Fabulae Aesopeae

Babrius

Babrius. Babrii Fabulae Aesopeae. Schneidewin, Friedrich Wilhelm, editor. Leipzig: Teubner, 1865.

Λέοντι προσπτὰς αἰετῶν τις ἐζήτει κοινωνὸς εἶναι. χὡ λέων „τί κωλύει;“ πρὸς αὐτὸν εἶπεν. „ἀλλʼ ἐνέχυρον ἦ δώσεις τὠκύπτερόν σου μὴ μεθεῖναι τὴν πίστιν; πῶς γὰρ φίλῳ σοι μὴ μένοντι πιστεύσω;“

Ὁ μῦθος ἐκδιδάσκει μὴ τάχιστα πᾶσι πιστεύειν, καὶ μόλιστα τοῖς μήπω φίλοις.

47

Λύκος τις ἁδρὸς ἐν λύκοις ἐγεννήθη, λέοντα δʼ αὐτὸν ἐπεκάλουν· ὁ δʼ ἀγνώμων τὴν δόξαν οὐκ ἤνεγκε, τῶν δὲ συμφύλων ἀποστατήσας τοῖς λέουσιν ὡμίλει. κερδὼ δʼ ἐπισκώπτουσα ,,μὴ φρενωθείην ἔφη ,,τοσοῦτον ὡς σὺ νῦν ἐτυφώθης· σὺ γὰρ ὡς ἀληθῶς ἐν λύκοις λέων φαίνῃ, ἐν δʼ οὖ λεόντων συγκρίσει λύκος γίγνῃ.“

Πρὸς τοὺς ἀπὸ τῶν κολάκων οὐκ ὀρθῇ κρίσει ἐπαινομένους κἀντεῦθεν μέγα φρονοῦντας, ἔπειτα δὲ ἐλεγχομένους ἑαυτοὺς ἐπιγινώσκειν.

Λέων τις ἐβασίλευεν οὐχὶ θυμώδης οὐδʼ ὠμὸς οὐδὲ πάντα τῇ βίῃ χαίρων, πρᾷος δὲ καὶ δίκαιος ὥς τις ἀνθρώπων. ἐπὶ τῆς ἐκείνου φασὶ δὴ δυναστείας τῶν ἀγρίων ἀγυρμὸς ἐγεγόνει ζῴων, δίκας τε δοῦναι καὶ λαβεῖν παῤ ἀλλήλων. τὰ ζῷα πάντα δʼ ὡς ὑπέσχον εὐθύνας, λύκος μὲν ἀρνί, πάρδαλις δέ γʼ αἰγάγρῳ, ἐλάφῳ δὲ τίγρις, πάντα δʼ εἶχεν εἰρήνην, ὁ πτὼξ λαγωὸς εἶπεν „ἀλλʼ ἐγὼ ταύτην τὴν ἡμέραν ἀεί ποτʼ ηὐχόμην, ἥτις καὶ τοῖς βιαίοις φοβερὰ τἀσθενῆ θήσει.“

Ἔπαινον ὁ μῦθος ἔχει κριτῇ πρᾴῳ καὶ λίαν δικαίῳ.

Λέων ἐπʼ ἄγρην οὐκέτι σθένων βαίνειν (πολλῷ γὰρ ἤδη τῷ χρόνῳ γεγηράκει) κοίλης ἔσω σπήλυγγος ὡς νόσῳ κάμνων ἔκειτο, δόλιον οὐκ ἀληθὲς ἀσθμαίνων, φωνὴν βαρεῖαν προσποιητὰ λεπτύνων. θηρῶν δʼ ἐπʼ αὐλὰς ἦλθεν ἄγγελος φήμη,

48
καὶ πάντες ἤλγουν ὡς λέοντος ἀρρώστου, ἐπισκοπήσων δʼ εἷς ἕκαστος εἰσῄει. τούτους ἐφεξῆς λαμβάνων ἀμοχθήτως κατήσθιεν, γῆρας δὲ λιπαρὸν ηὑρήκει. σοφὴ δʼ ἀλώπηξ ὑπενόησε, καὶ πόρρω σταθεῖσα ,,βασιλεῦ, πῶς ἔχεις;“ ἐπηρώτα. κἀκεῖνος εἶπε „χαῖρε, φιλτάτη ζῴων. τί δʼ οὐ προσέρχῃ, μακρόθεν δέ με σκέπτῃ; δεῦρο, γλυκεῖα, καί με ποικίλοις μύθοις παρηγόρησον ἐγγὺς ὄντα τῆς μοίρης.“ „σῴοιο“ φησίν· „εἰ δʼ ἄπειμι, συγγνώσῃ· πολλῶν γὰρ ἴχνη θηρίων με κωλύει, ὧν ἐξιόντων οὐκ ἔχεις ὅ μοι δείξεις.“

[μακάριος ὅστις οὐ προλαμβάνει πταίσας, ἀλλʼ αὐτὸς ἄλλων συμφοραῖς ἐπαιδεύθη.]

Οὕτω τινῶν οἱ κίνδυνοι διδαχὴ εἶναι ὀφείλει τῆς ἡμῶν σω- τηρίας.

Λάθρῃ κύων ἔδακνε· τῷ δὲ χαλκεύσας ὁ δεσπότης κώδωνα καὶ προσαρτήσας πρόδηλον εἶναι μακρόθεν πεποιήκει. ὁ κύων δὲ τὸν κώδωνα διʼ ἀγορᾶς σείων ἠλαζονεύετ᾿. ἀλλὰ δὴ κύων γραίη πρὸς αὐτὸν εἶπεν ,,ὦ τάλαν, τί σεμνύνῃ; οὐ κόσμον ἀρετῆς τοῦτον οὐδʼ ἐπεικείης, σαυτοῦ δʼ ἔλεγχον τῆς πονηρίας κρούεις.“

Ἔλεγχον ὁ μῦθος ἔχει τῶν οὐ καλῶς ἐφʼ ἑαυτοῖς μέγα φρο- νούντων, ὅταν διὰ κακίαν τι πάθοιεν.

Λύκος ποτʼ ἄρας πρόβατον ἐκ μέσης ποίμνης ἐκόμιζεν οἴκαδʼ· ᾧ λέων συναντήσας ἀπέσπασʼ αὐτοῦ. καὶ λύκος σταθεὶς πόρρω

49
,,ἀδίκως ἀφείλου τῶν ἐμῶν“ ἐκεκράγει. λέων δὲ τερφθεὶς εἶπε τὸν λύκον σκώπτων „σοὶ γὰρ δικαίως ὑπὸ φίλων ἐδωρήθη.“

Ὁ μῦθος δικαίως καὶ προσφόρως ῥηθήσεται πρὸς ἄνδρας ἀδί- κους, ἀλλήλους αἰτιωμένους, ἐπὶ τῷ αὐτῷ πταίσματι κειμένους.

Λέων ποτʼ ἀνδρῶν βίον ἄριστον ἐζήλου, καὶ δὴ κατʼ εὐρὺν φωλεὸν διατρίβων, ὅσων ἀρίστην ὀριτρόφων φυὴν ἔγνω, φιλοφρονεῖσθαι γνησίως ἐπειρᾶτο. πολὺς δʼ ὑπὸ σπήλυγγι θαμινὰ παντοίων θηρῶ ὅμιλος ἡμέρως συνηυλίσθη· ὁ δʼ εἱστία τε κἀφίλει νόμῳ ξείνων, λίην τιθεὶς ἅπασι δαῖτα θυμήρη. φίλην δὲ κερδὼ καὶ σύνοικον εἰλήφει, μεθʼ ἧς τὰ πολλὰ μειλίχως συνεζήκει. γέρων δέ τις πίθηκος ἦν ὁ δαιτρεύων κρεῶν τε συσσίτοισι διανέμων μοίρας, ὅς, εἴ τις ἦλθεν οὐχὶ τῆς συνηθείης, ταὐτὸν παρετίθει δεσπότῃ τε κἀκείνῳ, ὅπερ εἷλεν ὁ λέων νεοδρόμῳ λαβὼν θήρῃ· κερδὼ δʼ ἑώλων ἔφερεν οὐκ ἴσην μοῖραν. καὶ δή ποτʼ αὐτὴν προσποιητὰ σιγῶσαν λέων τίνʼ εἶχεν αἰτίην διηρώτα, δείπνου τε χεῖρα καὶ βορῆς ἀποσχοῦσα. „κερδοῖ σοφή, λάλησον ὥσπερ εἰώθεις· φαιδρῷ προσώπῳ δαιτός, ὦ φίλη, ψαῦσον.“ ἡ δʼ εἶπεν ,,ὦ φέριστε θηρίων γέννης, πολλῇ μερίμνῃ καρδίην διαξαίνω· οὐ γὰρ τὰ νῦν παρόντα μοῦνον ἀλγύνει, τὰ δʼ ἔπειτα“ φησί ,,προσκοπουμένη κλαίω. καθʼ ἡμέραν γὰρ εἴ τις ἄλλος, εἶτʼ ἄλλος

50
ξένος πελάζοι, τοῦτο δʼ εἰς ἔθος βαίνοι, τάχʼ οὐδʼ ἑώλων γεύσομαι κρεῶν μούνη.“ ὁ λέων δὲ τερφθεὶς ὡς λέων τε μειδήσας εἶπεν „πιθήκῳ ταῦτα μηδʼ ἐμοὶ μέμφου.“

Ὅτι μᾶλλον ἀλγύνειν καὶ λυπεῖν οἶδεν ἀνθρώπους οὐ τὰ πα- ρόντα μόνον, καθʼ ὅσον ἤδη ἡ τῶν μελλόντων προσδοκία.

Λέων ἀγρεύσας μῦν ἔμελλε δειπνήσειν· ὁ δʼ οἰκότριψ κλὼψ ἐγγὺς ὢν μόρου τλήμων τοιοῖσδε μύθοις ἱκέτευε τὸν θῆρα· ,,ἐλάφους πρέπει σοι καὶ κερασφόρους ταύρους θηρῶντα νηδὺν σαρκὶ τῇδε πιαίνειν· μυὸς δὲ δεῖπνον οὐδʼ ἄκρων ἐπιψαῦσαι χειλῶν θέμις σῶν. ἀλλὰ λίσσομαι, φείδου. ἴσως χάριν σοι τῆσδε μικρὸς ὢν θήσω.“ γελάσας δʼ ὁ θὴρ παρῆκε τὸν ἱκέτην ζῶντα, καὶ φηλαγρευταῖς ἐμπεσὼν νεανίσκοις ἐδικτυώθη, καὶ σφαλοῖς ἐδεσμεύθη. ὁ μῦς δὲ λάθρῃ χηραμοῦ προπηδήσας, στερρόν τʼ ὀδοῦσι βραχυτάτοις βρόχον κείρας, ἔλυσε τὸν λέοντα, τοῦ τὸ φῶς βλέψαι ἐπάξιον δοὺς μισθὸν ἀντιζωγρήσας.

σαφὴς ὁ μῦθος εὐνοοῦσιν ἀνθρώποις, σῴζειν πένητας, μηδέ πως ἀπελπίζειν, εἰ καὶ λέοντα μῦς ἔσῳσ᾿ ἀγρευθέντα.

Μῦθος μέν, ὦ παῖ βασιλέως Ἀλεξάνδρου, Σύρων παλαιόν ἐστιν εὕρεμ᾿ ἀνθρώπων, οἳ πρίν ποτʼ ἦσαν ἐπὶ Νίνου τε καὶ Βήλου· πρῶτος δέ φασιν εἶπε παισὶν Ἑλλήνων Αἴσωπος ὁ σοφός, εἶπε καὶ Λιβυστίνοις

51
λόγους Κυβίσσης. ἀλλʼ ἐγὼ νέῃ μούσῃ δίδωμι φαλάρῳ χρυσέῳ χαλινώσας τὸν μυθίαμβον ὥσπερ ἵππον ὁπλίτην. ὑπʼ ἐμοῦ δὲ πρώτου τῆς θύρας ἀνοιχθείσης εἰσῆλθον ἄλλοι, καὶ ψοφωτέρας μούσης γρίφοις ὁμοίας ἐκφέρουσι ποιήσεις, μαθόντες οὐδὲν πλεῖον ἢ γεγωνίσκειν. ἐγὼ δὲ λευκῇ μυθιάζομαι ῥήσει, καὶ τῶν ἰάμβων τοὺς ὀδόντας οὐ θήγων, ἀλλʼ εὖ πυρώσας, εὖ δὲ κέντρα πρῃύνας, ἐκ δευτέρου σοι τήνδε βίβλον ἀείδω.

Μυῶν ὁ μέν τις βίον ἔχων ἀρουραῖον, ὁ δʼ ἐν ταμείοις πλουσίοισι φωλεύων, ἔθεντο κοινὸν τὸν βίον πρὸς ἀλλήλους. ὁ δʼ οἰκόσιτος πρότερος ἦλθε δειπνήσων ἐπὶ τῆς ἀρούρης ἄρτι χλωρὸν ἀνθούσης· τρώγων δʼ ἀραιὰς καὶ διαβρόχους σίτου ῥίζας μελαίνῃ συμπεφυρμένας βώλῳ „μύρμηκος“ εἶπε „ζῇς βίον ταλαιπώρου, ἐν πυθμέσιν γῆς κρίμνα λεπτὰ βιβρώσκων. ἐμοὶ δʼ ὑπάρχει πολλὰ καὶ περισσεύει· τὸ κέρας κατοικῶ πρὸς σὲ τῆς Ἀμαλθείας. εἰ μοι συνέλθοις, ὡς θέλεις ἀσωτεύσῃ, παρεὶς ὀρύσσειν ἀσφάλαξι τὴν χώρην.·“ ἀπῆγε τὸν μῦν τὸν γεηπόνον πείσας εἰς οἶκον ἐλθεῦν ὑπό τε τοῖχον ἀνθρώπου. ἔδειξε δʼ αὐτῷ, ποῦ μὲν ἀλφίτων πήρη, ποῦ δʼ ὀσπρίων ἦν σωρὸς ἢ πίθοι σύκων στάμνοι τε μέλιτος σώρακοί τε φοινίκων. ὁ δʼ ὡς ἐτέρφθη πᾶσι καὶ παρωρμήθη καὶ τυρὸν ἦγεν ἐκ κανισκίου σύρων,

52
ἀνέῳξε τὴν θύραν τις· ὁ δʼ ἀποπηδήσας στεινῆς ἔφευγε δειλὸς ἐς μυχὸν τρώγλης, ἄσημα τρίζων τόν τε πρόξενον θλίβων. μικρὸν δʼ ἐπισχὼν εἶτʼ ἔσωθεν ἐκκύψας ψαύειν ἔμελλεν ἰσχάδος Καμειραίης· ἕτερος δʼ ἐπῆλθεν ἄλλο τι προαιρήσων· οἱ δʼ ἔνδον ἐκρύβοντο. μῦς δʼ ἀρουρίτης „τοιαῦτα δειπνῶν“ εἶπε ,,χαῖρε καὶ πλούτει, καὶ τοῖς περισσοῖς αὐτὸς ἐντρύφα δείπνοις, ἔχων τὰ πολλὰ ταῦτα μεστὰ κινδύνων. ἐγὼ δὲ λιτῆς οὐκ ἀφέξομαι βώλου, ὑφʼ ἣν τὰ κρίμνα μὴ φοβούμενος τρώγω.“

Ταῦτα ῥητέον τῷ ἐν προσχήματι φιλίας κακαῖς συμβουλίαις ἀπάγειν ἡμᾶς βουλομένῳ ζωῆς ἀταράχου καὶ κινδύνοις καθυ- ποβάλλειν χάριν ῥεουσῶν ἡδονῶν.

„Μὴ λοξὰ βαίνειν“ ἔλεγεκαρκίνῳ μήτηρ, „ὑγρῇ τε πέτρῃ πλάγια κῶλα μὴ σύρειν.“ ὁ δʼ εἶπε „μῆτερ ἡ διδάσκαλος, πρώτη ὀρθὴν ἄπελθε, καὶ βλέπων σε ποιήσω.“

Ἀντίρρησιν ὁ μῦθος ἔχει πρὸς τοὺς ἐναντίας τοῖς ἔργοις διδα- σκαλίας ποιουμένους.

Μέλλων ὁδεύειν τῆς κυνός τις ἑστώσης εἶπεν ,,τί χάσκεις; πάνθʼ ἕτοιμά σοι ποίει· μετʼ ἐμοῦ γὰρ ἥξεις.“ ἡ δὲ κέρκον οὐραίην ἄρασά φησι „πάντʼ ἔχω· σὺ βαρδύνεις.“

Πρὸς ἄνδρα ἀπαρασκεύαστον πρὸς τὸν ἐν ἑτοιμασίᾳ ὄντα, καὶ περὶ συνοδοιπορίας κατεπείγοντα ὁ λόγος εὔκαιρος.

Μικρέμπορός τις ὄνον ἔχων ἐβουλήθη, τοὺς ἅλας ἀκούων παρὰ θάλασσαν εὐώνους,

53
τούτους πρίασθαι, φορτίσας τε γενναίως τὸν ὄνον κατῆγε. τῆς δʼ ὁδοῦ προκοπτούσης ὤλισθεν ἄκων εἰς τι ῥεῖθρον ἐξαίφνης, καὶ συντακέντων τῶν ἁλῶν ἠλαφρύνθη, ῥᾴων δʼ ἀνέστη καὶ παρῆν ἀμοχθήτως εἰς τὴν μεσόγεων. τοὺς ἅλας δὲ πωλήσας, πάλιν γομώσων τὸν ὄνον ἦγε, καὶ πλείω ἔτʼ ἐπετίθει τὸν φόρτον. ὡς δὲ μοχθήσας διέβαινε τὸν ῥοῦν, οὗπερ ἦν πεσὼν πρῴην, ἑκὼν κατέπεσε, καὶ πάλιν δʼ ὅλους τήξας γαύρως ἀνέστη κοῦφος ὥς τι κερδήνας. ὁ δʼ ἔμπορος τέχνην τινʼ ἐπινοῶν πλείους σπόγγους κατῆγεν ὕστερον πολυτρήτους ἐκ τῆς θαλάσσης, τούς θʼ ἅλας μεμισήκει. ὁ δʼ ὄνος πανούργως, ὡς προσῆλθε τῷ ῥείθρῳ, ἑκὼν κατέπεσεν· ἀθρόως δὲ τῶν σπόγγων διαβραχέντων πᾶς ὁ φόρτος ὠγκώθη, βάρος δὲ διπλοῦν ἦλθε βαστάσας νώτοις.

[πολλάκις ἐν οἷς τις ηὐτύχησε καὶ πταίει.]

Μῦς ταῦρον ἔδακεν. ὁ δʼ ἐδίωκεν ἀλγήσας τὸν μῦν· φθάσαντος δʼ εἰς μυχὸν φυγεῖν τρώγλης, ὤρυσσεν ἑστὼς τοῖς κέρασι τοὺς τοίχους, ἕως κοπωθεὶς ὀκλάσας ἐκοιμήθη παρὰ τὴν ὀπὴν ὁ ταῦρος. ἔνθεν ἐκκύψας ὁ μῦς ἐφέρπει, καὶ πάλιν δακὼν φεύγει. ὁ δʼ ἐξαναστὰς οὐκ ἔχων ὃ ποιήσει, διηπορεῖτο· τῷ δʼ ὁ μῦς ἐπιτρύξας „οὐχ ὁ μέγας αἰεὶ δυνατός. ἔσθʼ ὅπου μᾶλλον τὸ μικρὸν εἶναι καὶ ταπεινὸν ἰσχύει.“

Μάνδρης ἔσω τις πρόβατα συλλέγων δείλης

54
κνηκὸν μετʼ αὐτῶν λύκον ἔμελλε συγκλείειν. ὁ κύων δʼ ἰδὼν πρὸς αὐτὸν εἶπε ,,πῶς σπεύδεις τὰ πρόβατα σῷσαι, τοῦτον εἰσάγων ἡμῖν;“

Ὁ μῦθος δηλοί ὅτι οὐκ ἀσφαλὴς ἡ μετὰ τῶν κακῶν συνοικία.

Μεθύων ἐλαίῳ λύχνος ἑσπέρης ηὔχει πρὸς τοὺς παρόντας ὡς ἑωσφόρου κρείσσων, λάμπειν ἅπασιν ἐκπρεπέστατον φέγγος. ἀνέμου δὲ συρίσαντος εὐθὺς ἐσβέσθη πνοῇ ῥαπισθείς. ἐκ δὲ δευτέρης ἅπτων εἶπέν τις αὐτῷ „φαῖνε, λύχνε, καὶ σίγα· τῶν δʼ ἀστέρων τὸ φέγγος οὐκ ἀποθνήσκει.“

Ὁ μῦθος ἡμᾶς διδάσκει μηδαμῶς φυσιοῦσθαι ἐπὶ τοῖς τοῦ βίου λαμπροῖς, ἐπισταμένους μηδὲν εἶναι μόνιμον.

Νωθὴς χελώνη λιμνάσιν ποτʼ αἰθυίαις λάροις τε καὶ κήυξιν εἶπεν ἀγρώσταις „κἀμὲ πτερωτὴν εἴθε τις πεποιήκοι.“ τῇ δʼ ἐκ τύχης ἔλεξεν αἰετὸς ταῦτα. ,,πόσον, χέλυνα, μισθὸν αἰετῷ δώσεις, ὅστις σʼ ἐλαφρὴν καὶ μετάρσιον θήσω;“ „τὰ τῆς ἐρυθρῆς πάντα δῶρά σοι δώσω.“ „τοιγὰρ διδάξω“ φησίν. ὑπτίην δʼ ἄρας ἔκρυψε νέφεσιν, ἔνθεν εἰς ὄρος ῥίψας ἤραξεν αὐτῆς οὖλον ὄστρακον νώτων. ἡ δʼ εἶπεν ἐκψύχουσα „σὺν δίκῃ θνήσκω· τίς γὰρ νεφῶν μοι καὶ τίς ἦν πτερῶν χρεία, τῇ καὶ χαμᾶζε δυσκόλως προβαινούσῃ;“

Νυκτὸς μεσούσης ᾖδε παῖς τις εὐφώνως. γυνὴ δʼ ἀκούει τοῦδε, κἀξαναστᾶσα θυρίδων προκύπτει, καὶ βλέπουσα τὸν παῖδα

55
λαμπρᾶς σελήνης ἐν φάει καλὸν λίην, τὸν ἄνδρʼ ἑαυτῆς καταλιποῦσα κοιμᾶσθαι, κάτω μελάθρων ἦλθε, καὶ θύρης ἔξω ἐλθοῦσʼ ἐποίει τὴν προθυμίην πλήρη. ἀνὴρ δὲ ταύτης ἐξανίστατʼ ἐξαίφνης ζητῶν ὅποὐστί, κοὐκ ἰδὼν δόμων εἴσω ἀμηχανῶν τε καὐτὸς ἦλθεν εἰς οἶμον. καὶ τῇ συνεύνῳ φησί „μηδὲν ἐκπλήσσου, τὸν παῖδα δʼ ἡμῶν πεῖσον εἰς δόμους ἥκειν.“ ὃν καὶ λαβὼν παρῆγεν. εἶτα κἀκεῖνος, ἄμφω θελόντων δρᾶν τι, χἥδʼ ἐρᾳθύμει.

τουτὶ μὲν οὕτως· ἔμφασις δὲ τοῦ μύθου, κακόν ἐστι δαίρειν ὅταν ἔχῃ τις ἐκτῖσαι.

Νεώς ποτʼ αὐτοῖς ἀνδράσιν βυθισθείσης, ἰδών τις ἔλεγεν ἄδικα τοὺς θεοὺς κρίνειν· ἑνὸς γὰρ ἀσεβοῦς ἐμβεβηκότος πλοίῳ, πολλοὺς σὺν αὐτῷ μηδὲν αἰτίους θνήσκειν. καὶ ταῦθʼ ὁμοῦ λέγοντος, οἶα συμβαίνει, πολλῶν ἐπʼ αὐτὸν ἐσμὸς ἦλθε μυρμήκων, σπεύδοντες ἄχνας πυρίνας ἀποτρώγειν· ὑφʼ ἑνὸς δὲ δηχθεὶς συνεπάτησε τοὺς πλείους. Ἑρμῆς δʼ ἐπιστὰς τῷ τε ῥαβδίῳ παίων „εἶτʼ οὐκ ἀνέξῃ“ φησί „τοὺς θεοὺς ὑμῶν εἶναι δικαστὰς οἷος εἶ σὺ μυρμήκων ;“

Ὁ λόγος διδάσκει ἡμᾶς μηδὲν ψέγειν τὰς τοῦ θεοῦ περὶ τοὺς ἀνθρώπους ἀκαταλήπτους οἰκονομίας, κἂν ἄδικοι τοῖς ἀπαι- δεύτοις δοκοῖεν εἶναι,

Ξουθὴ χελιδών, ἡ πάροικος ἀνθρώπων, ἦρος καλιὴν ηὐθέτιζεν ἐν τοίχῳ, ὅπου γερόντων οἶκος ἦν δικαστήρων·

56
κἀκεῖ νεοσσῶν ἑπτὰ γίνεται μήτηρ, οὔπω πτερίσκοις πορφυροῖς ἐπανθούντων. ὄφις δὲ τούτους ἑρπύσας ἀπὸ τρώγλης ἅπαντας ἐξῆς ἔφαγεν. ἡ δὲ δειλαίη παίδων ἀώρων συμφορὰς ἀπεθρήνει, „οἴμοι“ λέγουσα, „τῆς ἐμῆς ἐγὼ μοίρης· ὅπου νόμοι γὰρ καὶ θέμιστες ἀνθρώπων, ἔνθεν χελιδὼν ἠδικημένη φεύγω.“

Κατὰ δικαστῶν ὁ λόγος βοηθεῖν δυναμένων τοῖς μηδὲν κακὸν πράξασι, καὶ τούτοις ὑπὸ μειζόνων ἀδικουμένοις μηδεμίαν ἀνάληψιν παρεχομένων.

Ξύλινόν τις Ἑρμῆν εἶχεν· ἦν δὲ τεχνίτης. σπένδων δὲ τούτῳ καὶ καθʼ ἡμέραν θύων ἔπρασσε φαύλως. τῷ θεῷ δʼ ἐθυμώθη, χαμαὶ δʼ ἀπεκρότησε τοῦ σκέλους ἄρας. χρυσὸς δὲ κεφαλῆς ἐρρύη καταγείσης, ὃν συλλέγων ἅνθρωπος εἶπεν „Ἑρμεία, σκαιός τίς ἐσσι καὶ φίλοισιν ἀγνώμων, ὃς προσκυνοῦντας οὐδὲν ὠφέλεις ἡμᾶς, ἀγαθοῖς δὲ πολλοῖς ὑβρίσαντας ἠμείψω.

τὴν εἰς σὲ καινὴν εὐσέβειαν οὐκ ᾔδειν.“ καὶ τοὺς θεοὺς Αἴσωπος ἐμπλέκει μύθοις, βουλόμενος ἡμᾶς νουθετεῖν πρὸς ἀλλήλους. πλέον οὐδὲν ἕξεις σκαιὸν ἄνδρα τιμήσας, ἀτιμάσας δʼ ἂν αὐτὸν ὠφεληθείης.