
  • κάρφη μετώποις ἁρμόσαντες ἀκραίοις
  • [*](30, 8m e cf. 97, 5 || 31, 1e ═ 64, 1 | 2me ═ 132, 5 (37, 8) | 3 e ═ 5, 9 | 10me ═ 49, 4. 12, 14 | 12m e ═ 1, 4 | 13e ═ 112, 3 | 14e ═ 95, 40)[*](30, 9 εἶδεν λέγοντα A, corr. Hl Gb, σὺ δὴ λ. Mk, ἰδοῦ λ. Bgk Seidler | ταλαντεύεις Nck Mél. IV || 10 ἕν A, ἢ Lm || Post v. 10 duorum versuum spat. vac., λει m. r. in mg. sin.)[*](31 B 20 P1 13; 9. 17 Suid., cf. Dos. 3 p. 27 || 2 αἰεὶ Men. || 4 σφι//σιν, ι prius ex η A || 5 ἔχουσιν Nck, sed cf. 15, 8 || 6 ἀτάκτους A, corr. Bss || 7 εἵλοντο A etiam m. pr. (non τε), atram. obd. m. r. |  7 sq. cf. Herodian. VI 5, 10 || 9. 10 Suid. s. φρήτρα |  9 ἐς φρήτρας Suid. s. v., cf. B 363; εἰς εἴλας (ει in ι mut. m. r.) glossema intrusit A, cf. Cr 139 3. 150; Suid. s. εἴλας, ἴλας ad Babrium non referendum || 10 ὥσπερ ἀνθρώποις vel -ους S, ὡς ἐν ἀνθρώποις A, corr. Eb, cf. locum similem s. s. || 12 post 15 transp. Bss || 13 τειχῶν A, corr. Bss || 14 cf. Batrachom. 131. Σ 611. σ 378 | 14sq. ἀχρεῖα A, corr. Db; ἀρχεῖα Hl, Ἀτρείδαις | ἰσοῦντο Sd probabiliter ut in parodia Homerica, cf. B 480, ad v. 9; χρύσεια legit Dositheus)
    34
  • ἡγοῦντο παντὸς ἐκφανέστατοι πλήθους,
  • πάλιν δὲ φύζα τοὺς μύας κατειλήφει.
  • ἅλλοι μὲν οὖν σωθέντες ἦσαν ἐν τρώγλαις·
  • τοὺς δὲ στρατηγοὺς εἰστρέχοντας οὐκ εἴα
  • τὰ περισσὰ κάρφη τῆς ὀπῆς ἔσω δύνειν,
  • μόνοι θʼ ἑάλωσαν αὐτόθι μυχῶν πρόσθεν·
  • Νίκη δʼ ἐπʼ αὐτοῖς καὶ τρόπαιον εἱστήκει,
  • γαλῆς ἑκάστης μῦν στρατηγὸν ἑλκούσης.
  • [*](f. 13a)

    λέγει δʼ ὁ μῦθος εἰς τὸ ζῆν ἀκινδύνως τῆς λαμπρότητος ηὑτέλεια βελτίων.“

  • Γαλῇ ποτʼ ἀνδρὸς εὐπρεποῦς ἐρασθείσῃ
  • δίδωσι σεμνὴ Κύπρις, ἡ πόθων μήτηρ,
  • μορφὴν ἀμεῖψαι καὶ λαβεῖν γυναικείην,
  • καλῆς γυναικός, ἧς τίς οὐκ ἔχειν ἤρα;
  • ἰδὼν δʼ ἐκεῖνος (ἐν μέρει γὰρ ἡλώκει)
  • [*](31, 16i ═ 95, 47 (41) | 18e ═ 164, 6 || 32, 3e ═ 71, 5. 136, 15 | 5m ═ 134, 3 | 5e 13, 4)[*](31,16 δὲ apodoticum, cf. 55,4. 6: Schmid Atticismus III 333 sq. || 17 ἄλλοι A, ἀλλ᾿ οἱ (Paris.) vel ἄ. Suid. s. τρώγλη, corr. Lm Eb || 19 τὰς ὀπὰς Bgk || 20 ἑάλων Hm, ἑᾶλον Eb | αὐτόθεν Bss alii cacophonia non deterriti; possis μυχῶν ὤῃ, cf. Mosch. Long. l 4, sed versum aut spurium (Fx Grumme) aut contractum (cf. Batrachom. 114) numeri innumeri (U+02D8 _ U+02D8 U+02D8 _ U+02D8) et α ι produnt, cf. ad 19, 6 || vv. 21. 22 sedem mutavit Bgk | 21 νίκη A, corr. Eb, Νίκης Bgk | αὐτοῖς non spectat ad μυχῶν, sed ad στρατηγοὺς, cf. 56, 5 | 21. 22 Rth temere: parodia epica vel tragica, cf. Batrachom. 159, Anth. Pal. VII 205 || 23. 24 Lm ═ prom. B || 24 ἐυτέλεια A, ἡ εὐτέλεια B, corr. Fx)[*](32 B 19 P 16; F 48; tetrast. I 39; 1 lulian. test. 4; 5. 7. 8 Suid.; cf. Tzetz. ch. IV 938 || 1 τὸν μῦθον ἀκήκοας τὸν Βαβρίου· γαλὴ . . ἐρασθεῖσα lulian. ep. 58, 5 | γαλῆ A || 2 Ἀθηνᾶν interpolavit B P | μηρ A || vv. 4. 5 sedem mutavit Bgk (ἐν — ἡλώκει κ. γυναικός — ἤρα), sed nihil probat Xenoph. Ephes. III 2, 5 || τις A || 4 ἔχων A, corr. Seidler coll. 44, 2; ἑκὼν Lm | ἥρα, ἥ ex ἤ A || 5 locum decurtatum esse susp. Sauppe | κἀκεῖνος Suid. s. ἐν τῷ μέρει)
    35
  • γαμεῖν ἔμελλεν. ἠρμένου δὲ τοῦ δείπνου
  • παρέδραμεν μῦς· τὸν δὲ τῆς βαθυστρώτου
  • καταβᾶσα κοίτης ἐπεδίωκεν ἡ νύμφη.
  • γάμου δὲ δαιτὴ ’λέλυτο, καὶ καλῶς παίξας
  • Ἔρως ἀπῆλθε· τῇ φύσει γὰρ ἡττήθη.
  • Πρὸς τοὺς τὴν φύσιν τῶν πραγμάτων ὁρᾶν ὡς ἔχει μὴ βουλομένους, τῇ δὲ τούτων φαντασίᾳ πλανωμένους, ἔλεγχον ὁ μῦθος ἔχει.

  • Δυσμαὶ μὲν ἦσαν Πλειάδων, σπόρου δʼ ὥρη,
  • καί τις γεωργὸς πυρὸν εἰς νεὸν ῥίψας
  • ἐφύλασσεν ἑστώς· καὶ γὰρ ἄκριτον πλήθει
  • μέλαν κολοιῶν ἔθνος ἦλθε δυσφώνων
  • ψᾶρές τʼ ὄλεθρος σπερμάτων ἀρουραίων.
  • τῷ δʼ ἠκολούθει σφενδόνην ἔχων κοίλην
  • παιδίσκος. οἱ δὲ ψᾶρες ἐκ συνηθείης
  • [*](f. 13b)
  • ἤκουον εἰ τὴν σφενδόνην ποτʼ ᾐτήκει,
  • [*](33, 5e ═ 108, 1 | 6i cf. 11, 8)[*](32, 6 ἠρμένου ipse A, cf. 56, 4 | δὲ ex δει A m. pr. || 7. 8 Suid. s. βαθύστρωτος κοίτη | 7 τὸν Suid., ἡ A || 8 κοίτης F Suid., κλίνης A || 9 γ. δίαιτα Bgk | δέδυτο A, corr. Bss, cf. Luc. pisc. 36 | κοὐ Piccol., καὶ κακῶς Schnw || 10 τῷ φύσει A | καὶ ἡ θεὸς ἀγανακτήσασα κατʼ αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν φύσιν ἀποκατέστησεν add. A 50 Schn, Pr 50 p. 15 Sternb., sim. F (Aes. 88 H., cf. 149), unde quaedam excidisse suspicatus est Schenkl || Epim. μυ ἔχει÷ A, in marg ἀρχὴ τοῦ ∠ m. 3)[*](33 V 198 (Kn p. 678); 2. 3i Suid. || 1 Πλειάδος δ. ἦσαν σπ. ἐν ὥρῃ | σπ. δʼ ὥρηι A || 2 νέον A. m. pr., εο in ειὸ corr. m. rec. | π. εἰς νεὸν σπείρας Suid. s. νεός, ἐν κλήρῳ πυροὺς σπείρας || 3 φύλασσεν Suid., ἐφύλαττεν || 4 sq. cf. Π 583. P 755 || 5. 7 ψάρες A | 5 ψᾶρες ὀρύκται V, ψᾶρές τʼ ὀρύκται C. E. Schneider Kn p. 679, cf. Anth. Pal. IX 373, 6. VII 172 | 7 αἱ δʼ ὄρνιθες? | συνηθείας V || 8 ἠτείκει V)
    36
  • καὶ πρὶν βαλεῖν ἔφευγον. εὗρε δὴ τέχνην
  • ὁ γεωργὸς ἄλλην τόν τε παῖδα φωνήσας
  • ἐδίδασκεν· ,,ὦ παῖ· χρὴ γὰρ ὀρνέων ἥμας
  • σοφὸν δολῶσαι φῦλον· ἡνίκʼ ἂν τοίνυν
  • ἔλθωσ’, ἐγὼ μέν“ εἶπεν „ἄρτον αἰτήσω,
  • σὺ δʼ οὐ τὸν ἄρτον, σφενδόνην δέ μοι δώσεις
  • οἱ ψᾶρες ἦλθον κἀνέμοντο τὴν χώρην.
  • ὃ δʼ ἄρτον ᾔτει, καθάπερ εἶχε συνθήκη·
  • οἳ δʼ οὐκ ἔφευγον. τῷ δʼ ὁ παῖς λίθων πλήρη
  • τὴν σφενδόνην ἔδωκεν· ὁ δὲ γέρων ῥίψας
  • τοῦ μὲν τὸ βρέγμα, τοῦ δʼ ἔτυψε τὴν κνήμην,
  • ἑτέρου τὸν ὦμον, ο δʼ ἔφευγον ἐκ χώρης.
  • γέρανοι συνήντων καὶ τὸ συμβὰν ἠρώτων.
  • καί τις κολοιῶν εἶπε „φεύγετʼ ἀνθρώπων
  • γένος πονηρόν, ἄλλα μὲν πρὸς ἀλλήλους
  • λαλεῖν μαθόντων, ἄλλα δʼ ἔργα ποιούντων
  • δεινὸν τὸ φῦλον τῶν δόλῳ τι πραττόντων.

    [*](33, 10e ═ 34, 8 | 15 me ═ 26, 1 |  19c ═ 95. 59 | ═ 64, 1. 108, 3)[*](33, 9 βαλεῖν V, λαβεῖν A | δʼ ἡ A m. pr. corr. m. rec, δὲ 10 τότε V ||  11 ἡμᾶς AV || 12 σοφῶν δ. φίλων V | ἡνίνʼ ἂν Fur. e V, ἡνίκα A || 13 ἔλθωσιν A, om. V, corr. Lm | εἶπεν om. || 15 ψάρες A m. pr., corr. m. rec. | καὶ ἐνέμοντο A, καὶ νέμοντο | χωραν V || 16 ὅδʼ A | αἰτεῖ V εἶπε Bgk | συνθήκην AV (Rth), corr. Fx || 17. 20 ἔφυγον V 18 δέδωκεν V || 21—24, de quibus dubitaverat Eb. del. Rth sed cf. ‘fab. antiquae’ 19 Il p. 138 Hervieux, Romul. app. 60 (Cr p. 207 2) || 22 κολοιὸς V || 24 δʼ ἔργα Fur. e V, δὲ A similem sententiam (qui aliud dicunt et aliud agunt in fine fabulae invenies in fabulis antiquisʼ l. s. (Phaedr. Burm. app. 11, Dressl. lI 10) ||  25 del. Lm, om. V |  Ὅτι δεινὸν A, ὅτι del. Bss)
    37
  • Δήμητρι ταῦρον ὄχλος ἀγρότης θύων
  • ἅλω πλατεῖαν οἰνάροις ὑπεστρώκει,
  • κρεῶν τραπέζας εἶχε καὶ πίθους οἴνου.
  • ἐκ τῶν δὲ παίδων ἐσθίων τις ἀπλήστως
  • [*](f. 14a)
  • ὑπὸ τῶν βοείων ἐγκάτων ἐφυσήθη,
  • κἀπῆλθʼ ἐς οἴκους γαστρὸς ὄγκον ἀλγήσας.
  • πεσὼν δʼ ἐφʼ ὑγραῖς μητρὸς ἀγκάλαις ἤμει,
  • καὶ ταῦτʼ ἐφώνει· „δυστυχὴς ἀποθνήσκω·
  • τά σπλάγχνα γάρ, τεκοῦσα, πάντα μου πίπτει.“
  • ἣ δʼ εἶπε θάρσει κἀπόβαλλε, μὴ φείδου·
  • οὐ γὰρ σά, τέκνον, ἀλλʼ ἐμεῖς τὰ τοῦ ταύρου.“
  • ὅταν ὀρφανοῦ τις οὐσίαν ἀναλώσας ἔπειτα ταύτην ἐκτίνων ἀποιμώζῃ, πρὸς τοῦτον ἄν τις καταχρέοιτο τῷ μύθῳ.

  • Δύω μὲν υἱοὺς ἡ πίθηκος ὠδίνει,
  • τεκοῦσα δʼ αὐτοῖς ἐστιν οὐκ ἴση μήτηρ,
  • ἀλλʼ ὃν μὲν αὐτῶν ἀθλίης ὑπʼ εὐνοίης
  • [*](34, 1e cf. 13, 1. 37, 5 | 6e ═ 112, 1 | 8 im ═ 43, 13 (17, 4. 37, 9) | 12e ═ 112, 1)[*](34 F 40 Hds 263; tetr. I 28; 1. 2 Suid. s. οἴναρα; sim. Plut. de vit. aer. 8 p. 831 C., cf. Cr p. 207 || 1 ταύρων ὄχλον S || 2 οἰνάσιν (test. Eb Rth) κατεστρώκει A, cum Lm Eb praetuli Sidae lectionem ut diffciliorem; de re cf. Long lV 38, 1 | post 2 versum excidisse in πλήρεις exeuntem susp. Lm || 3 τ εἶχε Bss || 7 ἐφʼ A, ἐν Schw; cf. Eurip. fr. 941 Nck | εἰμι A m. pr, οἴμοι (ex tetrast.?) m. recc. (Men.?), ἤμει Hl Stangl Rt, cf. tetr., Plut. l. s. s. || 8 καὶ A m. pr., τί m. recc. || 9 ’κπίπτει vel ’κρίπτω? Cr, κύπτει Sd; cf. 40, 4 || 10 κ ἀπόβαλε A m. pr., alteram λ adi. m. rec. ||  12 ὅτʼ ἂν A ut solet, quod adnotare supersedeo || 13 ἀποιμόζῃ A, corr. Bss | τι??νω a Babrio alienum, cf. 27, 3. 107, 8)[*](35 B 30 MP1 19, cf. praef.; P 24; Avian. 35 || 1 δύο A, corr. Bss || 3 sq. ἀγρίης ὑπʼ v. 3, ἀθλίως ἀποπνίγει v. 4)
    38
  • θάλπουσα κόλποις ἀγρίοις ἀποπνίγει,
  • τὸν δʼ ὡς περισσὸν καὶ μάταιον ἐκβάλλει.
  • κἀκεῖνος ἐλθὼν εἰς ἐρημίην ζῴει.
  • τοιοῦτο πολλῶν ἐστὶν ἦθος ἀνθρώπων, οἶς ἐχθρὸς ἀεὶ μᾶλλον ἢ φίλος γίγνου.

  • Δρῦν αὐτόριζον ἄνεμος ἐξ ὄρους ἄρας
  • ἔδωκε ποταμῷ· τὴν δʼ ἔσυρε κυμαίνων,
  • πελώριον φύτευμα τῶν πρὶν ἀνθρώπων.
  • πολὺς δὲ κάλαμος ἑκατέρωθεν εἱστήκει
  • [*](f. 14b)
  • ἐλαφρὸς ὄχθης ποταμίης ὕδωρ πίνων.
  • θάμβος δὲ τὴν δρῦν εἶχε, πῶς ὁ μὲν λίην
  • λεπτός τʼ ἐὼν καὶ βληχρὸς οὐκ ἐπεπτώκει,
  • αὐτὴ δὲ τόσση φηγὸς ἐξεριζώθη.
  • σοφῶς δὲ κάλαμος εἶπε· „μηδὲν ἐκπλήσσου.
  • σὺ μὲν μαχομένη ταῖς πνοαῖς ἐνικήθης,
  • ἡμεῖς δὲ καμπτόμεσθα μαλθακῇ γνώμῃ,
  • κἂν βαιὸν ἡμῶν ἄνεμος ἄκρα κινήσῃ.“
  • [*](36, 9me 116, 11)[*](35, 4 ἀγρίως Bgk, sed nota enallage; ἄγριον ἀσπάζοντο de canibus Theocr. 25, 72 | καταφιλοῦσʼ ἀ. duce B* Gb | Fabula vix decurtata; tempore praes. ne offendas; idem paradoxon eadem ratione narrant Oppian. cyn. lI 605, Synes. Ep. 1, Plin. n. h. VIII 54, 216 || [7 8] Eb | 8 ἐχθρὸς, ὦ παῖ, Bgk | γίγνου forma interpolatorem prodit, cf. 78 epim.)[*](36 B 29 P 23 MP1 18; Ac 143; myth. p. 215; tetr. I 45; Av. 16 || 1 αὐτόριζον (radicitus Av.) ipse A | ἔδωκε A, cf. Herodian. VIII 5, 7 ἐδίδοντο τῷ ῥεύματι; ἐνῶσε Sd, ἐνέδικε M. Schmidt || 3 ante 2 Lm Bgk || 5 ἐλαφρὸν A, corr. Lm | ποταμίας A || 6 ἔσχε Hl, εἷλε Eb || 7 τε ὢν A, corr. Bss; τις ὢν Fx; ἐὼν forma tab. Assend. commendata | καὶ βληχρὸς A m. pr., κἀμβλ- corr. m rec. || 8 ἅυτη A, corr. Bss | τοσσὴ A m. pr., acc. corr. m. rec. || 9 locus contractus?? cf. Av. v. 11 | σοφὸς A m. pr., -ῶς m. rec. 10 μαχομένη μὲν Fx || 11 καμπτόμεθα A, corr. Bss || 12 βαῖον A m. pr., βαιὸν m. rec.)
    39

    κάλαμος μὲν οὕτως· ὁ δέ γε μῦθος ἐμφαίνει μὴ δεῖν μάχεσθαι τοῖς κρατοῦσιν, ἀλλʼ εἴκειν.

  • Δαμάλης ἐν ἀγροῖς ἄφετος, ἀτριβὴς ζεύγλης,
  • κάμνοντι καὶ σύροντι τὴν ὕνιν ταύρῳ
  • L„τάλας“ ἐφώνει „μόχθον οἷον ὀτλεύεις.“
  • ὁ βοῦς δʼ ἐσίγα χὐπέτεμνε τὴν χώρην.
  • ἐπεὶ δʼ ἔμελλον ἀγρόται θεοῖς θύειν,
  • ὁ βοῦς μὲν ὁ γέρων εἰς νομὰς ἀπεζεύχθη,
  • ὁ δὲ μόσχος ἀδμὴς κεῖνος εἵλκετο σχοίνῳ
  • δεθεὶς κέρατα, βωμὸν αἵματος πλήσων.
  • κἀκεῖνος αὐτῷ τοιάδʼ εἶπε φωνήσας·
  • „εἰς ταῦτα μέντοι μὴ πονῶν ἐτηρήθης.
  • [*](f. 15a)
  • ὁ νέος παρέρπεις τὸν γέροντα, καὶ θύῃ,
  • καί σου τένοντα πέλεκυς, οὐ ζυγὸς τρίψει.“
  • ἔργοις ἔπαινος, ἀργίᾳ δὲ κίνδυνος. Διδάσκει ἡμᾶς ὁ μῦθος ὅτι ἡ καλὴ ἐπιστήμη ἐκ θανάτου ῥύεται.

  • Δρυτόμοι τινὲς σχίσαντες ἀγρίην πεύκην
  • ἐνεῖραν αὐτῇ σφῆνας, ὡς διασταίη
  • [*](37, 5e cf. 34, 1 | 7e ═ 6, 15 | 8e cf. 31, 2. 132, 6 | 9m e ═ 124, 13 || 38, 1m e ═ 95, 5)[*](36, [13 sq.] Db, cf. 18, 14 || Post 14 duo vv. vacui A.)[*](37 B 24 MP1 15, P 19 Cor. p. 107, Steph. p. 54 (Hds.-Hptm. p. 307), Av. 36; 3 Suid. || 1 δάμαλις AB caett., corr. Mk || 3 Suid. s. ὄτλος || 4 καὶ ὑπέτεμνε A, quae haud scio an Babrii sit manus | χώραν A || 6 εἰς νομὴν B || 7 ἀδμήσκειν ὃς A, corr. Bss || 10 πονεῖν A, κάμνων ἐτ. H P1 Steph., corr. Bss; καμὼν Eb || 11 om. paraphr. || 13 temere om. edd. praeter Rth | ἀργία A, corr. m. rec. | κινδύνοις A m. pr, corr. m. rec. || Epim. μυ A)[*](38 B 28 MP1 17, P 22; 2 Suid. Zon. p. 741, lex. Vind. p. 87 N., cf. F Fur. 174 || 1 σχίζοντες Bgk, σχίσοντες HlEb | ἀγρίαν A || 2 ἐναφῆκαν τῇ δρυῒ σφ. Suid. cet. lex. s. v., ἐνέφρηκαν Rth | αὐτῆσφήνας A m. pr., ι subscr. m. rec.)
    40
  • γένοιτό τʼ αὐτοῖς ὁ πόνος ὕστερον ῥᾴων.
  • πεύκη στένουσα ,,πῶς ἄν“ εἶπε „μεμφοίμην
  • τὸν πέλεκυν, ὅς μου μὴ προσῆκε τῇ ῥίζῃ,
  • ὡς τοὺς κακίστους σφῆνας, ὧν ἐγὼ μήτηρ;
  • ἄλλος γὰρ ἄλλῃ μʼ ἐμπεσὼν διαρρήσσει.“
  • ὁ μῦθος ἡμῖν τοῦτο πᾶσι μηνύει, ὡς οὐδὲν οὕτω δεινὸν ἂν ὑπʼ ἀνθρώπων πάθοις τι τῶν ἔξωθεν ὡς ὑπʼ οἰκείων.

  • Δελφῖνες ἀεὶ διεφέροντο φαλλαίναις.
  • ---
  • τούτοις παρῆλθε καρκίνος μεσιτεύων
  • ---
  • U+02D8 _ U+02D8 εἷς δέ τις τοιαῦτα δελφίνων
  • [*](2a)
  • ἔφη πρὸς αὐτὸν· „ἀλλὰ μᾶλλόν ἐσθʼ ἥμιν
  • [*](2b)
  • αἱρετέον, αἰεὶ μαχομένοις ὑπʼ ἀλλήλων
  • [*](2c)
  • διαφθαρῆναι ---
  • [*](2d)

    ὡς εἴ τις ὢν ἄδοξος ἐν πολιτείαις στάσιν τυράννων μαχομένων ὁμηρεύοι.

    [*](38, [8 ═ 96, 5] || 39, 2e cf. 93, 8)[*](38 lacuna post 3? || 4 ἡ δὲ στ. Gb: nomen repetere solet Babr. (Cr p. 201) || 5 μοι? 6 μηρ A || 7 non expr. B* | διαρήσσει A || [8 —10] Fx Eb || 8 δʼ ἡμῖν A, corr. Db || 10 πάθῃς Db, sed ἂν — πάθοις ab interpolatore non alienum Post v. 10 duorum versuum spat. vacuum in A)[*](39 F 53, Nevel. 180 e Pal. (Cor. 110), A 72 P 60; e prov., cf. ‘Zenob 277 p. 76 || 1 cf. Ael. nat. an. 48 δελφὶς φαλαίνῃ διάφορος φαλαίναις Bss || 2 σκάρος vel κωβιὸς paraphr, παρῆλθέ τις σκαρὸς ? sed cf. Zen. | μεσιτεύσων? Eb || 3 πολιτείᾳ Fx Fb || 4 ὁμληρεύοι, in marg. εἰρεύει A m. pr., παρευθύνοι Bgk || 3.4 Cr Schenkl; versus epimythii 40, 5 sq. gemelli additi fabulae decurtatae; pleniorem legerunt qui epimythium simile addunt (οὐδενὸς ἄξιοι, ἂν ταραχῆς κτλ.) paraphrastae: εἶς δέ τις τῶν δελφίνων ὑπολαβὼν ἔφη πρὸς αὐτὸν· ἀλλʼ ἡμῖν ἀνεκτότερόν ἐστι (αἱρετώτερον Nev.) μαχομένοις ὑπʼ ἀλλήλων | διαφθαρῆναι ἢ σοῦ διαλλακτοῦ τυχεῖν: unde refinxi versus 2a-d litteris)
    41
    [*](f. 15b)
  • Διέβαινε ποταμὸν ὀξὺν ὄντα τῷ ῥείθρῳ
  • κυρτὴ κάμηλος, εἶτʼ ἔχεζε. τοῦ δʼ ὄνθου
  • φθάνοντος αὐτὴν εἶπεν· „ἦ κακῶς πράσσω·
  • ἔμπροσθεν ἤδη τἀξόπισθέ μου βαίνει.“
  • πόλις ἄν τις εἴποι τὸν λόγον τὸν Αἰσώπου, ἧς ἔσχατοι κρατοῦσιν ἀντὶ τῶν πρώτων.

  • Διαρραγῆναί φασιν ἐκ μέσου νώτου
  • δράκοντι μῆκος ἐξισουμένην σαύραν.
  • βλάψεις σεαυτόν, κοὐδὲν ἄλλο ποιήσεις, ἂν τόν σε λίαν ὑπερέχοντα μιμήσῃ.