Odysseus

Alcidamas

Alcidamas. Orationes et fragmenta, adiunctis Gorgiae, Antisthenis, Alcidamantis, declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1892.

καὶ Ἀγαμέμνονι μὲν ἀποδίδωσι χαλκοῦν θώρακα, ὅστις οὐδενὸς ἄξιος ἦν, τὰ δὲ ἄλλα αὐτὸς εἶχε χρήματα. ἀπήγγελλε δὲ ὅτι ἑκατὸν ναῦς ἀποπέμψει ὁ Κινύρας· ὁρᾶτε δὲ καὶ αὐτοὶ οὐδεμίαν παρ᾿ αὐτοῦ ἥκουσαν. ὥστε καὶ διὰ ταῦτα δικαίως ἄν μοι δοκεῖ θανάτῳ ζημιωθῆναι, εἰ ἄρα γε κολάσασθαι ἄξιόν ἐστι τὸν σοφιστήν, ὃς ἐπὶ τοῖς φίλοις τὰ αἴσχιστα μηχανώμενος πέφανται.

Ἄξιον δὲ καταμαθεῖν ἃ καὶ φιλοσοφεῖν ἐπικεχείρηκεν ἐξαπατῶν τοὺς νέους καὶ παραπείθων, φάσκων τάξεις ἐξηυρηκέναι πολεμικάς, γράμματα, ἀριθμούς, μέτρα, σταθμούς, πεττούς, κύβους, μουσικήν, νόμισμα, πυρσούς. καὶ οὐδὲ αἰσχύνεται ὅταν αὐτίκα ἐλέγχηται φανερῶς ἐν ὑμῖν ψευδόμενος.

672
Νέστωρ γὰρ ὅδε, πρεσβύτατος ὢν ἡμῶν ἁπάντων, καὶ αὐτὸς ἐν τοῖς Πειρίθου γάμοις μετὰ Λαπιθῶν ἐμαχέσατο Κενταύροις ἐν φάλαγγι καὶ τάξει· Μενεσθεὺς δὲ πρῶτος λέγεται κοσμῆσαι τάξεις καὶ λόχους καὶ φάλαγγας συστῆσαι, ἡνίκα Εὔμολπος ὁ Ποσειδῶνος ἐπ᾿ Ἀθηναίους ἐστράτευσε Θρᾷκας ἄγων· ὥστ᾿ οὐ Παλαμήδους τὸ ἐξεύρημά ἐστιν, ἀλλ᾿ ἄλλων πρότερον.

γράμματα μὲν δὴ πρῶτος Ὀρφεὺς

191
ἐξήνεγκε, παρὰ Μουσῶν μαθών, ὡς καὶ τὰ ἐπὶ τῷ μνήματι αὐτοῦ δηλοῖ ἐπιγράμματα· Μουσάων πρόπολον τῇδ᾿ Ὀρφέα Θρῇκες ἔθηκαν, ὃν κτάνεν ὑψιμέδων Ζεὺς ψολόεντι βέλει, Οἰάγρου φίλον υἱόν, ὃς Ἡρακλῆ ἐξεδίδαξεν, εὑρὼν ἀνθρώποις γράμματα καὶ σοφίην. μουσικὴν δὲ Λίνος ὁ Καλλιόπης, ὃν Ἡρακλῆς φονεύει.

ἀριθμούς γε μὴν Μουσαῖος ὁ τῶν Εὐμολπιδῶν, Ἀθηναῖος, ὡς καὶ τὰ ποιήματα αὐτοῦ δηλοῖ· ὄρθιον ἑξαμερὲς τετόρων καὶ εἴκοσι μέτρων. — ὡς δεκάτην γενεὴν ἑκατὸν βιοτευέμεν ἄνδρας.

νομίσματα δὲ οὐ Φοίνικες ἐξηῦρον, λογιώτατοι καὶ δεινότατοι ὄντες τῶν βαρβάρων; ἐξ ὁλοσφύρου γὰρ ἴσον μερισμὸν διείλοντο, καὶ πρῶτοι χαρακτῆρα ἔβαλον εἰς τὸν σταθμόν, δηλοῦντες τὸ πλέον καὶ τὸ ἔλαττον. παρ᾿ ὧν οὗτος ἐλθὼν σοφίζεται τὸν δηλοῦντες τὸ πλέον καὶ τὸ ἔλαττον. παρ᾿ ὧν οὗτος ἐλθὼν σοφίζεται τὸν αὐτὸν ῥυθμόν.

192
ὥστε αὐτοῦ ταῦτα πάντα πρεσβύτερα φαίνεται, ὧν οὗτος προσποιεῖται εὑρετὴς εἶναι.

μέτρα δὲ καὶ σταθμὰ ἐξηῦρε καπήλοις καὶ ἀγοραίοις ἀνθρώποις ἀπάτας καὶ ἐπιορκίας, πεττούς γε μὴν τοῖς ἀργοῖς τῶν ἀνδρῶν ἔριδας καὶ λοιδορίας. καὶ κύβους αὖ μέγιστον κακὸν κατέδειξε, τοῖς μὲν ἡττηθεῖσι λύπας καὶ ζημίας, τοῖς δὲ νενικηκόσι καταγέλωτα καὶ ὄνειδος· τὰ γὰρ ἀπὸ τῶν κύβων προσγιγνόμενα ἀνόνητα γίγνεται, τὰ δὲ πλεῖστα καταναλίσκεται παραχρῆμα.

πυρσοὺς αὖ ἐσοφίσατο, ἀλλ᾿ ἐπὶ τῷ ἡμετέρῳ κακῷ, ὃ διενοεῖτο ποιεῖν, χρήσιμον δὲ τοῖς πολεμίοις. ἀρετὴ δέ ἐστιν ἀνδρὸς τοῖς ἡγεμόσι προσέχειν καὶ τὸ

673
προσταττόμενον ποιεῖν καὶ τῷ πλήθει ἀρέσκειν παντί, αὑτόν τε παρέχειν ἄνδρα πανταχοῦ ἀγαθόν, τούς τε φίλους εὖ ποιοῦντα καὶ τοὺς ἐχθροὺς κακῶς. ὧν τἀναντία πάντων οὗτος ἐπίσταται, τοὺς μὲν ἐχθροὺς ὠφελεῖν, τοὺς δὲ φίλους κακῶς ποιεῖν.

Ἀξιῶ δ᾿ ὑμᾶς ἔγωγε κοινῇ σκεψαμένους βουλεύσασθαι περὶ αὐτοῦ καὶ μὴ ἀφεῖναι αὐτὸν ὑποχείριον λαβόντας. εἰ δὲ κατελεήσαντες αὐτὸν διὰ τὴν δεινότητα τῶν λόγων ἀφήσετε, θαυμαστὴ παρανομία γενήσεται ἐν τῷ στρατεύματι· εἰδὼς γὰρ αὐτῶν ἕκαστος ὅτι καὶ Παλαμήδης περιφανῶς τοσαῦτα ἡμαρτηκὼς οὐδεμίαν

193
δίκην ἔδωκε, καὶ αὐτοὶ πειράσονται ἀδικεῖν. ὥστε ἐὰν νοῦν ἔχητε, ψηφιεῖσθε τὰ βέλτισθ᾿ ὑμῖν αὐτοῖς, καὶ τῶν λοιπῶν οὕνεκα παράδειγμα ποιήσεσθε τοῦτον τιμωρησάμενοι.