Odysseus

Alcidamas

Alcidamas. Orationes et fragmenta, adiunctis Gorgiae, Antisthenis, Alcidamantis, declamationibus. Blass, Friedrich, editor. Leipzig: Teubner, 1892.

Ἐπειδή τινες τῶν καλουμένων σοφιστῶν ἱστορίας μὲν καὶ παιδείας ἠμελήκασι καὶ τοῦ δύνασθαι λέγειν ὁμοίως τοῖς ἰδιώταις ἀπείρως ἔχουσι, γράφειν δὲ μεμελετηκότες λόγους καὶ διὰ βιβλίων δεικνύντες τὴν αὑτῶν σοφίαν σεμνύνονται καὶ μέγα φρονοῦσι καὶ πολλοστὸν μέρος τῆς ῥητορικῆς κεκτημένοι δυνάμεως τῆς ὅλης τέχνης ἀμφισβητοῦσι, διὰ ταύτην τὴν αἰτίαν ἐπιχειρήσω κατηγορίαν ποιήσασθαι τῶν γραπτῶν λόγων, οὐχ

ὡς ἀλλοτρίαν ἐμαυτοῦ τὴν δύναμιν αὐτῶν ἡγούμενος, ἀλλ᾿ ὡς ἐφ᾿ ἑτέροις μεῖζον φρονῶν καὶ τὸ γράφειν ἐν παρέργῳ μελετᾶν οἰόμενος χρῆναι, καὶ τοὺς ἐπ᾿ αὐτὸ τοῦτο τὸν βίον καταναλίσκοντας ἀπολελεῖφθαι πολὺ καὶ ῥητορικῆς καὶ φιλοσοφίας ὑπειληφώς, καὶ

194
πολὺ δικαιότερον ἂν ποιητὰς ἢ σοφιστὰς προσαγορεύεσθαι νομίζων.

Πρῶτον μὲν οὖν ἐντεῦθεν ἄν τις καταφρονήσειε τοῦ γράφειν, ἐξ ὧν ἐστιν εὐεπίθετον καὶ ῥᾴδιον καὶ τῇ τυχούσῃ φύσει πρόχειρον. εἰπεῖν μὲν γὰρ ἐκ τοῦ παραυτίκα περὶ τοῦ παρατυχόντος ἐπιεικῶς, καὶ ταχείᾳ χρήσασθαι τῶν ἐνθυμημάτων καὶ τῶν ὀνομάτων εὐπορίᾳ, καὶ τῷ καιρῷ τῶν πραγμάτων καὶ ταῖς ἐπιθυμίαις τῶν ἀνθρώπων εὐστόχως ἀκολουθῆσαι καὶ τὸν προσήκοντα λόγον εἰπεῖν οὔτε φύσεως ἁπάσης οὔτε παιδείας τῆς τυχούσης ἐστίν·

ἐν πολλῷ δὲ χρόνῳ γράψαι καὶ κατὰ σχολὴν ἐπανορθῶσαι, καὶ παραθέμενον τὰ τῶν προγεγονότων σοφιστῶν συγγράμματα πολλαχόθεν εἰς ταὐτὸν ἐνθυμήματα συναγεῖραι καὶ μιμήσασθαι τὰς

674
τῶν εὖ λεγομένων ἐπιτυχίας, καὶ τὰ μὲν ἐκ τῆς τῶν ἰδιωτῶν συμβουλίας ἐπανορθώσασθαι, τὰ δ᾿ αὐτὸν ἐν ἑαυτῷ πολλάκις ἐπισκεψάμενον ἀνακαθῆραι καὶ μεταγράψαι καὶ τοῖς ἀπαιδεύτοις ῥᾴδιον πέφυκεν.

ἔστι δ᾿ ἅπαντα τὰ μὲν ἀγαθὰ καὶ καλὰ σπάνια καὶ χαλεπὰ καὶ διὰ πόνων εἰωθότα γίγνεσθαι, τὰ δὲ ταπεινὰ καὶ φαῦλα ῥᾳδίαν ἔχει τὴν κτῆσιν· ὥστ᾿ ἐπειδὴ τὸ γράφειν τοῦ λέγειν ἑτοιμότερον ἡμῖν ἐστιν, εἰκότως ἂν αὐτοῦ καὶ τὴν κτῆσιν ἐλάττονος ἀξίαν νομίζοιμεν.

Ἔπειτα τοῖς μὲν λέγειν δεινοῖς οὐδεὶς ἂν φρονῶν ἀπιστήσειεν ὡς οὐ μικρὸν τὴν τῆς ψυχῆς ἕξιν μεταρρυθμίσαντες ἐπιεικῶς λογογραφήσουσι, τοῖς δὲ γράφειν

195
ἠσκημένοις οὐδεὶς ἂν πιστεύσειεν ὡς ἀπὸ τῆς αὐτῆς δυνάμεως καὶ λέγειν οἷοί τ᾿ ἔσονται. τοὺς μὲν γὰρ τὰ χαλεπὰ τῶν ἔργων ἐπιτελοῦντας εἰκός, ὅταν ἐπὶ τὰ ῥᾴω τὴν γνώμην μεταστήσωσιν, εὐπόρως μεταχειρίσασθαι τὴν τῶν πραγμάτων ἀπεργασίαν· τοῖς δὲ τὰ ῥᾴδια γεγυμνασμένοις ἀντίτυπος καὶ προσάντης ἡ τῶν χαλεπωτέρων ἐπιμέλεια καθίσταται. γνοίη δ᾿ ἄν τις ἐκ τῶνδε τῶν παραδειγμάτων.

ὁ μὲν γὰρ ἆραι μέγα φορτίον δυνάμενος ἐπὶ τὰ κουφότερα μετελθὼν ῥᾳδίως μεταχειρίσαιτ᾿ ἄν· ὁ δὲ πρὸς τὰ κοῦφα τῇ δυνάμει διικνούμενος οὐδὲν ἂν τῶν βαρυτέρων οἷός τ᾿ εἴη φέρειν. καὶ πάλιν ὁ μὲν ποδώκης δρομεὺς ῥᾳδίως παρέπεσθαι τοῖς βραδυτέροις δύναιτ᾿ ἄν· ὁ δὲ βραδὺς οὐκ ἂν οἷός τ᾿ εἴη τοῖς θάσσοσιν ὁμοδρομεῖν. ἔτι δὲ πρὸς τούτοις ὁ μὲν τὰ πόρρω δυνάμενος ἐπισκόπως ἀκοντίζειν ἢ τοξεύειν καὶ τῶν ἐγγὺς τεύξεται ῥᾳδίως· ὁ δὲ τὰ πλησίον βάλλειν ἐπιστάμενος οὔπω δῆλον εἰ καὶ τῶν πόρρω δυνήσεται τυγχάνειν.

τὸν αὐτὸν δὴ τρόπον καὶ περὶ τοὺς λόγους ὁ μὲν ἐκ τοῦ παραυτίκα καλῶς αὐτοῖς χρώμενος οὐκ ἄδηλον ὅτι μετὰ χρόνου καὶ σχολῆς ἐν τῷ γράφειν διαφέρων ἔσται λογοποιός· ὁ δ᾿ ἐπὶ τοῦ γράφειν τὰς διατριβὰς ποιούμενος οὐκ ἀφανὲς ὅτι μεταβὰς ἐπὶ τοὺς αὐτοσχεδιαστικοὺς λόγους ἀπορίας καὶ πλάνου καὶ ταραχῆς ἕξει πλήρη τὴν γνώμην.

Ἡγοῦμαι δὲ καὶ τῷ βίῳ τῶν ἀνθρώπων τὸ μὲν λέγειν ἀεί τε καὶ διὰ παντὸς χρήσιμον εἶναι, τοῦ δὲ

196
γράφειν ὀλιγάκις εὔκαιρον τὴν δύναμιν αὐτῷ καθίστασθαι. τίς γὰρ οὐκ οἶδεν ὅτι λέγειν μὲν ἐκ τοῦ παραυτίκα καὶ δημηγοροῦσι καὶ δικαζομένοις καὶ τὰς ἰδίας ὁμιλίας ποιοῦσιν ἀναγκαῖόν ἐστι, καὶ πολλάκις ἀπροσδοκήτως καιροὶ πραγμάτων παραπίπτουσιν, ἐν οἷς οἱ μὲν σιωπῶντες εὐκαταφρόνητοι δόξουσιν εἶναι, τοὺς δὲ λέγοντας ὡς ἰσόθεον τὴν γνώμην ἔχοντας ὑπὸ τῶν ἄλλων τιμωμένους ὁρῶμεν.