Odysseus

Alcidamas

Alcidamas. Orationes et fragmenta, adiunctis Gorgiae, Antisthenis, Alcidamantis, declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1892.

ἆρά γε ἐνθυμεῖσθε ὦ ἄνδρες Ἕλληνες, ὅτι ταῦτα τοῦ σοφιστοῦ τῆς διανοίας

187
καὶ τοῦ φρονήματος αὐτοῦ τυγχάνει, ὃς φιλοσοφῶν ἐφ᾿ οἷς ἥκιστα ἐχρῆν αὐτὸν ταῦτα /> καὶ τοῦ φρονήματος αὐτοῦ τυγχάνει, ὃς φιλοσοφῶν ἐφ᾿ οἷς ἥκιστα ἐχρῆν αὐτὸν ταῦτα πράττει; Τά τε πράγματα τὰ περιεστηκότα καὶ τὴν στρατείαν πᾶσαν ἐπιδείξω αἴτιον γεγονότα ἡμῖν τόν τε πατέρα αὐτοῦ καὶ τοῦτον αὐτόν. ἀνάγκη δὲ καὶ διὰ μακροτέρων λόγων ῥηθῆναι τὰ γενόμενα.

Τούτῳ πατήρ ἐστι πένης, ὄνομα Ναύπλιος, τέχνην ἔχων ἁλιείαν.

οὗτος πλείστους τῶν Ἑλλήνων ἠφάνικε, χρήματά τε πολλὰ ἐκ τῶν νεῶν ὑφῄρηται, κακά τε πλεῖστα τοὺς ναυτίλους εἴργασται, πανουργίας τε οὐδεμιᾶς λείπεται· γνώσεσθε δὲ προϊόντος τοῦ λόγου, τὰς ἀληθείας ἀκούσαντες τῶν γενομένων. Ἄλεῳ γὰρ

τῷ Τεγέας βασιλεῖ ἀφικομένῳ εἰς Δελφοὺς ἐχρήσθη ὑπὸ τοῦ θεοῦ ὅτι αὐτῷ ἔκγονος ἐκ τῆς θυγατρὸς εἰ γένοιτο, ὑπὸ τούτου δεῖν τοὺς υἱοὺς αὐτοῦ ἀπολέσθαι. ἀκούσας δὲ ταῦτα ὁ Ἄλεως διὰ τάχους ἀφικνεῖται οἴκαδε, καὶ καθίστησι τὴν θυγατέρα ἱέρειαν τῆς Ἀθηνᾶς, εἰπών, εἴ ποτε ἀνδρὶ συγγενήσεται, θανατώσειν αὐτήν. τύχης δὲ γενομένης ἀφικνεῖται Ἡρακλῆς στρατευόμενος

ἐπ᾿ Αὐγέαν εἰς Ἦλιν, καὶ αὐτὸν ξενίζει ὁ

188
Ἄλεως ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς. ἰδὼν δὲ ὁ Ἡρακλῆς τὴν παῖδα ἐν τῷ νεῷ ὑπὸ μέθης συνεγένετο. ἐπεὶ δὲ κύουσαν αὐτὴν ὁ πατὴρ ᾔσθετο Ἄλεως, μεταπέμπεται τὸν τούτου πατέρα, πυθόμενος πορθμέα τε εἶναι αὐτὸν καὶ δεινόν. ἀφικομένου δὲ τοῦ Ναυπλίου δίδωσιν αὐτῷ τὴν παῖδα καταποντίσαι.

ὁ δὲ παραλαβὼν ἦγεν αὐτήν, καὶ ὡς γίγνονται ἐν τῷ Παρθενίῳ ὄρει, τίκτει Τήλεφον. ἀμελήσας δὲ ὧν ὁ Ἄλεως αὐτῷ ἐπέστειλεν, ἄγων αὐτὴν ἀπέδοτο καὶ τὸ παιδίον ἐς Μυσίαν Τεύθραντι τῷ βασιλεῖ. ὁ δὲ Τεύθρας ἄπαις ὢν τὴν μὲν Αὔγην γυναῖκα ποιεῖται, τὸν δὲ παῖδα αὐτῆς ἐπονομάσας Τήλεφον τίθεται υἱὸν ἑαυτοῦ, δίδωσί τε Πριάμῳ αὐτὸν εἰς τὸ Ἴλιον παιδεῦσαι.

χρόνου δὲ προϊόντος Ἀλέξανδρος ἐπεθύμησεν εἰς τὴν Ἑλλάδ᾿ ἀφικέσθαι, τό τε ἱερὸν τὸ ἐν Δελφοῖς θεωρῆσαι βουλόμενος, ἅμα δὲ καὶ τὸ κάλλος τῆς Ἑλένης ἀκούων δηλονότι, καὶ τὴν τοῦ Τηλέφου γένεσιν ἀκηκοώς, ὁπόθεν τε εἴη καὶ τίνα τρόπον

671
καὶ ὑπὸ τίνος ἐπράθη. ὥστε Ἀλέξανδρος οὕτω τὴν ἀποδημίαν ἐποιεῖτο διὰ προφάσεις τοιαύτας εἰς τὴν Ἑλλάδα. ἐν δὲ τῷ καιρῷ τούτῳ οἱ Μόλου παῖδες ἀφικνοῦνται ἐκ Κρήτης, δεόμενοι Μενελάου αὐτούς τε διαλλάξαι καὶ διελεῖν τὴν κτῆσιν αὐτοῖς, ὅτι
189
εἴη ὁ πατὴρ τετελευτηκὼς αὐτοί τε στασιάζοιεν περὶ τῶν πατρῴων χρημάτων. εἶεν· τί οὖν γίγνεται;

πλεῖν αὐτῷ ἔδοξε, καὶ ἐπιστείλας τῇ γυναικὶ καὶ τοῖς ἀδελφοῖς αὐτῆς ἐπιμελεῖσθαι τῶν ξένων, ἵνα μηδενὸς ἔσοιντο ἐνδεεῖς, ἕως ἂν αὐτὸς ἔλθῃ ἐκ Κρήτης, ὁ μὲν ᾤχετο· Ἀλέξανδρος δὲ αὐτοῦ τὴν γυναῖκα ἐξαπατήσας, ἐκ τῶν οἴκων λαβὼν ὅσα πλεῖστα ἐδύνατο, ἀποπλέων ᾤχετο, οὐκ αἰδεσθεὶς οὔτε Δία ξένιον οὔτε θεῶν οὐδένα, ἄνομα καὶ βάρβαρα ἔργα διαπραξάμενος, ἄπιστα πᾶσι καὶ τοῖς ἐπιγιγνομένοις ἀκοῦσαι.

ἀφικομένου δὲ αὐτοῦ, καὶ πάλιν εἰς Ἀσίαν ἄγοντος τὰ χρήματα καὶ τὴν γυναῖκα, ἔστιν ὅπου ἀντελάβου τινὸς ἢ βοὴν ἐσήμηνας τοῖς περιοίκοις ἢ βοήθειαν συνέλεξας; οὐκ ἂν ἔχοις εἰπεῖν, ἀλλὰ περιεῖδες Ἕλληνας ὑπὸ βαρβάρων ὑβρισθέντας.

ἐπεὶ δ᾿ ἐπύθοντο οἱ Ἕλληνες τὴν ἁρπαγὴν καὶ Μενέλεως ᾔσθετο, ἤγειρε τὴν στρατιὰν καὶ διέπεμπεν ἡμῶν ἄλλον ἄλλοσε εἰς τὰς πόλεις αἰτήσοντας στρατόν. καὶ δὴ τοῦτον ἔπεμψεν εἰς Χίον πρὸς Οἰνοπίωνα καὶ εἰς Κύπρον πρὸς Κινύραν. ὁ δὲ Κινύραν τε ἔπεισε μὴ συστρατεύειν ἡμῖν, δῶρά τε πολλὰ παρ᾿ αὐτοῦ λαβὼν

190
ἀποπλέων ᾤχετο·