Fabulae Aesopeae

Babrius

Babrius. Babrii Fabulae Aesopeae. Schneidewin, Friedrich Wilhelm, editor. Leipzig: Teubner, 1865.

Κάμηλον ἠνάγκαζε δεσπότης πίνων ὀρχεῖσθʼ ὑπʼ αὐλοῖς κυμβάλοις τε χαλκείοις. ἡ δʼ εἶπʼ „ἐμοὶ γένοιτο κἀν ὁδῷ βαίνειν ἄνευ γέλωτος, μή τι κἀν χορῷ παίζειν.“

Ἀντίρρησιν ὁ λόγος ἔχει παρὰ τῶν σωφρόνως ζῆν αἱρουμένων πρὸς τοὺς ἐν βίῳ κενὰ ἐπινοουμένους.

Κερδοῖ πίθηκος φησίν „ἣν ὁρᾷς στήλην, ἐμοὶ πατρῴη τʼ ἐστὶ κἄτι παππῴη.“ κερδὼ πιθήκῳ φησίν „ὡς θέλεις ψεύδου, ἔλεγχον οὐκ ἔχουσα τῆς ἀληθείας.“

[κακοῦ πρὸς ἀνδρός ἐστι μὴ φεύγειν ψεῦδος, κἂν λανθάνειν ψευδόμενος εὐχερῶς μέλλῃ.]

Οὕτως οἱ λίαν ψευδολόγοι τότε μάλιστα καταλαζονεύονται, ὅτε τοὺς ἐλέγχους κατ᾿ ὄψιν οὐκ ἔχουσι.

36

Κοιμωμένου λέοντος ἀγρίης χαίτης διέδραμεν μῦς· ὁ δὲ λέων ἐθυμώθη, φρίξας δὲ χαίτην ἔθορε φωλάδος κοίτης. κερδὼ δʼ ἐπεχλεύαζεν, ὡς ἐκινήθη πρὸς μῦν ὁ πάντων θηρίων τυραννεύων. ὁ δʼ „οὐχὶ τὸν μῦν“ εἶπεν, „ὦ παλαμναίη, δέδοικα, μή μου τὴν δορὴν κνίσῃ φεύγων· χαίτην δʼ ἔμελλε τὴν ἐμὴν καταισχύνειν.“

[ἀρχόμενον ἅρτι τὸ θρασὺ τῶν ὑβριζόντων, κἂν μικρὸν ᾖ, κώλυε, μηδὲ συγχώρει εὐκαταφρόνητον σαυτὸν εἶναι τοῖς φαύλοις.]

Ὁ λόγος διδάσκει ὅτι οὐδὲ ὑπὸ τῶν μετρίων δέῖ ἡμᾶς κατα- φρονεῖσθαι, διὰ τὸ μὴ ἐντεῦθεν συνήθειαν κακὴν γεννηθῆναι.

Κριθάς τις ἵππον . . . . . . . . . . . . . . . . . . . πᾶσαν ἡμέραν πίνων, ἔτριβεν ἐκτένιζεν ἡμέρῃ πάσῃ. ὁ δʼ εἶπεν „εἰ θέλεις με ταῖς ἀληθείαις καλὸν γενέσθαι, τὸ τρέφον με μὴ πώλει.“

τῶν καιρίων δεῖ τὸν φιλοῦντα φροντίζειν καὶ συμφερόντων· κόσμος οὐδὲν ὠνήσει ✶ * τὸν ἀποροῦντα τῶν ἀναγκαίων.

Ὁ παρὼν ῥηθήσεται λόγος πρὸς τοὺς ἀντὶ ἀναγκαίων πραγμά- των τοῖς λόγοις μόνοις τοὺς πέλας ἐξαπατῶντας.

Κώνωψ ἐπιστὰς κέρατι καμπύλῳ ταύρου μικρόν τʼ ἐπισχὼν εἶπε ταῦτα βομβήσας. „εἰ σοῦ βαρύνω τὸν τένοντα καὶ κλίνω, καθεδοῦμʼ ἀπελθὼν ποταμίας ἐπʼ αἱγείρου.“ ὁ δʼ „οὐ μέλει μοι“ φησίν „οὔτʼ ἑὰν μείνῃς οὔτʼ ἂν ἀπέλθῃς· οὐδʼ ὅτʼ ἦλθες ἐγνώκειν.“

37

[γελοῖος ὅστις οὐδὲν ὢν κατʼ ἀνθρώπων τῶν κρειττόνων θρασύνεθʼ ὥς τις ὢν σφόδρα.]

Κατηγορίαν ὁ λόγος περιέχει ἀνδρὸς εὐτελοῦς καὶ λίαν ἀνδυνά- του, ὑπολήψεις δὲ μεγάλας περὶ ἑαυτοῦ κεκτημένου.

Κυσίν ποτʼ ἔχθρα καὶ λύκοις συνειστήκει. κύων δʼ Ἀχαιὸς ᾑρέθη κυνῶν δήμου στρατηγὸς εἶναι. καὶ μάχης ἐπιστήμων ἔμελλεν, ἐβράδυνεν. οἱ δʼ ἐπηπείλουν, εἰ μὴ προάξει, τὴν μάχην δʼ ἐνεδρεύσει. „ἀκούσατʼ“ εἶπεν ,,οὗ χάριν διατρίβω, τί δʼ εὐλαβοῦμαι· χρὴ δʼ ἀεὶ προβουλεύειν. τῶν μὲν πολεμίων τὸ γένος ὧν ὁρῶ πάντων ἕν ἐστιν· ἡμῶν δʼ ἦλθον οἱ μὲν ἐκ Κρήτης, οἱ δʼ ἐκ Μολοσσῶν, εἰσὶν οἳ δʼ Ἀκαρνάνων, ἄλλοι δὲ Δόλοπες, οἱ δὲ Κύπρον ἢ Θρᾴκην αὐχοῦσιν, ἄλλοι δʼ ἄλλοθεν. τί μηκύνω; τὸ χρῶμα δʼ ἡμῖν οὐχ ἕν ἐστιν ὡς τούτοις, ἀλλʼ οἱ μὲν ἡμῶν μέλανες, οἱ δὲ τεφρώδεις, ἔνιοι δὲ λαμπροὶ καὶ διάργεμοι στήθη, ἄλλοι δὲ λευκοί. πῶς ἂν οὖν δυνηθείην εἰς πόλεμον ἄρχειν“ εἶπε „τῶν ἀσυμφώνων πρὸς τοὺς ὅμοια πάντʼ ἔχοντας ἀλλήλοις;“

[συμφωνία μέγιστον ἀγαθὸν ἀνθρώποις· τὸ δὲ στασιάζον ἀσθενές τε καὶ δοῦλον.]

Κοίλωμα ῥίζης φηγὸς εἶχεν ἀρχαίη· ἐν τῇ δʼ ἔκειτο ῥωγὰς αἰπόλου πήρη, ἄρτων ἑώλων πᾶσα καὶ κρεῶν πλήρης. ταύτην ἀλώπηξ εἰσδραμοῦσα τὴν πήρην ἐξέφαγε· γαστὴρ δʼ, ὥσπερ εἰκός, ὠγκώθη, στενῆς δὲ τρώγλης οὐκέτʼ εἶχεν ἐκδῦναι.

38
ἑτέρα δʼ ἀλώπηξ ὡς ἐπῆλθε κλαιούσῃ, σκώπτουσα „μεῖνον“ εἶπεν ,,ἄχρι πεινήσῃς· οὐδʼ ἐξελεύσῃ πρότερον ἄχρι τοιαύτην τὴν γαστέρα σχῇς, ἡλίκην ὅτʼ εἰσῄεις.“

Ὁ μῦθος παραινεῖ μηδαμῶς σπεύδειν τινὰ πρὸς πλεονεξίαν τοῦ πέλας, γινώσκων ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.

Κύων λαγωὸν ἐξ ὄρους ἀναστήσας ἐδίωκε δάκνων αὐτὸν εἰ κατειλήφει, μεταστραφεὶς δʼ ἔσαινεν ὡς φίλῳ ψαύων. ὁ λαγωός ,,ἁπλοῦν“ δʼ εἶπε „θηρίον γίγνου. φίλος εἶ; τί δάκνεις; ἐχθρὸς εἶ; τί οὖν σαίνεις;“

[ἀμφίβολος οὗτός ἐστι νοῦς ἐν ἀνθρώποις, οἷς οὔτʼ ἀπιστεῖν ἔχομεν οὔτε πιστεύειν.]

Κορυδαλὸς ἦν τις ἐν χλόῃ νεοσσεύων, ὁ τῷ χαραδριῷ πρὸς τὸν ὄρθρον ἀντᾴδων, καὶ παῖδας εἶχε ληίου κόμῃ θρέψας λοφῶντας ἤδη καὶ πτεροῖσιν ἀκμαίους. ὁ δὲ τῆς ἀρούρης δεσπότης ἐποπτεύων ὡς ξηρὸν εἶδε τὸ θέρος, εἶπε „νῦν ὥρη πάντας λαβεῖν μοι τοὺς φίλους, ἵνʼ ἀμήσω.“ καί τις κορυδαλοῦ τῶν λοφηφόρων παίδων ἤκουεν αὐτοῦ, τῷ τε πατρὶ μηνύει, σκοπεῖν κελεύων ποῦ σφέας μεταστήσει. ὁ δʼ εἶπεν „οὔπω καιρός ἐστι νῦν φεύγειν· ὃς γὰρ φίλοις πέποιθεν, οὐκ ἄγαν σπεύδει.“ ὡς δʼ αὖτις ἦλθεν, ἡλίου δʼ ὑπʼ ἀκτίνων ἤδη ῥέοντα τὸν στάχυν θεωρήσας μισθὸν μὲν ἀμητῆρσιν αὔριον δώσειν, μισθὸν δέ φησι δραγματηφόροις δώσειν,

39
εἶπεν κορυδαλὸς παισὶ νηπίοις ,,ὥρη νῦν ἐστὶν ὄντως, παῖδες, ἐκ τόπων φεύγειν, ὅτʼ αὐτὸς ἀμᾷ κοὐ φίλοισι πιστεύει.“

Ὁ μῦθος διδάσκει ἡμᾶς ἐπιμελεῖσθαι τῶν οἰκείων, ὅση δύνα. μις, καὶ μὴ καταφρονεῖν, θαρροῦντας ταῖς τῶν φίλων συν- δρομαῖς.

Λύκος ποτʼ ἄρνα πεπλανημένον ποίμνης ἰδὼν βίᾳ μὲν οὐκ ἐπῆλθεν ἁρπάξων, ἔγκλημα δʼ ἔχθρας εὐπρόσωπον ἐζήτει. ,,οὐ σὺ μέ τι πέρυσι μικρὸς ὢν ἐβλασφήμεις;“ „ἐγὼ οὐ περυσινός, ὅς γʼ ἐπʼ ἔτος ἐγεννήθην.“ „οὐκοῦν σὺ τὴν ἄρουραν ἣν ἔχω κείρεις;“ ,,οὔπω τι χλωρὸν ἔφαγον, οὐδʼ ἐβοσκήθην.“ ,,οὐδʼ ἆρα πηγὴν ἐκπέπωκας ἣν πίνω;“ „θηλὴ μεθύσκει μέχρι νῦν με μητρῴη.“ τότε δὴ τὸν ἄρνα συλλαβών τε καὶ τρώγων ,,ἀλλʼ οὐκ ἄδειπνον“ εἶπε „τὸν λύκον θήσεις, κἂν εὐχερῶς μου πᾶσαν αἰτίην λύσῃς.“

Ὅτι τοὺς φύσει πονηροὺς καὶ ἀδίκους οὐδʼ εὔλογος ἀπολογία πείθει.

Λέων ἐλύσσα. τὸν δὲ νεβρὸς ἐξ ὕλης ἰδὼν ἔφησεν „ἡμέων ταλαιπώρων· τί γὰρ μεμηνὼς οὗτος οὐχὶ ποιήσει, ὃς ἦν φορητὸς οὐδὲ σωφρονῶν ἡμῖν.“

Πρὸς ἄνδρα φύσει ὀργίλον καὶ αἱμοβόρον ἐξουσίαν ἀρχῆς κατὰ τῶν ὑπηκόων λαμβάνοντα.

Λέοντα φεύγων ταῦρος εἰς ἐρημαίην σπήλυγγα κατέδυ ποιμένων ὀρειφοίτων, ὅπου τράγος τις χωρὶς αἰπόλου μείνας

40
τὸν ταῦρον ἐμβὰς τοῖς κέρασιν ἐξώθει. ὁ δʼ εἶπεν ,,οὐ σέ, τὸν λέοντα δʼ ἐκκλίνω. ἀνέξομαί σου μικρὰ τῆς ἐπηρείης· ἐπεὶ παρελθέτω με, καὶ τότε γνώσῃ πόσον τράγου μεταξὺ καὶ πόσον ταύρου.“

Πρὸς τοὺς τοῖς δυνατωτέροις ἐπεμβαίνοντας διʼ ἐπικειμένην αὐτοῖς συμφοράν.

Λέοντά τις κυνηγὸς οὐχὶ τολμήεις ἴχνευεν ὀρέων ἐν βαθυσκίοις ὕλαις· δρυτόμῳ δὲ μακρᾶς ἐγγὺς ἐντυχὼν πεύκης ,,ὢ πρός σε νυμφῶν“ εἶπεν, „ἆρα γινώσκεις ἴχνη λέοντος, ὅστις ὧδε φωλεύει;“ κἀκεῖνος εἶπεν „ἀλλὰ σὺν θεῷ βαίνεις· αὐτὸν γὰρ ἤδη τὸν λέοντά σοι δείξω.“ ὁ δʼ ὠχριήσας γομφίους τε συγκρούων „μή μοι χαρίζου“ φησί „πλεῖον οὗ χρῄζω, τὸ δʼ ἴχνος εἰπέ· τὸν λέοντα μὴ δείξῃς.“

Ὁ μῦθος ἐλέγχει τοὺς λόγοις μὲν ἀνδρείους ἐπιδεικνυμένους, ἔργοις δὲ ἀνικάνους ἀποφαινομένους.

Λύκων παρῆσαν ἄγγελοί ποτʼ εἰς ποίμνη ὅρκους φέροντες καὶ βέβαιον εἰρήνην, ἐφʼ ᾧ λάβωσι τοὺς κύνας πρὸς αἰκίην, διʼ οὓς μάχονται καὶ κοτοῦσιν ἀλλήλοις. μωρὰ δὲ ποίμνη καὶ τὰ πάντα βληχώδης πέμπειν ἕμελλεν. ἀλλά τις γέρων ἤδη κριὸς βαθείῃ φρικὶ μαλλὸν ὀρθώσας „καινῆς γε ταύτης“ εἶπε „τῆς μεσιτείης. ἀφύλακτος ὑμῖν πῶς ἐγὼ συνοικήσω,

41
διʼ οὓς νέμεσθαι μηδὲ νῦν ἀκινδύνως ἔξεστι, καίτοι τῶν κυνῶν με τηρούντων;“

Οὐδαμῶς ἀκαταλλάκτοις ἐχθροῖς πιστεύειν δεῖ, ὅταν σε τῆς οἰκείας βούλωνται ἀμελεῖν σωτηρίας, κἂν ὅρκοις τυχὸν τὴν εἰ. ρήνην λαλῶσι.

Λύκῳ ποτʼ ὀστοῦν φάρυγος ἐντὸς ἠρείσθη· ἐρῳδιῷ δὲ μισθὸν ἄξιον δώσειν ἔταξε, τὸν τράχηλον εἰ καθιμήσας ἀνελκύσειε καὶ πόνων ἄκος δοίη. ὁ δʼ ἑλκύσας τὸν μισθὸν εὐθέως ᾔτει. κἀκεῖνος αὐτῷ, κάρχαρόν τι μειδήσας, „σοὶ μισθὸς ἀρκεῖ“ φησί „τῆς ἰατρείης κεφαλὴν λυκείου φάρυγος ἐξελεῖν σῴην.“

[κακοῖς βοηθῶν μισθὸν ἀγαθὸν οὐ λήψῃ, ἀλλʼ ἀρκέσει σοι μή τι τῶν κακῶν πάσχειν.]

Λέων νοσήσας ἐν φάραγγι πετραίῃ ἔκειτο νωθρὰ γυῖα γῆς ἐφαπλώσας, φίλην δʼ ἀλώπεκʼ εἶχεν ᾗ προσωμίλει. ταύτῃ ποτʼ εἶπεν „εἰ θέλεις με σὺ ζῴειν· πεινῶ γὰρ ἐλάφου τῆς ὑπ᾿ ἀγρίαις πεύκαις κεῖνον τὸν ὑλήεντα δρυμὸν οἰκούσης, καὶ νῦν διώκειν ἔλαφον οὐκέτʼ ἰσχύω· σὺ δʼ ἂν θελήσῃς, χεῖρας εἰς ἐμὰς ἥξει λόγοισι θηρευθεῖσα σοῖς μελιγλώσσοις.“ ἀπῆλθε κερδώ, τὴν δʼ ὑπ᾿ ἀγρίαις ὕλαις σκιρτῶσαν εὗρε μαλθακῆς ὑπὲρ ποίης. ἔσκυσσε δʼ αὐτὴν πρῶτον, εἶτα καὶ χαίρειν προσεῖπε, χρηστῶν τʼ ἄγγελος λόγων ἥκειν. „ὁ λέων“ ἔφασκεν, ,,οἶδας, ἔστι μοι γείτων, ἔχει δὲ φαύλως, κἀγγύς ἐστι τοῦ θνήσκειν.

42
τίς οὖν μετʼ αὐτὸν θηρίων τυραννήσει, διεσκοπεῖτο. σῦς μέν ἐστιν ἀγνώμων, ἄρκτος δὲ νωθής, πάρδαλις δὲ θυμώδης, τίγρις δʼ ἀλαζών καὶ τὸ πᾶν ἐρημαίη. ἔλαφον τυραννεῖν ἀξιωτάτην κρίνει· γαύρη μὲν εἶδος, πολλὰ δʼ εἰς ἔτη ζῴει, κέρας δὲ φοβερὸν πᾶσιν ἑρπετοῖς φύει, δένδροις ὅμοιον, κοὐχ ὁποῖα τῶν ταύρων. τί σοι λέγω τὰ πολλά; πλὴν ἐκυρώθης, μέλλεις τʼ ἀνάσσειν θηρίων ὀρειφοίτων. τότʼ οὖν γένοιτο τῆς ἀλώπεκος μνήμη, δέσποινα, τῆς σοι τοῦτο πρῶτον εἰπούσης. ταῦτʼ ἦλθον. ἀλλὰ χαῖρε, φιλτάτη. σπεύδω πρὸς τὸν λέοντα, μὴ πάλιν με ζητήσῃ· χρῆται γὰρ ἡμῖν εἰς ἅπαντα συμβούλοις. δοκῶ δὲ καὶ σέ, τέκνον, εἴ τι τῆς γραίης κεφαλῆς ἀκούεις. ἔπρεπέ σοι παρεδρεύειν ἐλθοῦσαν αὐτῷ καὶ πονοῦντα θαρσύνειν. τὰ μικρὰ πείθει τοὺς ἐν ἐσχάταις ὥραις· ψυχαὶ δʼ ἐν ὀφοθαλμοῖσι τῶν τελευτώντων. ὣς εἶπε κερδώ. τῆς δʼ ὁ νοῦς ἐχαυνώθη λόγοισι ποιητοῖσιν, ἦλθε δʼ εἰς κοίλην σπήλυγγα θηρός, καὶ τὸ μέλλον οὐκ ᾔδει. λέων δʼ ἀπʼ εὐνῆς ἀσκόπως ἐφορμήσας ὄνυξιν οὔατ᾿ ἐσπάραξεν ἀκραίοις, σπουδῇ διωχθείς· τὴν δὲ φύζα δειλαίην θύρης κατιθὺς ἦγεν εἰς μέσας ὕλας. κερδὼ δὲ χεῖρας ἐπεκρότησεν ἀλλήλαις, ἐπεὶ πόνος μάταιος ἐξανηλώθη. κἀκεῖνος ἐστέναζε τὸ στόμα βρύχων (ὁμοῦ γὰρ αὐτὸν λιμὸς εἶχε καὶ λύπη), πάλιν δὲ κερδοῦν ἱκέτευε φωνήσας
43
ἄλλον τινʼ εὑρεῖν δεύτερον δόλον θήρης. ἡ δʼ εἶπε κινήσασα βυσσόθεν γνώμην „χαλεπὸν κελεύεις, αὖθις ἀλλʼ ὑπουργήσω. καὶ δὴ κατʼ ἴχνος ὡς σοφὴ κύων ᾔει, πλέκουσα τέχνας καὶ πανουργίας πάσας, ἀεὶ δʼ ἕκαστον ποιμένων ἐπηρώτα μή πού τις ἔλαφος ᾑματωμένη φεύγει. τὴν δʼ ὥς τις εἶδε, δεικνύων ἂν ὡδήγει, ἕως ποθʼ εὗρεν ἐν κατασκίῳ χώρῳ δρόμων ἀναψύχουσαν. ἡ δʼ ἀναιδείης ὀφρὺν ἔχουσα καὶ μέτωπον εἱστήκει. ἐλάφου δὲ φρὶξ ἐπέσχε νῶτα καὶ κνήμας, χολῇ δʼ ἐπέζει καρδίην, ἔφη δʼ οὕτω· ,,σὺ νῦν διώκεις πανταχοῦ μʼ ὅποι φεύγω. ἀλλʼ ὦ στύγημα, νῦν μὲν οὐχὶ χαιρήσεις, ἤν μοι προσέλθῃς καί τι γρύξαι τολμήσῃς. ἄλλοις ἀλωπέκιζε τοῖς ἀπειρήτοις, ἄλλους δὲ βασιλεῖς ὑπερέθιζε καὶ ποίει.“ τῆς δʼ οὐκ ἐτράφθη θυμός, ἀλλʼ ὑποβλήδην „οὕτως ἀγεννής“ φησί „καὶ φόβου πλήρης πέφυκας; οὕτω τοὺς φίλους ὑποπτεύεις; ὁ μὲν λέων σοι συμφέροντα βουλεύων μέλλων τʼ ἐγείρειν τῆς πάροιθε νωθείης ἔψαυσεν ὠτός, ὡς πατὴρ ἀποθνήσκων· ἔμελλε γάρ σοι πᾶσαν ἐντολὴν δώσειν, ἀρχὴν τοσαύτην πῶς λαβοῦσα τηρήσεις· σὺ δʼ οὐχ ὑπέστης κνίσμα χειρὸς ἀρρώστου, βίῃ δʼ ἀποσπασθεῖσα μᾶλλον ἐτρώθης. καὶ νῦν ἐκεῖνος πλεῖον ἢ σὺ θυμοῦται, λίην ἄπιστον πειράσας σε καὶ κούφην, βασιλῆ δέ φησι τὸν λύκον καταστήσειν. οἴμοι πονηροῦ δεσπότου. τί ποιήσω;
44
ἅπασιν ἡμῖν αἰτίη κακῶν γίνῃ. ἀλλʼ ἐλθέ, καὶ τὸ λοιπὸν ἴσθι γενναία, μηδʼ ἐπτόησο, πρόβατον οἷον ἐκ ποίμνης. ὄμνυμι γάρ σοι φύλλα πάντα καὶ κρήνας, οὕτω γένοιτο σοὶ μόνῃ με δουλεύειν, ὡς οὐδὲν ἐχθρὸν οἶδεν, ἀλλʼ ὑπ᾿ εὐνοίης τίθησι πάντων κυρίαν σε τῶν ζῴων.“ τοιαῦτα κωτίλλουσα τὴν ἀχαιίνην ἔπεισεν ἐλθεῖν δὶς τὸν αὐτὸν εἰς ᾅδην. ἐπεὶ δὲ λόχμης εἰς μυχὸν κατεκλείσθη, λέων μὲν αὐτὸς εἶχε δαῖτα παντοίην, ἔγκατα λαφύσσων, μυελὸν ὀστέων πίνων καὶ σπλάγχνα δάπτων· ἡ δʼ ἀγωγὸς εἱστήκει πεινῶσα θήρης, καρδίην δὲ νεβρείην λάπτει πεσοῦσαν ἁρπάσασα λαθραίως, καὶ τοῦτο κέρδος εἶχεν ὧν ἐκεκμήκει. λέων δʼ ἕκαστον ἐγκάτων ἀριθμήσας, μόνην ἀπʼ ἄλλων καρδίην ἐπεζήτει, καὶ πᾶσαν εὐνὴν πάντα δʼ οἶκον ἠρεύνα. κερδὼ δʼ ἀπαιολῶσα τῆς ἀληθείης ,,οὐκ εἶχε πάντως“ φησί· „μὴ μάτην ζήτει. ποίην δʼ ἔμελλε καρδίην ἔχειν, ἥτις ἐκ δευτέρου λέοντος ἦλθεν εἰς οἴκους;“

Ὅτι τοὺς τοῖς προλαβοῦσι κακοῖς μὴ σωφρονισθέντας εἰκότως ἄφυκτα κακὰ διαδέχεται ἐν ᾧ καὶ ἔλεγχος κατὰ φιλοδόξων.

Λύκος παρῄει τριγχόν, ἔνθεν ἐκκύψας ἀρνειὸς αὐτὸν ἔλεγε πολλὰ βλασφήμως. κἀκεῖνος εἶπε, τὰς σιαγόνας πρίων, „ὁ τόπος μʼ ἐλοιδόρησε· μὴ σὺ καυχήσῃ.“

45

[ὁ μῦθος ὀρθῶς πᾶσι τοῦτο μηνύει, μηδεὶς διὰ καιρὸν ἰσχύων τι γαυρούσθω.]

Κατάλληλος ὁ μῦθος τοῖς διὰ περίστασιν καὶ τόπον κατὰ τύχην τῶν δυνατωτέρων κατεπαιρομένοις.

Λέων ποτʼ ἐπεβούλευεν ἀγρίῳ ταύρῳ, καὶ προσποιηθεὶς μητρὶ τῇ θεῶν θύειν, τὸν ταῦρον ἐλθεῖν ἐπὶ τὸ δεῖπνον ἠρώτα. κἀκεῖνος ἥξειν εἶπεν οὐχ ὑποπτεύσας. ἐλθὼν δὲ καὶ στὰς ἐπὶ θύρας λεοντείους ὡς εἶδε θερμοῦ πολλὰ χαλκία πλήρη, σφαγίδας, μαχαίρας βουδόρους νεοσμήκτους, πρὸς τῇ θύρᾳ δὲ μηδέν, ἀλλὰ δεσμώτην ἀλεκτορίσκον, ᾤχετʼ εἰς ὄρος φεύγων. ἐμέμφεθʼ ὁ λέων ὕστερον συναντήσας. ὁ δʼ „ἦλθον“ εἶπε, „καὶ τὸ σύμβολον δώσω· οὐκ ἦν ὅμοιον θῦμα τῷ μαγειρείῳ.“

Ὁ μῦθος ἡμᾶς ὑπομιμνήσκει, τὸ ἐπιὸν πάντως δεινὸν προο- ρῶντας, μηδαμῶς ἀμελεῖν τῆς ἑαυτῶν σωτηρίας.

Λέων ἁλοὺς ἔρωτι παιδὸς ὡραίης παρὰ πατρὸς ἐμνήστευε. τῷ δʼ ὁ πρεσβύτης οὐδέν τι δύσνουν οὐδʼ ὕπουλον ἐμφήνας „δίδωμι γῆμαι“ φησι, „καὶ διδοὺς χαίρω· τίς οὐ δυνάστῃ καὶ λέοντι κηδεύσει; φρένες δὲ δειλαὶ παρθένων τε καὶ παίδων· σὺ δʼ ἡλίκους μὲν ὄνυχας, ἡλίκους δʼ ἡμῖν φέρεις ὀδόντας, τίς κόρη σε τολμήσει ἀφόβως περιλαβεῖν; τίς δʼ ἰδοῦσα μὴ κλαύσῃ; πρὸς ταῦτα δὴ σκόπησον εἰ γάμου χρῄζεις, μηδʼ ἄγριος θὴρ ἀλλὰ νυμφίος γίγνου.“ ὁ δὲ πτερωθεὶς τῇ δόσει τε πιστεύσας

46
ἐξεῖλε τοὺς ὀδόντας, εἶθʼ ὑπὸ σμίλης ἀπωνυχίσθη, τῷ τε πενθερῷ δείξας τὴν παῖδʼ ἀπῄτει. τὸν δʼ ἕκαστος ἠλοία, ῥοπάλῳ τις ἢ λίθῳ τις ἐκ χερὸς παίων. ἔκειτο δʼ ἀργὸς ὥσπερ ὗς ἀποθνήσκων, γέροντος ἀνδρὸς ποικίλου τε τὴν γνώμην σοφίῃ διδαχθεὶς ὡς ἄμικτον ἀνθρώπους ἐρᾶν λεόντων ἢ λέοντας ἀνθρώπων.

[αὐτός τις αὑτὸν λανθάνει κακῶς δράσας, ὧν οὐ πέφυκε μεταλαβεῖν ὅταν σπεύδῃ.]

Λύκῳ συνήντα πιμελὴς κύων λίην. ὁ δʼ αὐτὸν ἐξήταζε, ποῦ τραφεὶς οὕτω μέγας κύων ἐγένετο καὶ λίπους πλήρης. „ἄνθρωπος“ εἶπε „δαψιλής με σιτεύει.“ ,,ὁ δέ σοι τράχηλος“ εἶπε „πῶς ἐλευκώθη;“ „κλοιῷ τέτριπται σάρκα τῷ σιδηρείῳ, ὃν ὁ τροφεύς μοι περιτέθεικε χαλκεύσας.“ λύκος δʼ ἐπʼ αὐτῷ καγχάσας „ἐγὼ τοίνυν χαίρειν κελεύω“ φησί „τῇ τροφῇ ταύτῃ, διʼ ἣν σίδηρος τὸν ἐμὸν αὐχένα τρίψει.“

Ὅτι αἰσχρὸν καὶ ἐπονείδιστον τὸν μικρᾶς ἡδονῆς χάριν δουλο- πρεπῶς ζωὴν φευκτέον ὁ μῦθος παραινεῖ.