Fabulae Aesopeae

Babrius

Babrius. Babrii Fabulae Aesopeae. Schneidewin, Friedrich Wilhelm, editor. Leipzig: Teubner, 1865.

Ζωμοῦ χύτρᾳ μῦς ἐμπεσών ἀπωμάστῳ καὶ τῷ λίπει πνιγόμενος ἐκπνέων τʼ ἤδη „βέβρωκα“ φησί „καὶ πέπωκα καὶ πάσης τρυφῆς πέπλησμαι· καιρός ἐστί μοι θνήσκειν.

[τότʼ ἂν λίχνος γένοιο μῦς ἐν ἀνθρώποις, ἂν τὸ καταβλάπτον ἡδὺ μὴ παραιτήσῃ.]

Ὅτι τὰ ἐπερχόμενα κατὰ ἀνάγκην κακὰ εἰώθασί τινες τοιούτοις ἐξομαλίζειν λόγοις.

Ἤιει κυνηγὸς ἐξ ὄρους κυνηγήσας, ᾔει δὲ γριπεὺς κύρτον ἰχθύων πλήσας. καί πως συνηβόλησαν οἱ δύʼ ἀλλήλοις, χὡ μὲν κυνηγὸς ἰχθύων ἁλιπλώων, θήραν δʼ ὁ γριπεὺς ᾑρέτιζεν ἀγρείην, τά τʼ εἶχον ἀντέδωκαν. εἶτα τὴν θήρην ἤμειβον ἀεί, δεῖπνα δʼ εἶχον ἡδίω, ἕως τις αὐτοῖς εἶπεν „ἀλλὰ καὶ τούτων τὸ χρηστὸν ἐξολεῖτε τῇ συνηθείᾳ, πάλιν δʼ ἕκαστος ἃ πρὶν εἶχε ζητήσει.“

Ὅτι πᾶς δυσάρεστος, τοῦ παρόντος ἡδέος μικρόν τι ἀπολαύσας, εὐθὺς τὴν ἐπιθυμίαν ἐφʼ ἕτερον τρέπει.

Ἡμίονος ἀργὸς χιλὸν ἐσθίων φάτνης καὶ κριθιάσας ἐτρόχαζε κἀφώνει, τένοντα σείων, „ἵππος ἐστί μοι μήτηρ, ἐγὼ δʼ ἐκείνης οὐδὲν ἐν δρόμοις ἥττων.“ ἄφνω δʼ ἔπαυσε τὸν δρόμον κατηφήσας· ὄνου γὰρ εὐθὺς πατρὸς ὢν ἀνεμνήσθη.

Ὁ μῦθος διδάσκει ἡμᾶς μὴ μέγα φρονεῖν ἐν ταῖς εὐημερίαις, μάλιστα δὲ τοὺς ἐξ ἀγενῶν προγόνων κατὰ τύχην δοξασθέντας.

28

Ἦν τις κατʼ οἴκους ἀνδρὸς εὐσεβοῦς ἥρως ἔχων ἐν αὐλῇ τέμενος, ἔνθα δὴ θύων στέφων τε βωμοὺς καὶ καταβρέχων οἴνῳ προσηύχετʼ ἀεί „χαῖρε, φίλταθʼ ἡρώων, καὶ τὸν σύνοικον ἀγαθὰ δαψιλῆ ποίει.“ κἀκεῖνος αὐτῷ νυκτὸς ἐν μέσαις ὥραις „ἀγαθὸν μέν“ εἶπεν „οὐδʼ ἂν εἷς τις ἡρώων ὦ τᾶν παράσχοι· ταῦτα τοὺς θεοὺς αἴτει· κακῶν δὲ πάντων, ἅ γε σύνεστιν ἀνθρώποις, δοτῆρες ἡμεῖς. τοιγὰρ εἰ κακῶν χρῄζεις, εὔχου· παρέξω πολλά, κἂν ἓν αἰτήσῃς. πρὸς ταῦτα λοιπὸν αὐτὸς οἶδας εἰ θύσεις.“

Ὅτι τοὺς πονηροὺς οὐ δεῖ αἰτεῖν ἀγαθά· οὐ γὰρ παρέξουσιν. εἰ δὲ κακά τις αἰτεῖται, ἑτοίμως μᾶλλον παρέχουσι.

Ἤριζον ἐλάτη καὶ βάτος πρὸς ἀλλήλας. ἐλάτης δʼ ἑαυτὴν πολλαχῶς ἐπαινούσης „καλὴ μέν εἰμι καὶ τὸ μέτρον εὐμήκης, καὶ τῶν νεφῶν σύνοικος ὀρθίη φύω, στέγη τε μελάθρων εἰμὶ καὶ τρόπις πλοίων, δένδρων τοσούτων ἐκπρεπεστάτη πάντων“, βάτος πρὸς αὐτὴν εἶπεν „ἢν λάβῃς μνήμην τῶν πελέκεών τε τῶν ἀεί σε κοπτόντων, τῶν πριόνων τε τῶν ἀεί σε τεμνόντων, βάτος γενέσθαι καὶ σὺ μᾶλλον αἱρήσῃ.“

ἅπας ὁ λαμπρὸς τῶν ἐλαττόνων μᾶλλον καὶ δόξαν ἔσχε χὑπέμεινε κινδύνους.

Ὁ μῦθος πρὸς τοὺς κοσμικαῖς ἀρχαῖς μεγαλοφρονοῦντας καὶ διὰ τοῦτο τῶν πέλας κατεπαιρομένους, οἳ μετὰ αὐταρκείας βι- οῦντες κἀντεῦθεν τῶν μεγάλων ἐκφεύγουσι κινδύνων.

29

Ἤριζε τεφρὴ γέρανος εὐφυεῖ ταῷ σείοντι χρυσᾶς πτέρυγας. ,,ἀλλʼ ἐγὼ ταύταις ἡ γέρανος εἶπεν, ,,ὧν σὺ τὴν χρόην σκώπτεις, ἄστρων σύνεγγυς ἵπταμαί τε καὶ κράζω· σὺ δʼ ὡς ἀλέκτωρ ταῖσδε ταῖς καταχρύσοις χαμαὶ πτερύσσῃ“ φησίν, ,,οὐδʼ ἄνω φαίνῃ.“

θαυμαστὸς εἶναι σὺν τρίβωνι βουλοίμην ἢ ζῆν ἀδόξως πλουσίᾳ σὺν ἐσθῆτι.

Θεῶν Προμηθεύς ἦν τις, ἀλλὰ τῶν πρώτων. τοῦτον πλάσασθαί φασι δεσπότην ζῴων ἄνθρωπον ἐκ γῆς, ἐκ δὲ τοῦ δύω πήρας κρεμάσαι τένοντός φασι τῶν ἐν ἀνθρώποις κακῶν γεμούσας, τὴν πρόσω μὲν ὀθνείων, ἰδίων δὲ τὴν ὄπισθεν, ἥτις ἦν μείζων. διό μοι δοκοῦσι συμφορὰς μὲν ἀλλήλων βλέπειν ἀκριβῶς, ἀγνοεῖν δὲ τὰς οἴκοι.

Θήρης ὄναγρος καὶ λέων ἐκοινώνουν. ἀλκῇ μὲν ὁ λέων, ὁ δʼ ὄνος ἦν ποσὶν κρείσσων. ἐπεὶ δὲ λείαν εἶχον ἄφθονον ζῴων, ὁ λέων μερίζει, καὶ τίθησι τρεῖς μοίρας, καὶ „τὴν μὲν αὐτός“ φησί „λήψομαι πρῶτος· βασιλεὺς γάρ εἰμι· λήψομαι δὲ κἀκείνην ὡς ἐξ ἴσου κοινωνός. ἡ τρίτη δʼ αὕτη κακόν τι δώσει μὴ θέλοντί σοι φεύγειν.“

μέτρει σεαυτόν· πρᾶγμα μηδὲν ἀνθρώπῳ δυνατωτέρῳ σύναπτε μηδὲ κοινώνει.

Θεοῖς Ἀπόλλων ἔλεγε μακρὰ τοξεύων· „οὐκ ἂν βάλοι τις πλεῖον, οὐδὲ τοξεύσει.“ ὁ Ζεὺς δὲ παίζων ἠρίδαινε τῷ Φοίβῳ.

30

Ἑρμῆς δʼ ἔσειεν Ἄρεος ἐν κυνῇ κλήρους. λαχὼν δʼ ὁ Φοῖβος, χρυσέην τε κυκλώσας τόξοιο νευρήν, ὀξέως ἀφεὶς πρῶτος τὸ βέλος ἔπηξεν ἐντὸς ἑσπέρου κήπου. ὁ Ζεὺς δὲ διαβὰς ταὐτὸ μέτρον εἱστήκει, καί „ποῦ βάλω, παῖ,“ φησίν ,,οὐκ ἔχω χώραν.“ τόξου δὲ νίκην ἔλαβε μηδὲ τοξεύσας.

Ὅτι ἔστι τινὰ καὶ κόπου χωρὶς νίκην ἄρασθαι, σοφῶς τοῖς πράγμασι κεχρημένον.

Θάμνου λαγωὸν δασύποδʼ ἐξαναστήσας κύων ἐδέωκεν οὐκ ἄπειρος ἀγρεύειν, δρόμῳ δʼ ἐλείφθη. καί τις αἰπόλος σκώπτων „ὁ πηλίκος σου“ φησίν „εὑρέθη θάσσων.“ ὁ δʼ εἶπεν ,,ἄλλως ἄλλον ἁρπάσαι σπεύδων τρέχει τις, ἄλλως δʼ αὑτὸν ἐκ κακοῦ σῴζων.“

Θεῶν γαμούντων, ὡς ἕκαστος ἐζεύχθη, ἐφʼ ἄπασι Πόλεμος ἐσχάτῳ παρῆν κλήρῳ. Ὕβριν δὲ γήμας, ἣν ἄῤ ὕστατʼ εἰλήφει, ταύτης περισσῶς, ὡς λέγουσιν, ἠράσθη, ἕπεται δὲ ταύτῃ πανταχοῦ βαδιζούσῃ. μήτʼ οὖν ἔθνη που, μὴ πόλεις τὰς ἀνθρώπων ὕβρις ἐπέλθοι, προσγελῶσα τοῖς δήμοις, ἐπεὶ μετʼ αὐτὴν πόλεμος εὐθέως ἥξει.

Ἰδὼν γεωργὸς νῆα ναυτίλων πλήρη βάπτουσαν ἤδη κῦμα κυρτὸν ἐκ πρῴρης, „ὦ πέλαγος“ εἶπεν, „εἴθε μήποτʼ ἐπλεύσθης, ἀνηλεὲς στοιχεῖον ἐχθρὸν ἀνθρώποις.“ ἤκουσε δʼ ἡ θάλασσα, καὶ γυναικείην λαβοῦσα φωνὴν εἶπε „μή με βλασφήμει·

31
ἐγὼ γὰρ ὑμῖν οὐδὲν αἰτίη τούτων, ἄνεμοι δέ, πάντων ὧν ἐγὼ μέση κεῖμαι. τούτων δὲ χωρὶς ἂν ἴδῃς με καὶ πλεύσῃς, ἐρεῖς με τῆς σῆς ἠπιωτέρην γαίης.“

[ὅτι πολλὰ χρηστὰ πράγμαθʼ αἱ κακαὶ χρήσεις τρέπουσιν εἰς τὸ χεῖρον, ὡς δοκεῖν φαῦλα.]

Ὁ μῦθος οὗτος ἐλέγχει ἐκείνους οἵτινες διαβολαῖς πρὸς τοὺς υνάστας βλάπτειν πεφύκασι τοὺς πέλας, οἳ παραπλήσιοί εἰσιν ἀνέμοις χειμερίοις.

Ἶρίς ποτʼ οὐρανοῖο πορφυρῆ κῆρυξ πτηνοῖσι κάλλους εἶπεν ἐν θεῶν οἴκοις. ἀγῶνα κεῖσθαι· πᾶσι δʼ εὐθὺς ἠκούσθη, καὶ πάντα θείων ἔσχεν ἵμερον δώρων. ἔσταζε πέτρης αἰγὶ δυσβάτου κρήνη, καὶ θερινὸν ὕδωρ καὶ διαυγὲς εἰστήκει· πάντων τʼ ἐπʼ αὐτὸ φῦλον ἦλθεν ὀρνίθων, πρόσωπα δʼ αὑτῶν ἐξέλουε καὶ κνήμας, ἔσειε ταρσούς, ἐκτένιζε τὰς χαίτας. ἦλθεν δʼ ἐκείνην καὶ κολοιὸς εἰς κρήνην γέρων, κορώνης υἱός, ἄλλο δʼ ἐξ ἄλλου πτερὸν καθύγρων ἐντὸς ἁρμόσας ὤμων μόνος τὰ πάντων ποικίλως ἐκοσμήθη, καὶ πρὸς θεοὺς ἤιξεν αἰετοῦ κρείσσων. ὁ Ζεὺς δʼ ἐθάμβει, καὶ παρεῖχε τὴν νίκην, εἰ μὴ χελιδὼν αὐτόν, ὡς Ἀθηναία, ἤλεγξεν ἑλκύσασα τὸ πτερὸν πρώτη. ὁ δʼ εἶπεν αὐτῇ „μή με συκοφαντήσῃς. τὸν δʼ ἆρα τρυγὼν ἐσπάραττε καὶ κίχλα καὶ κίσσα καὶ κορυδαλὸς οὑν τάφοις σπίζων, χὡ νηπίων δὲ φηλὸς ὀρνέων ἵρηξ, τά τʼ ἄλλʼ ὁμοίως. καὶ κολοιὸς ἐγνώσθη.

32

[ὦ παῖ, σεαυτὸν κόσμον οἰκεῖον κόσμει· ξένοις γὰρ ἐμπρέπων στερηθήσῃ τούτων.]

Ὅτι οἱ νόθον καὶ ἐπείσακτον αὑτοῖς περιθέντες κόσμον ἀλλο τρίῳ τε κάλλει σεμνυνόμενοι, εἴ ποτε τοῦ τοιούτου γυμνωθεῖεν, γέλως λοιπὸν τοῖς πρὶν ἀγνοοῦσιν ὁρῶνται.

Ἴκτινος ἄλλην εἶχεν ὀξέην κλάγγα· ἵππου δʼ ἀκούσας χρεμετίσαντος εὐφώνως, μιμούμενος τὸν ἵππον οὔτε τὴν κρείσσω φωνὴν θελήσας ἔσχεν οὔτε τὴν πρώτην.

Ὅτι οἱ τῶν ἀδυνάτων ἐρῶντες ἔσθʼ τε καὶ τῶν μετὰ χεῖρας ἀστοχοῦσι.

Ἵππος τε καὶ βοῦς καὶ κύων ὑπὸ ψύχους κάμνοντες ἦλθον οἰκίην ἐς ἀνθρώπου. κἀκεῖνος αὐτοῖς τὰς θύρας ἀναπλώσας παρῆγεν ἔνδον, καὶ παῤ ἑστίῃ θάλψας πυρὸς γεμούσῃ παρετίθει τι τῶν ὄντων, κριθὰς μὲν ἵππῳ, λάθυρα δʼ ἐργάτῃ ταύρῳ· ὁ κύων γὰρ αὐτῷ συντράπεζος εἱστήκει. ξενίας δʼ ἀμοιβὴν ἀντέδωκαν ἀνθρώπῳ μερίσαντες αὐτῷ τῶν ἐθῶν ἀφʼ ὧν ἔζων, ὁ μὲν ἵππος εὐθύ· διόπερ ἐν χρόνοις πρώτοις ἕκαστος ἡμῶν γαῦρός ἐστι τὴν γνώμην· ὁ δὲ βοῦς μετʼ αὐτόν· διόπερ εἰς μέσους ἥκων μοχθεῖ φίλεργός τʼ ἐστὶν ὄλβον ἀθροίζων. ὁ κύων δʼ ἔδωκε, φασί, τοὺς τελευταίους· διὸ δυσκολαίνει, Βράγχε, πᾶς ὁ γηράσας, καὶ τὸν διδόντα τὴν τροφὴν μόνον σαίνει, ἀεὶ δʼ ὑλακτεῖ, καὶ ξένοισιν οὐ χαίρει.

Διαβολὴν ὁ μῦθος ἔχει ἀνδρῶν ἐκείνων τῶν μηδεμίαν τοῖς ξένοις πρόνοιαν ποιουμένων, εἰς μόνον δὲ τοὺς οἰκείους τὴν στοργὴν περιιστώντων, ἀπὸ τῆς τοῦ κυνὸς ὑποδείξεως.

33

Ἰατρὸς ἦν ἄτεχνος. οὗτος ἀρρώστῳ πάντων λεγόντων „μὴ δέδιθι, σωθήσῃ· πάθος μέν ἐστι χρόνιον, ἀλλʼ ἔσῃ ῥᾴων,“ ὧδʼ ἁτεχνὴς ἰατρὸς εἶπεν εἰσβαίνων· „ἕτοιμα δεῖ σε πάντʼ ἔχειν· ἀποθνήσκεις. οὐκ ἐξαπατῶ σε“ φησίν „οὐδʼ ἐνεδρεύω· τὴν αὔριον γὰρ τό γʼ ἄκρον οὐχ ὑπερβήσῃ.“ ταῦτʼ εἶπε, καὶ τὸ λοιπὸν οὐκέτʼ εἰσῄει. χρόνῳ δʼ ἐκεῖνος ἐκ νόσων ἀνασφήλας προῆλθεν ὠχρός, τοῖς ποσὶν μόλις βαίνων. ὁ δʼ ἰατρὸς αὐτῷ „χαῖῤ“ ἔφη συναντήσας, καὶ πῶς ἔχουσιν οἱ κάτω διηρώτα. κἀκεῖνος εἶπεν „ἠρεμοῦσι τῆς Λήθης πιόντες. ἡ Κόρη δὲ χὡ μέγας Πλούτων πρῴην ἰατροῖς δεινὰ πᾶσιν ἠπείλουν ἐπὶ τῷ θεραπεύειν τοὺς νοσοῦντας ἀνθρώπους, ἀνέγραφον δὲ πάντας, ἐν δὲ τοῖς πρώτοις καὶ σὲ γράφειν ἔμελλον· ἀλλʼ ἐγὼ δείσας εὐθὺς προσῆλθον, ἡψάμην τε τῶν σκήπτρων, κἀπώμοσʼ αὐτοῖς ὅτι σὺ ταῖς ἀληθείαις ἰατρὸς οὐκ εἶ καὶ μάτην διεβλήθης.“

Ὁ μῦθος οὗτος ῥηθήσεται πρὸς τοὺς κενὸν ὄνομα ἐπὶ πράγ- ματί τινι κεκτημένους, τὴν δὲ τουτου πεῖραν παντελῶς οὐκ ἔχοντας.

Ἱππεὺς τὸν ἵππον, ἄχρι μὲν συνειστήκει ὁ πόλεμος, ἐκρίθιζε κἄτρεφεν χόρτῳ, παραστάτην γενναῖον ἐν μάχαις κρίνων· ἐπεὶ δʼ ἐπαύσατʼ, ἦν δὲ λοιπὸν εἰρήνη καὶ μισθὸν ἱππεὺς οὐκέτʼ εἶχεν ἐκ δήμου, τότʼ ἐκεῖνος ἵππος πολλάκις μὲν ἐξ ὕλης κορμοὺς παχεῖς κατῆγεν εἰς πόλιν βαίνων,

34
μισθῷ τε φόρτον ἔφερεν ἄλλοτʼ ἀλλοῖον, τὸ πνεῦμα σῴζων ἐπʼ ἀχύροισι δυστήνοις, σάγην δὲ νώτοις ἔφερεν οὐκέθʼ ἱππείην. ὡς δʼ αὖ πρὸ τειχῶν πόλεμος ἄλλος ἠκούσθη, σάλπιγξ τʼ ἐκέλευε πᾶσιν ἀσπίδα σμήχειν ἵππους τε κοσμεῖν καὶ σίδηρον ὀξύνειν, κἀκεῖνος αὖ τὸν ἵππον ἐγχαλινώσας ὁ δεσπότης παρῆγεν ὡς ἐφιππεύσων. ὁ δʼ ὀκλάσας ἔπιπτεν οὐκέτʼ ἰσχύων. „ἔντασσε πεζοῖς σαυτόν“ εἶπεν „ὁπλίταις σὺ γάρ μʼ ἀφʼ ἵππων εἰς ὄνους μεταστήσας πῶς αὖθις ἵππον ἐξ ὄνου με ποιήσεις;“

Μηδαμῶς τοῦ παρόντος δεῖν ἐπιμελεῖσθαι μόνον ὁ μῦθος δι. δάσκει, ἀλλὰ καὶ τοῦ μέλλοντος προνοεῖσθαι τὸ γὰρ μὴ οὕτω γινόμενον πολλοῖς πολλάκις οὐ τὴν τυχοῦσαν ἤγαγε βλάβην.

Κόραξ δεδηχὼς στόματι τυρὸν εἱστήκει· τυροῦ δʼ ἀλώπηξ ἰχανῶσα κερδῴη μύθῳ τὸν ὄρνιν ἠπάτησε τοιούτῳ. „κόραξ, καλαί σοι πτέρυγες, ὀξέη γλήνη, θηητὸς αὐχήν· στέρνον αἰετοῦ φαίνεις, ὄνυξι πάντων θηρίων κατισχύεις. ὁ τοῖος ὄρνις κωφός ἐσσι κοὐ κρώζεις. κόραξ δʼ ἐπαίνῳ καρδίην ἐχαυνώθη, στόματος δὲ τυρὸν ἐκβαλὼν ἐκεκράγει. τὸν δʼ ἡ σοφὴ λαβοῦσα κερτόμῳ γλώσσῃ „οὐκ ἦσθʼ ἄφωνος“ εἶπεν „ἀλλὰ φωνήεις. ἔχεις, κόραξ, ἅπαντα, νοῦς δέ σοι λείπει.“

Ὁ μῦθος διδάσκει μηδαμῶς ἄνθρωπον ἐπαίνοις ἐξαπατᾶσθαι ζημίαι γὰρ ἐντεῦθεν καὶ ἀτιμίαι εἰώθασι γίνεσθαι.

Κόραξ νοσήσας εἶπε μητρὶ κλαιούσῃ

35
„μὴ κλαῖε, μῆτερ, ἀλλὰ τοῖς θεοῖς εὔχου νόσου με δεινῆς καὶ πόνων ἀνασφῆλαι. „καὶ τίς σε“ φησί ,,τῶν θεῶν, τέκνον, σῴσει; τίνος γὰρ ὑπὸ σοῦ βωμὸς οὐκ ἐσυλήθη;“

Ὅτι τοῖς ἀμεταμέλητα φησὶν εἰς θεὸν πλημμελοῦσιν ἀνωφελεῖς γίγνονται αἱ ὑπὲρ αὐτῶν δεήσεις.

Κρέας κύων ἔκλεψεν ἐκ μαγειρείου, καὶ δὴ παρῄει ποταμόν· ἐν δὲ τῷ ῥείθρῳ πολὺ τοῦ κρέως ἰδοῦσα τὴν σκιὴν μείζω, τὸ κρέας ἀφῆκε, τῇ σκιῇ δʼ ἐφωρμήθη. ἀλλʼ οὔτʼ ἐκείνην εὗρεν οὔθ᾿ ὃ βεβλήκει, πεινῶσα δʼ ὀπίσω τὸν πόρον διεξῄει.

⌊βίος ἀβέβαιος παντὸς ἀνδρὸς ἀπλήστου ἐλπίσι ματαίαις πραγμάτων ἀναλοῦται.]