Fabulae Aesopeae

Babrius

Babrius. Babrii Fabulae Aesopeae. Schneidewin, Friedrich Wilhelm, editor. Leipzig: Teubner, 1865.

Ὁ τελμάτων ἔνοικος, ὁ σκιῇ χαίρων, ὁ ζῶν ὀρυκτοῖς βάτραχος παρʼ εὐρίποις, εἰς γῆν παρελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις „ίατρός εἰμι φαρμάκων ἐπιστήμων, οἵων τάχʼ οὐδεὶς οἶδεν, οὐδʼ ὁ Παιήων,

57
ὃς Ὄλυμπον οἰκεῖ καὶ θεοὺς ἰατρεύει.“ „καὶ πῶς“ ἀλώπηξ εἶπεν „ἄλλον ἰήσῃ, ὅς σαυτὸν οὕτω χλωρὸν ὅντα μὴ σῴζεις;“

Πρὸς ἄνδρα ἀμαθῆ καὶ ἀπαίδευτον, ἄλλους παιδεύειν ἐπαγ- γελλομενον.

Ὄρνις ποτʼ ἠσθένησε. τῇ δὲ παρκύνψας αἴλουρος εἶπε ,,πῶς ἔχεις; τίνων χρῄζεις; ἐγὼ παρέξω πάντα σοι· μόνον σῴζου.“ ἡ δʼ „ἂν ἀπέλθῃς“ εἶπεν, „οὐκ ἀποθνήσω.“

Πρὸς τοὺς πονηρᾷ διαθέσει χρηστότητα ἐπιδεικνυμένους ὁ λόγος εὔκαιρος.

Ὄνος πατήσας σκόλοπα χωλὸς εἱστήκει· λύκον δʼ ἰδὼν παρόντα καὶ σαφῆ δείσας ὄλεθρον οὕτως εἶπεν. ,, λύκε, θνήσκω, μέλλω τʼ ἀποπνεῖν· σοὶ δὲ σμβαλὼν χαίρω. σὺ μᾶλλον ἢ γὺψ ἢ κόραξ με δειπνήσεις. χάριν δέ μοι δὸς ἀβλαβῆ τε καὶ κούφην, ἐκ τοῦ ποδός μου τὴν ἂκανθαν εἰρύσσας, ὥς μου κατέλθῃ πνεῦμʼ ἀναλγὲς εἰς ᾅδου.“ κἀκεῖνος εἰπών „χάριτος οὐ φθονῶ ταύτης ὀδοῦσιν ἄκροις σκόλοπα θερμὸν ἐξῄρει. ὁ δʼ ἐκλυθεὶς πόνων τε κἀνίης πάσης τὸν κνηκίαν χάσκοντα λακτίσας φεύγει, ῥῖνας μέτωπα γομφίους τʼ ἀλοιήσας. „,οἴμοι“ λύκος, ,,τάδʼ“ εἶπε „σὺν δίκῃ πάσχω· τί γὰρ ἄρτι χωλοὺς ἠρξάμην ἰατρεύειν, μαθὼν ἀπʼ ἀρχῆς οὐδὲν ἢ μαγειρεύειν;“

Ὅτι οἱ τοῖς μηδὲν προσήκουσιν ἐπιτηδεύειν ἐπιχειροῦντες, εἰ- κότως δυστυχοῦντες βλάβην ἑαυτοῖς ἐπιφέρουσι.

58

Ὄρνιθος ἀγαθῆς χρύσεʼ ᾠὰ τικτουσης, ὁ δεσπότης θησαυρὸν ᾤεθ’ εὑρήσειν ἐν τῆσδε πλεῖστον ἐγκάτοις ἀγερθέντα, κἄκτεινε ταύτην, ἀθρόων μένων λῆψιν. εὑρὼν δʼ ὅμοια τἆνδον ὀρνέοις ἄλλοις ᾤμωζε πολλὸν ἐλπίδων ἀτευκτήσας· πλείονος ἔρως γὰρ ἐστέρησε τῶν ὄντων.

Ὀρνιθοθήρᾳ φίλος ἐπῆλθεν ἐξαίφνης, μέλλοντι θύμβραν καὶ σέλινα δειπνήσειν. ὁ δὲ κλωβὸς εἶχεν οὐδέν· οὐ γὰρ ἠγρεύκει. ὥρμησε δὴ πέρδικα ποικίλον θύσων, ὃν ἡμερώσας εἶχεν εἰς τὸ θηρεύειν. ὁ δʼ αὐτὸν οὕτως ἱκέτευε μὴ κτεῖναι. „τὸ λοιπόν“ εἶπε δικτύῳ τί ποιήσεις, ὅταν κυνηγῇς; τίς δέ σοι συναθροίσει εὐωπὸν ἀγέλην ὀρνέων φιλαλλήλων; τίνος μελῳδοῦ πρὸς τὸν ἦχον ὑπνώσεις ;“ ἀφῆκε τὸν πέρδικα, καὶ γενειήτην ἀλεκτορίσκον συλλαβεῖν ἐβουλήθη. ὁ δʼ ἐκ πεταύρου κλαγγὸν εἶπε φωνήσας ,,πόθεν μαθήσῃ πόσσον εἰς ἕω λείπει, τὸν ὡρόμαντιν ἀπολέσας με; πῶς γνώσῃ πότʼ ἐννυχεύει χυσότοξος Ὠρίων; ἔργων δὲ τίς σε πρωινῶν ἀναμνήσει, ὅτε δροσώδης ταρσός ἐστιν ὀρνίθων;“ κἀκεῖνος εἶπεν „οἶσθα χρησίμους ὥρας· ὅμως δὲ δεῖ σχεῖν τὸν φίλον τί δειπνήσει.

Ὅτι τῷ ἀνδρὶ δουλεύειν ἐπιθυμίαις εἰθισμένῳ οὐδεὶς λόγος ἰσχυρὸς πρὸς τὸ μὴ πράττειν ἀεὶ τὰ καθʼ ἡδονήν.

Ὄνος τις ἀναβὰς εἰς τὸ δῶμα καὶ παίζων

59
τὸν κέραμον ἔθλα, καί τις αὐτὸν ἀνθρώπων ἐπιδραμών κατῆγε τῷ ξύλῳ παίων. ὁ δʼ ὄνος πρὸς αὐτόν, ὅς τὰ νῶτʼ ἐληλέγχει, „καὶ μὴν πίθηκος ἐχθές“ εἶπε ,,καὶ πρώην ἔτερπεν ὑμᾶς αὐτὸ τοῦτο ποιήσας.“

Ὁ μῦθος πρὸς ἄνδρας τοὺς ἐναντίως ἔχοντας τὰς δόξας καὶ κινδύνους ἑαυτοῖς ἐπιφέροντας.

Ὄνος τις οὐκ εὔμοιρος ἀλλὰ δυσδαίμων γάλλοις ἀγύρταις εἰς τὸ κοινὸν ἐπράθη, ὅστις φέρῃ πτωχοῖσι καὶ παντουργοῖσιν πείνης ἄκος δίψης τε, καὶ τὰ τῆς τέχνης. οὗτοι δὲ κύκλῳ πᾶσαν ἐξ ἔθους κώμην περιόντες ἐλέγοντʼ ὄψα· τίς γὰρ ἀγροίκων οὐκ οἶδεν ττιν λευκόν, ὡς ἐπηρώθη; τίς οὐκ ἀπαρχὰς ὀσπρίων τε καὶ σίτων ἁγνῷ φέρων δίδωσι τυμπάνῳ Ῥείης; . . . .

Ὁδοιπορῶν ἄνθρυπος εἰς ἐρημίαν ἑστῶσαν εὗρε τὴν Ἀληθίην μούνην. καί φησιν αὐτῇ „διὰ τίνʼ αἰτίην, γραῖα, τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίαν ναίεις ;“ ἡ δʼ εὐθὺ πρὸς τάδʼ εἶπεν ἡ βαθυγνώμων „ὅτι πρὸ τοῦ μὲν παρʼ ὀλίγοισιν ἦν ψεῦδος, νῦν δʼ εἰς ἅπανία βροτὸν ἐλήλυθε ψεῦδος. εἰ δʼ ἔστιν εἰπεῖν καὶ κλύειν ἐμοῦ βούλῃ, ὁ νῦν πονηρὸς βίοτός ἐστιν ἀνθρώπων.“

Ὁ λόγος οὗτος ἀνθρώπους κωμῳδεῖ, ὧν ἡ ἀλήθεια μακρὰν πέφευγε διὰ τὸ τὸ ψεῦδος τούτους φιλεῖν καὶ μᾶλλον συνοικεῖν.

Ὄνῳ τις ἐπιθεὶς ξόανον ἦγε κωμήτης . . . . „ὅνος εἶ θεὸν φέρων σὺ . . . . .

60

Ὁ Ζεὺς γράφοντʼ ἐν ὀστράκοισιν Ἑρμείην . . . . . . . . . ἐκέλευσεν εἰς κιβωτὸν αὐτὰ σωρεύειν . . . . . ἐρευνήσας ὅπως ἑκάστου τὰς δίκας ἀναπράσσῃ. τῶν ὀστράκων δὲ κεχυμένων ἐπʼ ἀλλήλοις τὸ μὲν βράδιον τὸ δὲ τάχιον ἐμπίπτει εἰς τοῦ Διὸς τὰς χεῖρας, εἴ ποτʼ εὐθύνοι. τῶν οὖν πονηρῶν οὐ προσῆκε θαυμάζειν ἂν θᾶσσον ἀδικῶν ὀψέ τις κακῶς πράσσῃ.

Οἰῶν τις εἶπε πρὸς νομῆα τοιαῦτα. „κείρεις μὲν ἡμᾶς, καὶ πόκους ἔχεις κέρσας, τὸ γάλα δʼ ἀμέλγοντʼ ἔστι σοι φλέον πῆξαι, ἡμῶν δὲ τέκνα μῆλά σοι περισσεύει. πλέον οὐδὲν ἡμῖν, ἀλλὰ χἡ τροφὴ γαίης ἅπασ’· ἐν ὄρεσι δʼ εὐθαλὲς τί γεννᾶται; βοτάνη γʼ ὀρείῃ καὶ δρόσου γεμισθεῖσα, φέρβεις δʼ ἄρʼ ἡμῖν τὴν κύνʼ ἐν μέσοις ταύτην, τρέφων ὁποῖα σαυτὸν εὐθαλεῖ σίτῳ. τούτων ἀκούσασʼ ἡ κύων ἔφη τοῖα· „εἰ μὴ παρήμην κἀν μέσοις ἐπωλεύμην, οὐκ ἄν ποθʼ ὑμεῖς ἔσχετʼ ἄφθονον ποίην· ἐγὼ δὲ περιτρέχουσα πάντα κωλύω δρηστῆρα λῃστὴν καὶ λύκον διωκτῆρα.“

Ὁ μῦθος πρὸς τοὺς τῇ τῶν πλησίον διαφθονομένους εὐημερίᾳ ἐστέν, ὅτε καὶ ὑπʼ αὐτῶν ἐκείνων τὰ μέγιστα ὠφελοῦνται.

Ὄνον τις ἔτρεφε καὶ κυνίδιον ὡραῖον. τὸ κυνίδιον δʼ ἔχαιρε παῖζον εὐρύθμως, τὸν δεσπότην τε ποικίλως περισκαῖρον· κἀκεῖνος ἀντέχαιρεν αὔτʼ ἔχων κόλποις.

61
ὁ δέ γʼ ὄνος οὖ τὰς νύκτας ἠλέει πάσας πυρὸν φίλης Δήμητρος, ἡμέρας δʼ ὕλην κατῆγʼ ἀφʼ ὕψους, ἐξ ἀγροῦ θʼ ὅσων χρεία. καὶ νῦν ἐν αὐλῇ παρὰ φάτναισι δεσμώτης ἔτρωγε κριθῆς χόρτον ὥσπερ εἰώθει. δηχθεὶς δὲ θυμῷ καὶ περισσὸν οἰμωξας, σκύμνον θεωρῶν ἁβρότητι σὺν πάσῃ, φάτνης ὀνείης δεσμὰ καὶ κάλους ῥήξας ἐς μέσσον αὐλῆς ἦλθεν ἄμετρα λακτίζων. σαίνων δʼ ὁποῖα, καὶ θέλων περισκαίρειν, τὴν μὲν τράπεζαν ἐς μέσον βαλών ἔθλα, ἅπαντα δʼ εὐθὺς ἠλόησε τὰ σκεύη. δειπνοῦντα δʼ ἐγγὺς ἦλθε δεσπότην κύσσων, νώτοις ἐπεμβάς· ἐσχάτου δὲ κινδύνου θεράποντες ἐν μέσοισι τοῦτον ὡς εἶδον, ἐσάωσαν. . . . . . . . . . . κρανέης δὲ κορύναις ἄλλος ἄλλοθεν κρούων ἔκτεινον, ὡς δὴ καὐτὸς ὕστατ’ ἐκπνείων „ἔτλην“ ἔλεξεν „οἷα χρή με, δυσδαίμων· τί γὰρ παρʼ οὐρήεσσιν οὐκ ἐπωλεύμην, βαιῷ δʼ ὁ μέλεος κυνιδίῳ παρισούμην ;“

Ὅτι οὐ πάντες πρὸς πάντα ἴσοι πεφύκασι, κἂν φθόνῳ ἀλαζο- νεύωνται.

Σοφῆς ἀράχνης ίστὸν εὗρε κωλώτης, καὶ λεπτὸν ἐνέδυ φάρος ἐκτεμὼν τοίχου.

Στικτή ποτʼ ηὔχει πάρδαλις φορεῖν μούνη δορὴν ἀπάντων ποικιλωτάτην ζῴων. πρὸς ἥν ἀλώπηξ εἶπʼ „ἐγὼ δὲ κἀκείνης κρείσσω τʼ ἔχω καὶ ποικιλωτέρην γνώμην.“

62

Ποιμήν τις εὗρε νεόγονον λύκου σκύμνον. . . . [γνώμη πονηρὰ χρηστὸν ἦθος οὐ τίκτει.]

Υἱὸν γέρων τις δειλὸς εἶχε γενναῖον. . . . χὥπως ἔχῃ τι βουκόλημα τῆς λύπης, ἀνέθηκε τοίχοις ποικίλας γραφὰς ζῴων. . . . . . . τῇδʼ ἐν οἰκίῃ κατεκλείσθην. . . . . . . . . ὄγκωμα μέχρι βουβῶνος.

ἅ σοι πέπρωται, ταῦτα τλῆθι γενναίως, καὶ μὴ σοφίζου· τὸ χρεών γὰρ οὐ φεύξῃ.

Ὑμηττία μέλισσα, κηρίων μήτηρ, . . . . ἀνῆλθεν εἰς θεῶν οἴκους. . . . . . . . . . . ἡ δʼ εἶπε „δός μοι κέντρον. . . . . καὶ μὴ θέλων ἔδωκεν· εἶπε γὰρ δώσειν . . . . ζωὴ γὰρ αὐτῆς ἐστὶ πετομένης κέντρον.

Χειμώνος ὥρῃ σῖτον ἐκ μυχοῦ σύρων ἔψυχε μύρμηξ, ὃν θέρους σεσωρεύκει. τέττιξ δὲ τοῦτον ἱκέτευσε λιμώττων, δοῦναί τι καὐτῷ τῆς τροφῆς, ὅπως ζήσῃ. „τί οὖν ἐποίεις φησί ,,τῷ θέρει τούτῳ;“ ,οὐκ ἐσχόλαζον, ἀλλὰ διετέλουν ᾄδων.“ γελάσας δʼ ὁ μύρμηξ, τόν τε πυρὸν ἐγκλείων, „χειμῶνος ὀρχοῦ“ φησίν, „εἰ θέρους ᾖσας.“

[κρεῖττον τὸ φροντίζειν ἀναγκαίων χρειῶν ἢ τὸ προσέχειν νοῦν τέρψεσίν τε καὶ κώμοις.]

63

. . . . . ἄσωτος καταφαγὼν τὰ πατρῷα. . . . ταύτης ἀκούσας μικρὰ τιττυβιζούσης. . . .

εἰ μὴ γὰρ ὑμεῖς στελεὰ πάντʼ ἐγεννᾶτε, οὐκ ἄν γεωργὸς πέλεκυν ἐν δόμοις εἶχεν.