Περὶ εὑρέσεως [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Δεῖ τοίνυν τὸν μέλλοντα λέγειν, τὰ ποῖα τῶν νοημάτων 4 κατὰ πνεῦμα ἐξενεχθήσεται, πρῶτον εἰπεῖν, τί ἐστι πνεῦμα καὶ πόσα εἴδη αὐτοῦ καὶ πόθεν γίνεται καὶ πῶς συντίθεται. πνεῦμα μὲν οὖν ἐστι σύνθεσις λόγου διάνοιαν ἀπαρτίζον ἐν κώλοις καὶ κόμμασι, μετρούμενον πρὸς τὴν διάρκειαν τοῦ πνεύματος κατὰ τὴν φωνὴν τοῦ λέγοντος.

Ἐπεὶ δὲ καὶ περὶ κώλου καὶ κόμματος ἔφαμεν, ἰστέον ἐν συντόμῳ, ὅτι δεῖ καὶ κόμμα καὶ κῶλον ἀπαρτίζειν τὴν διάνοιαν· διαφέρουσι δὲ τοῖς μέτροις, ὅτι τὸ μὲν ἀπὸ τεττάρων καὶ πέντε συλλαβῶν μέχρι τῶν ἓξ κόμμα ἐστὶν ἐπῳδῷ μετρούμενον, τὸ δὲ [*](2 ὑμεῖς post αἰσχύνην ; om. Sc, cf. p.182, 2 3 ὦ ἀθηναῖοι om. VcBa 4 χρῆσθε PAc 8 ἄπορος m.1Pc | τούτ|ων m.2 ex ου] Ba 12 πόθεν P; πῶς V, v.i.P 18 οὖν om. Pc; μὲν οὖν om. VcBa 14 ἀπαρτίζουσα Sturm; cf Dox. II 253, 5 W 15 διάνοιαν Pc 19 cf. W VII 931, 15 (schol. P in Herm. Π. ἰδ ;auctor est Lactares; cf. Studemund, Pseudo-Castoris excerpta rhetorica, p. 8): τὰ περὶ τοῦ κόμματος Ἀψίνου . . οὗτος γὰρ κατὰ μὲν τὴν διάνοιαν οὐδὲν διαφέρειν νομίζει τὸ κῶλον τοῦ κόμματος, μόνῳ δὲ διαχωρίζεσθαι τῷ μέτρῳ τῶν συλλαβῶν· ἀπὸ γὰρ τεσσάρων κτλ | δὲ suppl m. po Pc | δὲ ἀλλήλων τοῖς V, v.l .Pa 20 (ὅτι om.) τὸ μὲν γὰρ VcBa μέχρι PAc, W VII 931, 19; καὶ μέχρι VcBa 21 ἐπῳδῷ μετρούμενον om. W VII)

184
ὑπὲρ τὰς ἑπτὰ καὶ ὀκτὼ καὶ δέκα καὶ ἐγγίζον ἤδη τῷ τριμέτρῳ καὶ μέχρι τοῦ ἡρωικοῦ προχωροῦν κῶλον γίνεται ὀρθὸν καὶ τεταμένον. ὁ δὲ τῶν συλλαβῶν ἀριθμὸς [*](244) περινενόηται ἤδη. τὸ δὲ ὑπὲρτὸ ἡρωικὸν σχοινοτενὲς κέκληται, χρήσιμον προοιμίοις μάλιστα καὶ ταῖς τῶν προοιμίων περιβολαῖς. οἳ δέ φασι καὶ τὸν ἐπῳδὸν κῶλον εἶναι, [*](159) τὸ δὲ ὑποκάτω κόμμια. ταῦτα μὲν οὖν κῶλά ἐστιν «ἀλλ᾿ δ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν», εἶτα ἐπιφέρει κόμματα «τκαὶ καταλαμβάνων Ὠρεὸν καὶ κατασκάπτων Πορθμόν», εἶτα διαδέχεται καὶ κῶλον πάλιν «τκαὶ καθιστὰς ἐν μὲν Ὠρεῷ Φιλιστίδην τύραννον», εἶτα κόμμα πάλιν «έν δʼ Ἐρετρίᾳ Κλείταρχον» ἢ κῶλον ἐπῳδῷ ἴσον. καὶ διόλου τὸ πνεῦμα τούτοις συνέχεται — οὔτε γὰρ ἀριθμῷ οὔτε ἔξει ὑποπίπτει, ἀλλὰ τὸ παρατυχὸν λέγεται —, δἰ ἄλλων μέντοι οὐ γίνεται. — Ἰστέον δέ, ὅτι καὶ ἀπὸ τῶν πέντε συλλαβῶν, ὡς ἔφαμεν, καὶ τεττάρων δέ γε καὶ ἡττόνων συνίσταται τὸ κόμμα· εἰ γὰρ ἀπαρτίζοιτο διάνοια, καὶ ἐν δύο συλλαβαῖς κόμμα ἔστι — κόμμα δέ ἐστι σύνθεσις διανοίας μικροτέρα κώλου — · ἐπεὶ τὸ πνεῦμα αὐτὸ μετʼ ὀλίγον καὶ [*](1 exsp. ὑπὲρ τὰς ἓξ l ult. καὶ et τῷ om. W VII 8 ὁ — 4 περινενοηται auppl.m .2Ba; om. W VII 931, 31 4 ἤδη PAcMr, cf. schol. P W VII 822, 2; om. VcBa 4. 5 κέκληται — 6 περι- βολαῖς om. W VII 931, 22 5 ὅπερ χρήσιμον ἐν Anon. III 113, 29 Sp. e οἱ δὲ PVcBa; ἔνιοι δὲ W VII 931; οἷον Ac 8 Dem 18, 71 9 ἐπιτειχίσματα Pa 11 καὶ om. AcMr κῶλα Vc 14 καθό- λου VcBa 15 ἕξει Ac; λέξει PoVcBa, (λ er) Pa; schol. P W VII 822: τῇ δυνάμει τοῦ λέγοντος ὑποπίπτει τὸ πνεῦμα VcBa 16 λέγεται VcBa; γίνεται PAc 17 ὡς om. VcBa 18 p. 183, 20 | συνίσταται Pc, (post κόμμα transp.) Ac; συνίστασθαι (post κόμμα- transp. ) VcBa; om. Pa συνίσταται τὸ κῶλον συλλαβῶν W VII 931, 25 20 ἔσται W VII | κόμμα δέ ἐστι om. Pa; κόμμα γάρ ἐστι? 21 ὀλίγα P)
185
εἰς τοιαῦτα καταλήξει κόμματα, ὅταν λέγῃ «πότερον ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ τὴν εἰρήνην ἔλυεν ἢ οὔ; καὶ γὰρ αἱ ἐπὶ τέλει δύο συλλαβαὶ «ἢ οὔ» κόμμα ἐστίν, ἐρωτῶντος ὁλοκλήρως ἀνθρώπου τὴν διάνοιαν.

Εἴδη δὲ πνευμάτων δύο· ἤτοι γὰρ ἓν νόημα λαβόντες καὶ τοῦτο ἐργαζόμενοι τῇ ἑρμηνείᾳ πλείοσι κώλοις, ὡς ἔφην, διαρκοῦμεν τὸ ἓν ἐπεκτείνοντες, οἷον «ὅτε γὰρ περιὼν ὁ Φίλιππος Ἰλλυριοὺς καὶ Τριβαλλούς, [*](160) τινὰς δὲ καὶ τῶν Ἑλλήνων κατεστρέφετο καὶ δυνάμεις πολλὰς καὶ μεγάλας ἐποιεῖτο ὑφʼ ἑαυτόν, καί τινες τῶν ἐκ τῶν πόλεων ἐπὶ τῇ τῆς εἰρήνης ἐξουσία βαδίζοντες [*](245) ἐκεῖσε διεφθείροντο, ὧν εἷς οὗτος ἦν, τότε δὴ τότε πάντες, ἐφʼ οὓς ταῦτα παρεσκεύαζεν ἐκεῖνος, ἐπολεμοῦντο. εἰ δὲ μὴ ἡσθάνοντο, ἕτερος οὗτος λόγος, οὐ πρὸς ἐμέ», τοῦτο γὰρ σύμπαν ἑνός ἐστι νοήματος ἑρμηνεία τοῦ ὅτι πάλαι Φίλιππος τοῖς Ἕλλησιν ἐπεβούλευεν· ἢ ὅταν πολλὰ πράγματα ἀθρόως ἔχοντες εἰπεῖν καθʼ ἕκαστον κῶλον πρᾶγμα ἀπαρτίζωμεν, ὡς ἐν ἐκείνῳ «ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν καὶ καταλαμβάνων Ὠρεὸν καὶ κατασκάπτων Πορθμόν», καὶ διόλου τοῦτο τὸ πνεῦμα συναπαρτίζει τῷ πράγματι [*](1 sc. p. 184, 8 sq.: Dem. 18, 71 4. 5 ἐρωτῶντος τοῦ ῥήτορος ὁλοκλήρως μετὰ τῶν δύο συλλαβῶν τούτων τὴν προκειμένην πᾶ- σαν διάνοιαν W VII 931, 29 4 τὴν om VcBa 7 ἐργασάμενοι VcBa 8 p 183, 15 | Dem 18, 44 9 περιϊὼν PMr | ὁ om. Vc 10 δὲ suppl. m. 2Vc 12 ἐκ τῶν om. (mg γρ τῶν πολεμίων) P 18 αἰσχινης post ἦν add. VcBa | δὴ τότε hic om. Dem.; V. p. 181, 11 ann., 190, 2 15 λόγος οὗτος VcBa | ὁ λόγος Pc 17 ὅτι εἰ πάλαι VcBa 19 ἓν πρᾶγμα? | ἀπαρτίζομεν VcBa 19.20 ὡς ἐκεῖνο Ac, m 2Vc | p. 184,8 21 καὶ μεγάροις ἐπιχειρῶν post ἀττικὴν add. Ac, post 22 ὠρεὸν Sc 28 τούτου VcBa | τὸ om. Ac | συναπαρτίζεται VcBa; συναρτίζει Ac)

186
καὶ κῶλον. καὶ παρὰ ταῦτα οὐκ ἔστιν ἄλλο εἶδος πνεύματος.

Ἐλέγχεται δὲ τὸ πνεῦμα καὶ γίνεται τῇ ἐπιμονῇ τοῦ σχήματος· δεῖ γὰρ ἐπιμείναντα τῷ σχήματι τ ὁμοιότητι τοῦ σχήματος δεῖξαι τὴν τέχνην. συνδεῖται δὲ τὸ πνεῦμα καὶ συντίθεται μάλιστα καὶ εὔτονον γίνεται τοῖς συνεχέσι συνδέσμοις τοῖς συμπλεκτικοῖς, καὶ πάσχει δέ γε κοσμούμενον ἀπʼ ἀρχῆς ἄχρι τέλους. καὶ παράδειγμα οὐκ ἔθηκα· οὐδὲν γὰρ ἔστιν, ὅ τι μὴ οὕτως ἔχει.

Σχήματα δὲ πνευμιάτων, ὅσα καὶ λόγων· ἔξεστι γὰρ ὅθεν βούλει σοι τὸ πνεῦμα λαβόντι καὶ λέγοντι μόνον ἐπιμεῖναι, ὅτῳ δʼ ἂν ἐπιμείνῃς, πνεῦμα ποιεῖς. μετρίως δὲ ἀπὸ τῶν παραδειγμάτων τὰς τηρήσεις ἀναγκαῖον ἐκθεῖναι. ἔστι γὰρ αὐτῶν τὸ μὲν ἀποφαντικὸν κατὰ τὴν ὀρθὴν πτῶσιν οἷον «ἀλλʼ ὁ τὴν Εὔβοιαννος σφετεριζόμενος»· ἀπὸ γὰρ τοῦ σφετεριζόμενος ἡ ἐπιμονὴ γενομένη τὸ σχῆμα προήγαγεν. — Ἔστι καὶ κατʼ ἐρώτησιν, ἐάν τις λέγῃ ‘τίς γὰρ ὁ τὴν Κὔβοιαν ἐκεῖνος σφετεριζόμενος; τίς ὁ καταλαμβάνων Ὠρεόν; τίς ὁ κατασκάπτων Πορθμόν; τίς ὁ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν;ʼ καὶ διόλου ἀλλάξας τὸ σχῆμα [*](246) σῷον ἐποίησας τὸ πνεῦμια, κἂν αὐτὰ λέγῃς τὰ ῥήματα, μόνον ἀντὶ τοῦ ἄρθρου τοῦ ὁ τὸ τίς παραλαβὼν διὰ τὸ σχῆμα μόριον. — Ἔστι καὶ ἐλεγκτικόν, ἐάν τις λέγῃ [*](1 κῶλον PAc, Anon. lII 114, 26 Sp. ; τοῖς κώλοις VcBa; τὸ κῶλον m 2Vc | ταῦτα v.l. P; τοῦτο PV 8 καὶ γίνεται om. Ac 4 ἐπιμείναντι Ac 5 τοῦ σχήματος om. VcBa 9 ὃ (om. τι) V ἔχει οὕτως Ac 12 ἐπιμεῖναι καὶ P 18 δὲ καὶ ἀπὸ Ac 14 ἀπο- φατικὸν | cf. 4, 21 sq 15 οἷον om | p. 184, 5 17 παρ- ήγαγεν Ac; πεποίηκεν VcBa | δὲ ante καὶ add. V 18 τις om. λέγηις VcBa 20 κατακόπτων (pro κατασκάπτων) Ba 28. 24 μόνα ἀντὶ τοῦ ο ἄρθρου τὸ τίς μόριον παραλαμβάνων διὰ τὸ σχῆμα VcBa | διὰ τὸ om. Ac 24 σχῆμα καὶ μόριον Ac, v.l.P (atrecte hic)

187
‘οὐχ οὗτός ἐστιν ὁ τὴν Εὔβοιαν σφετεριζόμενος; οὐχ οὗτός ἐστιν ὁ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν;ʼ καὶ τὰ ἑξῆς ὁμοίως. — Καὶ δεικτικὸν γίνεται πάλιν τοῦ οὐχί ἀφαιρεθέντος οἷον ‘οὗτος ὁ τὴν Εὔβοιαν σφετεριζόμενος, οὗτος ὁ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν [*](162) Ἀττικήνʼ — Καὶ ἡ ἔνστασις μέντοι τοῦ πνεύματος ποιεῖ σχῆμα κάλλιστον, ἐὰν λέγωμεν ‘οὐ τὴν Εὔβοιαν ἐσφετερίζου; οὐ κατεσκεύαζες ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν;’ — Καὶ καθόλου ἀποστροφὴ πᾶσα εἰς πρόσωπον ἐπιμείνασα πνεῦμα ἐγένετο, κἂν εἰς ἐμαυτὸνἐπιστρέψας λέγω ‘ἐγὼ μὲν ἤμην ὁ τὴν Εὔβοιαν σφετεριζόμενος, ἐγὼ δὲ ὁ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν, ἐγὼ δὲ ὁ καταλαμβάνων Ὠρόν, ἐγὼ δὲ ὁ κατασκάπτων Πορθμόνʼ· δύναται γάρ που ἐν προβλήματι καὶ Φίλιππος λέγειν ταῦτα. — Ἢ ἀρνητικὸν πάλιν πνεῦμα, ἐάν τις λέγῃ ‘οὐκ ἐγὼ τὴν Εὔβοιαν ἐσφετεριζόμην, οὐκ ἐγὼ κατεσκεύασα ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήνʼ. — Ἔστι καὶ ἀποτρεπτικὸν σχῆμα, ὃ ἐπιμεῖναν πνεῦμα γίνεται, ὅταν λέγῃ «μή μοι μυρίους μηδὲ δισμυρίους λόγους μηδὲ τὰς ἐπιστολιμαίους ταύτας δυνάμεις πρόφερε».

Ἰστέον δέ, ὅτι ἐπὶ πάντων τούτων αἵ τε τῶν ἀριθμῶν ἀλλαγαὶ ἐνικῶν καὶ πληθυντικῶν ἀλλάσσουσι καὶ μετασχηματίζουσιν αἵ τε τῶν γενῶν καὶ τῶν πτώσεων καὶ [*](scholiasta P interpretatur: τὸ τίς παραλαβὼν μόριον, διὰ τὸ σχῆμα) | δὲ καὶ VcBa | cf. 5,1.9 | ἐὰν λέγηις V) [*](2 καὶ — 8 ὁμοίως om. Vc 8 ἐξῆς ὡσαύτως· ὁμοίως καὶ Ac 4 οὗτός ἐστιν ὁ V 5 ἐπὶ om. Pa 9 ἐπιστροφὴ Pc 10 ἀπο- στρέψω λέγων 18 ἐγὼ — Πορθμόν om VcBa 15 πνεῦμα πάλιν Ac; [πνεῦμα] 16 κατεσκεύαζον VcBa 17 ἀπαγορευτι- κὸν VcBa 18 ἐγένετο Vc 19 Dem. 4, 19 (ξένους pro λόγους) 19.20 ἐπιστολιμαίας VcBa 21 sq. cf Alex lII 33, 15 sq. Sp Π. ὕψ. 23 | τούτων πάντων | αἵ τε αἰ Pc 22. 28 σχηματίζουσιν VcBa 23 καὶ αἱ τῶν Ac, m. 2Vc | alt. τῶν om. Vc)

188
αἱ τῶν ἐγκλίσεων. ἀριθμῶν μέν, ὁπόταν τις λέγῃ ‘οὗτός ἐστιν ὁ τόδε ποιῶνʼ, ποτὲ δὲ λέγῃ οὗτοί εἰσιν οἱ καταλαμβάνοντες Ὠέον, οὗτοί εἰσιν οἱ κατασκάψαντες [*](163) Πορθμόνʼ. γενῶν δέ, ἂν ποτὲ μὲν ἀρσενικὸν ὄνομα προθῇς, ποτὲ δὲ θηλυκόν, ποτὲ δὲ οὐδέτερον, εἶτα ἐπιμείνῃς· γένους γὰρ ἀλλαγὴ σχήματός ἐστιν ἐναλλαγή. πτώσεων [*](247) δέ, ἐὰν ποτὲ μὲν ὀνομαστικῶς, ποτὲ δὲ γενικῶς, ποτὲ δὲ κατὰ τὴν δοτικήν, ποτὲ δὲ κατὰ τὴν αἰτιατικὴν ἐξενέγκῃς τὸ σχῆμα· καὶ τὰς πτώσεις ἑνικῶς μὲν ἐκφέρων ἄλλο πνεῦμα ποιεῖς, πληθυντικῶς δὲ ἄλλο. καὶ κατὰ τὰς ἐγκλίσεις ὁμοίως. — Ταῦτα μὲν οὖν φύσιν ἔχει τοιαύτην καὶ πάντα, ἵνα μὴ καθʼ ἕκαστον λέγωμεν· πᾶσα γὰρ πτῶσις, πᾶσα ἔγκλισις, πᾶς ἀριθμός, πᾶν γένος, πᾶσα μετοχή, πᾶσα ἀντωνυμία μεταποιούμεναι καὶ μεταλλαττόμεναι τὰ σχήματα ἀλλάττουσιν.

Ἐκεῖνο δὲ ἄξιον εἰδέναι, ὅτι προχωροῦν τὸ πνεῦμα ἐν τῷ σχήματι εἰς συχνὰ κῶλα ὀφείλει καὶ μεταπεσεῖν εἰς ἄλλο σχῆμα λόγου προχωροῦν καὶ τῷ δευτέρῳ πάλιν ἐπιπίπτειν εἰ τύχοι τὸ τρίτον· ἡ γὰρ κοινωνία ἡ τοιαύτη καὶ ἡ διαδοχὴ ὡραῖον ποιεῖ τὸν λόγον ἐν τῷ πνεύματι, οἷον ἐὰν ἀπὸ τῆς ἀποφάνσεως εἰς τὴν [*](1 αἱ om. Ba; αἱ τῶν om. m. 1Vc | λέγη τις Ac; λέγωμεν Ba, (ης m. 2) Vc 1 2 τὸ οὗτός VcBa 2 καὶ ὅτε (om. δὲ) Ac |λέγει Ac; λέγεις VcBa 8 κατασκάπτοντες Ac, (ψαν m. 1 supr.) Pc 4 ⌊II—III⌉ πορθμόν Vc | ἀρσενικὸν ὄνομα VcBa; θηλυκὸν (om. ὄνομα) PAc 5 θηλυκὸν VcBa; ἀρσενικόν PAc 6 ἐναλλαγή P; ἀλλαγή 7 ποτὲ δὲ γενικῶς — 8 δοτικήν om. Pc 9 τὸ σχῆμα καὶ Ac, (m.1 cr. τὰ σχήματα) Pc; τὰ σχήματα καὶ Pa; om. VcBa | καὶ τὰς πτώσεις· PAc; τὰς πτώσεις· καὶ VcBa 11 ταῦτα Pa | ἔχει φύσιν VcBa 15 τὰ om. Ac 17 ἐν om. VcBa 17. 18 καὶ μεταπεσεῖν καὶ εἰς VcBa 18 λόγου πάλιν VcBa προχωρεῖν Ba, m. 1Vc; om. Ac 19 εἰ τύχοι ἐπιπίπτειν VoBa, (ἐμπ-) Ac 20. 21 τὸν ἐν πνεύματι λόγον Ac 21 ἀποφάσεως | cf. De- metr. De eloc. 279)

189
πεῦσιν καταστῇς, ὡς ὁ Δημοσθένης τὰ πρῶτα κῶλα ἀπεφήνατο «ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος», εἶτα κατέβη εἰς τὴν πεῦσιν «πότερον ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει; ἢ τὸ ἔμπαλιν, ἂν ἐρωτήσας εἰς τὸ δεικτικὸν μεταβάλῃς ἢ εἰς ἄλλο τι. πλὴν ἰστέον, ὅτι καλὸν ἐπιμείναντα τῷ πνεύματι ἐν [*](164) τῷ ἐνὶ σχήματι καὶ εἰς διαδοχὴν ἄλλου προχωρῆσαι· πολλάκις γὰρ τοῦτο οὕτω περικαλλῆ τὸν λόγον ἐποίησεν, ὥστε καὶ εἰς τρίτον σχῆμα μεταβαίνοντας ἀναστῆσαι τοὺς ἀκούοντας, ὥσπερ ἀκμαζούσης τῆς τοῦ λέγοντος φορᾶς, ἣν παρίστησι τοῖς ἀκούουσιν ἡ τοῦ σχήματος μεταβολή. τοὺς πολλοὺς δὲ καὶ ἠπάτησεν ἡ θεωρία ὡς ἀκμὴ οὖσα. ὁ δὲ ἀκμαῖος λόγος οὐχ ὁ αὐτός ἐστιν ἐν λόγῳ καὶ νοήματι, ἀκμὴ δὲ ἄλλο τι διανοίας ἐστὶ καὶ ἄλλο λόγου· ἀκμὴ γάρ ἐστι λόγου τῶν κατὰ πνεῦμα σχημάτων μεταβολή, νοημάτων δέ, ὅταν πληρώσας τις [*](248) ἓν νόημα ἐν πνεύματι εἰς ἄλλο νόημα λαθὼν μεταβῇ κἀκεῖνο ποιῇ πνεῦμα, εἶτα ἀπʼ ἐκείνου εἰς ἄλλο πνεῦμα· καὶ οὕτως ἐκ τῶν ἀδήλως ἄλληλα διαδεχομένων ἡ ἀκμὴ γίνεται. ὡς δʼ ἐπὶ παραδείγματος τὸ Δημοσθενικὸν ῥητέον, ὅπως εἰδείημεν, ὅτι ἡ τῶν πνευμάτων συνθήκη ἀκμή ἐστιν· «ὅτε γὰρ περιὼν ὁ Φίλιππος Ἰλλυριοὺς καὶ Τριβαλλούς, τινὰς δὲ καὶ τῶν Ἑλλήνων κατεστρέφετο καὶ δυνάμεις πολλὰς καὶ μεγάλας ἐποιεῖτο ὑφʼ ἑαυτόν, καί τινες τῶν ἐκ τῶν πόλεων ἐπὶ τῇ τῆς [*](1 μεταστῇς? 2 Dem. 18,71 | ἐκείνην Vc 8 μετέβη? 6 κάλ- λιον VcBa 9 ὡς (om. τε) VcBa 10 ὥσπερ Pa V ; ὥστε Pc 13. 14 λόγος ἐν λόγωι καὶ ἐν πράγμιατι οὐχ ὁ αὐτός (om. ἐστιν) Vc Ba 15 pr τοῦ λόγου | μὲν γάρ 18 ποιεῖ PAcBa 19 ἀδή- λως ἀλλήλων Ba, m 1Vc; ἀδήλων (m. po. : ἀλλήλων) εἰς ἄλληλα Pc ἀδήλως εἰς ἄλληλα PaAc | ἡ om. VcBa 20 ὡς ἐπὶ παραδείγ- ματος δὲ Ac 22 Dem. 18, 44—49 (cf. 185,3) περιϊὼν F | ὁ om. Pc 23 pr. καὶ Pa ; ἢ Pc 25 ἑαυτῶ Ac, m. 2Vc τῆς πόλεως Ac)
190
εἰρήνης ἐξουσίᾳ βαδίζοντες ἐκεῖσε διεφθείροντο, ὧν εἶς οὗτος ἦν, τότε δὴ τότε πάντες, ἔφ οὓς ταῦτα παρεσκευάζετο ἐκεῖνος, ἐπολεμοῦντο. εἰδὲ μὴ ῇσθάνοντο, ἕτερος λόγος οὗτος, οὐ πρὸς ἐμέ», μέχρι τούτου τὸ πνεῦμα· εἶτα τὸ «οὐ πρὸς ἐμέ» θελήσας ἐργάσασθαι [*](165) ἄλλο πνεῦμα ἐποίησεν «ἐγὼ μὲν γὰρ καὶ προὔλεγον καὶ διεμαρτυρόμην καὶ παρʼ ὑμῖν ἀεὶ καὶ ὅποι πεμφθείην· αἱ δὲ πόλεις ἐνόσουν», καὶ τοῦτο μέχρι τῶν προδοτῶν προχωροῦν ἓν πνεῦμά ἐστιν· εἶτα λέγει τκαὶ τὰ ἄλλα πλὴν ἐκείνους ὅμως ἄλλους οἰομένους πωλεῖν πρώτους ἑαυτοὺς πεπρακότας σθῆσθαι2, ἀπὸ γὰρ τούτου καταλιπὼν πάλιν τὸ ἐγὼ οὐκ αἴτιοςʼ ἐργάζεται πνεῦμά τι ἄλλο, ὅτι οἱ προδόται πρὸ τῶν ἄλλων ἑαυτοὺς πιπράσκουσιν «ἀντὶ γὰρ φίλων καὶ ξένων, ἃ τότε ώνομάζοντο, νῦν κόλακες καὶ θεοῖς ἐχθροὶ καὶ πάντα ἃ προσῆκεν ἀκούουσι» , καὶ τὰ παραδείγματα ληφθέντα εἰς κατασκευήν ἐστι τούτου, καὶ ἔστη ἐνταῦθα «ἐπεὶ διά γε ὑμᾶς καὶ πάλαι ἂν ἀπωλώλειτε»· ὥστε ἡ τῶν τριῶν πνευμάτων σύνθεσις ἀκμὴ γέγονεν ἐντελὴς ἐκ νοημάτων οὖσα. — Ἐπὶ τούτῳ προσθετέον ἐκεῖνο, ὅπερ ἐστὶ λαμπρὸν πάνυ καὶ ποιεῖν καὶ εἰδέναι, ὅτι [*](249) [*](8 παρεσκεύαζεν VcBa 4 οὗτος λόγος Ac 4. 5 τὸ ἕν πνεῦμα schol. P |W VIII 828, 20) 6καὶ P; om. V, schol. P, Dem. 18, 45 7 διεμαρτυράμην V, schol. P 9 Dem. 18, 46 | γρ τοῖς δὲ προεστηκόσι (προεκστηκόσι Pa) καὶ τᾶλλα· πλὴν ἑαυτοὺς οἰομένοις πωλεῖν P 10 ἐκείνους om. VcBa | ὅμως om. | οἰόμενοι VcBa 11 πεπρακότες ἤσθεσθε VeBa 12 οὐκ ἐγὼ V 18 τι om. Ac 15 καὶ τοῦ θεοῦ ἐ. VcBa 17 πληρώ.σας VcBa 18 γρ καὶ οὕτως· καὶ ἔστη ἐνταῦθα πληρώσας· γρ καὶ οὕτως καὶ τὰ παραδείγματα ληφθέντα εἰς κατασκευήν ἐστι τοῦ ἀλλʼ οὐκ ἔστι ταῦτα οὐκ ἔστι mg. P; γρʹτοῦ ἀλλʼ οὐκ ἔστι ταῦτα οὐκ ἔστιν· ἐπεὶ διά γε ὑμᾶς καὶ πάλαι ἂν ἀπωλωλεevan.] m. 2Vc | καὶ P; om. V, Dem 18, 49 ἀπολώληται Ba; ἀπολώλ|ει; m.2?] τε Vc 20 τού- τοις Pa 21 πάνυ καὶ τὸ εἰδέναι καὶ τὸ ποιεῖν Ba, ([l]καὶ et καὶ τὸ ποιεῖν er.) Vc)
191
ἀκμῆς γινομένης ἀπὸ τῶν νοημάτων δεῖ τελευταῖον τηρεῖν τὸ ποριμώτερον — δεῖ γὰρ ἀεὶ τὸν λόγον αὔξειν —, ποριμώτερον δέ ἐστι τὸ ἐκ παραδειγμάτων [*](166) τὴν σύστασιν λαβεῖν δυνάμενον ἢ παραβολῶν. οὕτω γὰρ τῆς τέχνης τὴν τάξιν σε διδασκούσης καὶ ἐπὶ τὸ κρεῖττον κατʼ ὀλίγον προαγομένης καὶ ἀναγούσης εὐδοκιμεῖν ἡ ψυχὴ δοκεῖ, τῆς τέχνης διʼ ὧν προσῆκεν ὁδευούσης· καὶ γὰρ ὁ Δημοσθένης τὰ περὶ προδότας παραδείγματα τελευταῖα ἐφύλαξε, καὶ Ὅμηρος τὸ κατὰ κῶλον πνεῦμα ἐν πράγμασι πληρώσας ἐπὶ τὴν παραβολὴν ἡλθεν
  • «ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ
  • ἀνήρ·
  • ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
  • ευόντων· ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν »,
  • εἶθʼ ἡ παραβολὴ
  • «ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι
  • δώματος ὑψηλοῖο, βίας ἀνέμων ἀλεείνων,
  • ὡς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.»
  • Τάσις δέ ἐστι λόγου, ὅταν ὑπεραίρῃ τῷ μέτρῳ τὸ 5 πνεῦμα μακρότερον γινόμενον ὑπὲρ τὸ δύνασθαι ἐν ἰδίῳ ληφθῆναι τοῦ λέγοντος πνεύματι. τοῦτο γάρ ἐστιν [*](1 γενομένης VcBa 8 ἐκ PV ἀπὸ schol. P 6 ἀναγούσης PaAc; ἐναγούσης Pc; προαγούσης Ba; ?m 1 m.po.) Vc 8 εὐ- οδουμένης Ac; εὐοδούσης schol. Pa, (mg ad scholion γρʹ ὁδευ- ούσης) Pc | καὶ γὰρ καὶ VcBa | Dem. 18, 48 ἐδίδαξε Pc 10. 11 versuum ordo cum his pugnat 12 Hom. Π 215 | δʼ ἄρʼ Pa 17 Hom. Π 212 18 19 V ; om. P 20 περὶ τάσεως λόγου V 21 δὲ PPπ; om. | μέτρωι τοῦ λόγου τὸ Pc 22 γενόμενον τοῦ δύνασθαι Ba, (τοῦ ex cr.; m.2?) Vc)

    192
    ἡ τάσις τὸ ἀποτετάσθαι ἐπὶ μήκιστον ἤ χρὴ τὸ πνεῦμα. [*](167) καταφορὰ δέ ἐστιν ἡ ἐν τῇ κατηγορίᾳ τάσις. τίνι δὲ διαλλάττει; ὅτι ἡ τάσις καὶ ἐν ἀπολογίαις εἶναι δύναται, ἡ καταφορὰ δὲ οὐκ ἂν γένοιτο ἐν ἀπολογίᾳ.

    [*](250)

    6 Τὸ δὲ διλήμματόν ἐστι σχῆμα μὲν λόγου, δριμύτητος δὲ δόξαν ἔχον καὶ ἀληθείας. ἔστι δὲ τοιοῦτον, ὅταν δύο ἐρωτήσεις ἐρωτῶντες τὸν ἀντίδικον πρὸς ἑκατέραν ὦμεν εἰς λύσιν παρεσκευασμένοι. δεῖ δὲ τὰς ἐρωτήσεις ἐναντίας ἀλλήλαις εἶναι ὡς πάντως ἢ ταύτην ἢ ἐκείνην ἀποκριθησομένου τοῦ ἐχθροῦ· εἰ μὲν οὖν ἔχοιμεν ἀμφοτέρας λῦσαι, δεῖ ἐρωτᾶν κατὰ διλήμματον, εἰ δὲ μή, μὴ προτείνειν τὸ σχῆμα. ἐὰν γὰρ τῶν ἐρωτήσεων ἡ ἑτέρα ῥᾳδία τῷ ἐχθρῷ πρὸς ἀπόκρισιν, σοὶ δὲ δύςλυτος, πάντως ἡττήσῃ· ἐρωτᾷς γὰρ ἢ ὡς οὐκ ἀποκριθησομένου ἢ ὡς, εἰ καὶ ἀποκρίναιτο, λῦσαι· εἰ δὲ ἀποκρινόμενός σε νικήσειεν, ἑαυτῷ αἴτιος ἐγένου τῆς ἥττης. [*](168) οὐδὲ γὰρ ἐν ταῖς ἁπλαῖς ἐρωτήσεσι, μή τί γε κατὰ διλήμιματα [*](1 μακρότερον Portus 2 τῃ P; om. V. W VII 903, 24, Anon. III 115, 15 Sp. 3 ἀπολογίαι Pc 6 τὸ δὲ PPπ, m. 2Vc;om. V | σχῆμα μὲν PaPπ,m. 2Vc; μὲν χῆμα Pc; μὲν om. V, cf. schol. F; γρ τὸ δὲ διλήμματον ἔστι μὲν σχῆμα λόγου Pa, (om. γρ; om. μὲν) Pc 7 δὲ om. V, schol. P (W VII 834, 7) ἀληθείας Ac; mg. ἐχρῆν ἀληθείας εἰπεῖν οὐχὶ ἀλή κτλ schol. P; ἀλήθειαν P VcBa 8 cf. Aps. l 2 p 285, 12 Sp. B | ἑκατέραν PaAc, (σ m. 1 supr.) Pc; ἑκα- τέρας VcBa 10 ἀλλήλαις, ex ων?] Pa 11 ἀποκρινομένου P εἰ μὲν οὖν P καὶ εἰ μὲν V 12 διλήμμτον P; διλήμματα Vc Ba; ? Ac 14 ἦι post 13 γὰρ | ῥαιδία μὲν τῶ Ac 15 ἡττή- σει P; ἡττηθήσῃ Ac, v.l.P ἥττησαι VcBa 15. 16 ἀποκριθησο- μένου τοῦ ἐχθροῦ ἢ V (cf. l.11) 16 καὶ om. VcBa | ἀποκρίνοιτο V | τοῦ ante λῦσαι add. VcBa; λύσων? 17 σε om. Pc | νικήσει σεαυτῷ Sc 18 γε ταῖς κατὰ Ac 18. p 193, 1 διλήμματον Pc)

    193
    ἐρωτᾶν δεῖ. εἰ μὴ τότε, ὅταν ἢ μὴ ἔχῃ, τί ἀποκρίνηται, ἢ ὅταν μέλλῃ τοῦτο ἀποκρίνεσθαι, ὃ σοὶ συμφέρει· καθόλου γὰρ ὁ ἐρωτῶν ὡς εἰς νίκην τῇ ἐρωτήσει θαρρῶν ἐρωτᾶ.

    Τὸ δὲ διλήμματόν ἐστι τοιοῦτον οἷον ‘πότερον παρῆς τούτοις γινομένοις καὶ συνευφραίνου ἢ οὐ παρῆς;ʼ ἐάν τε γὰρ εἴπῃ παρήμην καὶ συνευφραινόμηνʼ, παρεσκεύασται ὁ ῥήτωρ εἰπεῖν ‘πῶς οὖν κατηγορεῖς τούτων, οἶς συνευφραίνου;ʼ ἐὰν δὲ λέγῃ ‘οὐ παρήμηνʼ, ἀπαντήσεται αὐτῷ ὅτι ‘δίκης ἄξιος τοῖς ἀγαθοῖς τοῖς τῆς πόλεως μὴ συμπαρώνʼ. καὶ πάλιν ‘ᾔδεις τὰ μέλλοντα ἢ οὐκ ᾔδεις; ἐάν τε γὰρ εἴπῃ ‘ᾔδεινʼ, ἀπαντᾷ τί οὖν οὐ προέλεγες;ʼ ἐάν τε εἴπῃ ‘οὐκ ᾔδεινʼ, ‘τί οὖν ἡμῶν ὡς μὴ εἰδότων κατηγορεῖς; εἰ μὲν γὰρ ᾔδεῖς, προειπεῖν ὤφειλες· εἰ δὲ οὐκ ᾔδεις, τί τῶν ἄλλων ὡς μὴ εἰδότων κατηγορεῖς, τῆς ἀγνοίας τῶν μελλόντων κοινῆς οὔσης πρὸς πάντας ἀνθρώπους;ʼ

    Γίνεται δὲ τὰ διλήμματα ἤτοι τῶν δύο ἐρωτήσεων διʼ ἓν πέρας ἐρωτωμένων οἷον ‘εἴτε καλὴν ἔγημας εἴτε [*](251) αἰσχράν, οὐκ ἔδει γῆμαιʼ· ἓν γὰρ πέρας συνάγεται ἐξ ἀμφοτέρων, τὸ μὴ δεῖν γῆμαι, διὰ μὲν τὸ καλὴν κοινήν, διὰ δὲ τὸ αἰσχρὰν ποινήν· καὶ τὰ μὲν κοινὰ· [*](169) διλήμματα ταῦτά ἐστιν· ἢ ὅταν τῶν ἐρωτήσεων ἑκάστη [*](1 2 ἀποκρίνοιτο Ac 2 ὅταν om | μέλλ|ηι m.2 | Vc; μέλλει Ba; μέλλοι Ac | σοὶ om. Pa 3 ὡς om Pa | εἰς om m. 1Pc 5 οἷον om. Ac | cf. Dem. 18, 217 9 συνηυφραίνου VcBa | δὲ P ; τε V εἴπηι V 10 ἄξιος εἶ Sc 11 τοῖς om. VcBa cf. | Dem. 18, 196 ; Hern. p. 69, 15 12 μέλλοντα ἔσεσθαι V 13 ἐρεῖ ante alt. τί suppl. m. 2Vc (ἐρεῖ ὅτι τί Sc) 14 ὡς ἡμῶν (om. μὴ) V γρ ὡς εἰδότων Pa 16 μὴ om. V 18 |δὲ τὰ] Pa; τὰ om. Pc 19 cf. Antisthenes, Diog. Laert. VI 3. Bion, D L, IV 48 20 mg ἐν ἄλλοις οὐκ ἔστι τὸ πέρας P 21. 22 διὰ μὲν — ποινήν suspecta | τοῦ καλὴν . . . τοῦ αἰσχρὰν P 22 καὶ — 28 ταῦτα post p 194, 1 δέηται VcBa 28 ἐστιν om. VcBa)

    194
    ἰδίας ἀποδόσεως δέηται, τοῦτο δὲ τὸ διλήμματον σεσόφισται καὶ Δημοσθενικόν ἐστι σχῆμα.

    7 Παρήχησις δέ ἐστι κάλλος ὁμοίων ὀνομάτων ἐν διαφόρῳ γνώσει ταὐτὸν ἠχούντων. γίνεται δέ, ὅταν δύο ἢ τρεῖς ἢ τέσσαρας λέξεις ἢ ὀνόματα εἴπῃ τις ὅμοια μὲν ἠχοῦντα, διάφορον δὲ τὴν δήλωσιν ἔχοντα, ὡς παρὰ τῷ Ξενοφῶντι «πείθει τὸν Πειθίαν» καὶ παρὰ τῷ Ὁμήρῳ «ἀλλ’ Εὐπείθει πείθοντο», κἀκεῖ μάλιστα ἐναργῶς [*](170)

  • «ἤτοι ὅ γʼ ἐς πεδίον τὸ Ἀλήιον οἶος ἀλᾶτο
  • ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων».
  • ἐνταῦθα γὰρ ὅμοια μὲν ἀλλήλοις ἠχεῖ τὸ ‘Ἀλήιονʼ καὶ τὸ ‘ἀλᾶτοʼ καὶ τὸ ‘ἀλεείνωνʼ, ἀλλὰ τὸ μέν ἐστι τόπου ὄνομα, τὸ ‘Ἀλήιονʼ, τὸ δὲ ‘ἀλᾶτοʼ πρᾶγμα, τὸ δὲ ‘ἀλεείνωνʼ πρᾶγμα μὲν καὶ αὐτό, ἄλλο δὲ παρὰ τὸ σεσημασμένον. καὶ ὁ Θουκυδίδης «καὶ μὴν τότε Αἴγυπτος ὑπὸ βασιλεῖ ἐγένετο πλὴν Ἀμυρταίου τοῦ [*](2 σχῆμά ἐστιν V | Δημοσθενικόν: cf. 69, 11 ann.; W IV 632, 18. 633, 1 | ὅπερ καὶ παρʼ ἡμῶν ἐν τῆι τέχνηι 〈cf. Herm. Π. στ. 68, 19 sq.〉 ὡς παραγραφικὸν μεμελέτηται post σχῆμα add. P (παρημῶν — μεμελέτηται lemma) Mr, (τῆ διαιρετικῆι τέχνηι ὡς παραγραφικὸν ἀντιληπτικῶς μ.) Ac; mg. m.1 γρ καὶ παρʼ ἡμῶν ἐν τῆι διαιρε- τικῆ τέχνη ὡς παραγραφικὸν ἀντιληπτικῶς μεμελέτηται P; inter- polatonem om. m.1VcBa (m.2 add. : ὅπερ . . . τῆ 〈διαιρετικῆ m.po. add Vc〉 τέχνηι ὡς παραγραφικὸν ἀντιληπτικῶς μ.) 4 δὲ P; om. VPπ 5 γίνεται δὲ V, schol. P (W VII 837, 1); οἷον P 6 δύο ἢ V, schol. P; om. P | ἢ καὶ τέσσαρας V εἴποι P 8 Xen. Hell. VII 1, 41 (Πεισίαν . . πείθει) | π| ει m. 2; ex υ?]θίαν Vc; πιθίαν AcBa 9 τῷ om. V | Hom. ω 465 | ἀλλʼ οὐκ P | πεπίθοντο VcBa, schol. P | κάλλιστα (κ m.1 ex μ) Pa, (μ m. po.) Pc 11 ὁ καππεδίον schol. P, Hom Ζ 201 18 ἀλήϊον πεδίον VcBa 17 τὸ suppl. m.2Vc | |προ supr. m.po.]σεσημασμένον Pc Thuc. 1, 110 18 ἀμυνταίου Ba, (ρ ex ν) Vc)
    195
    ἐν τοῖς ἕλεσι βασιλέως· τοῦτον δὲ διὰ μέγεθος τοῦ ἕλους οὐκ ἡδύναντο ἑλεῖν καὶ ἄμα μαχιμώτατοί εἰσι τῶν Αἰγυπτίων οἱ Ἕλειοι»· ἕλος μὲν γὰρ ὁ τόπος, ἑλεῖν δὲ τὸ πρᾶγμα, Ἕλειοι δὲ ο ἐνοικοῦντες.

    [*](252)

    Κύκλος ἐστὶ σχῆμα λόγου καὶ αὐτὸ ἑρμηνείας ἴδίον 8 κάλλος ἐμπεριέχον. γίνεται δέ, ὅταν, ἀφ οὗ ἄρξηταί τις ὀνόματος ἢ ῥήματος, εἰς τὸ αὐτὸ καταλήξῃ πάλιν μήτε [*](171) πτῶσιν ἀλλάξας μήτε σχῆμα μήτε χρόνον μήτε ἀριθμὸν μήτε ἄλλο τι· οἷον «σοὶ μὲν γὰρ ἦν κλέπτης ὁ πατήρ, εἴπερ ἦν ὅμοιος σοί»· ἀπὸ γὰρ οὗ ἤρξατο μορίου, τῆς ἀντωνυμίας, εἰς τὸ αὐτὸ κατέληξεν. ἐγχωρεῖ δὲ καὶ περιοδικῶς αὐτὸ λεχθῆναι δύνασθαι, καὶ μὴν καὶ διηγηματικῶς, ὡς ὁ Δημοσθένης ἐν τῷ Πρὸς Αεπτίνην «λέγεται τοίνυν τειχίζειν ἐκεῖνος εἰπὼν οἴχεσθαι πρεσβεύων εἰς Λακεδαίμονα», καὶ διελθὼν τὰ κατὰ τὸν Θεμιστοκλέα πάλιν ὁμοίως ἐπαύσατο «καὶ πάντες ἴστε, ὃν τρόπον ἐξαπατῆσαι λέγεται»· τὸν γάρτοι κύκλον οὐχ ὁ ῥυθμὸς ἐλέγχει ἀλλὰ ἡ ἀρχὴ καὶ ἡ τελευτή.

    Εἴρηται δὲ κύκλος ἀπὸ τῶν ἐν τῇ γῇ γραφομένων κύκλων· ὥσπερ γὰρ ἐκείνων διὰ τὸ ἐξ ἴσου πανταχόθεν [*](1 τοῦτο Ba | μέγεθός τε Ac, Thuc. 2 ἠδύνατο PcVcBa εἰσὶν post 3 ἔλιοι VcBa 6 λόγου post 7 ἐμπεριέχον PAc 7 ἐμπεριέχ|ο ex ω]ν Vc | ἄρξεται PcAc 9 ἐναλλάξας Ac | μήτε σχῆμα μήτε χρόνον om. schol. P (W VII 838,8) 10 Dem. 10, 73 12 τὸ Spengel | κατέληξεν Ac; ἔληξεν P; καὶ κατέληξεν VcBa 15 ἐκεῖνος τειχίζειν V, Dem. 20, 73 16 πρεσβεύσων Pa | τὰ Pa Ac, (ὸ m.1 supr.) Pc; τὸ VcBa 17 τὸν om. Pc | καὶ ante πάλιν add. Pa V | ἐπαύσατο ὁμοίως Pc 18 τοι om. Pc 19. 20 καὶ τὸ τέλος 22 ἐπʼ ἐκείνων VcBa 22. 196,1 πανταχόθεν λαμ- βάνεσθαι ὅθεν (om cet.) VcBa)

    196
    περιφερὲς ἡ ἀρχὴ ἄδηλος, ὅθεν ἄν ἐθελήσωμεν τεκμήρασθαι οὐ δυναμένων τὴν ἀρχήν, οὕτω δὴ καὶ τούτων, ἐκ τῆς ὁμοιότητος τῶν ὀνομάτων ἀμφιβόλου τῆς ἀρχῆς καθισταμένης, ὅθεν εἶναι δύναται. διόπερ εἰ θέλοιμεν, αὐτὸ τοῦτο ἀφοριζόμενοι τὸ τί ἐστι κύκλος, [*](172) ποιῆσαι τὸ σχῆμα τοῦ λόγου ἐν τῷ περὶ αὐτοῦ λέγειν τοῦ κύκλου, ἔσται δὴ οὕτω· κύκλος ἐστὶ τὸ ἀφʼ ὧν ἂν ἄρξηταί τις ὀνομάτων ἢ ῥημάτων εἰς τὰ αὐτὰ καταλήγειν δύνασθαι πάλιν· τοῦτο γὰρ ἔστιν ὁ κύκλος.