Περὶ εὑρέσεως [Sp.]

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

14 Ὅρος καὶ ἀνθορισμὸς καὶ συλλογισμὸς καὶ λύσις τοῦ συλλογισμοῦ τέσσαρα μέν ἐστιν ὀνόματα, τῇ δὲ δυνάμει δύο· ὅ τε γὰρ τὸν ὅρον ἔχων καὶ τὸν συλλογισμὸν τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκάτερα δύναται, ὅ τε τὸν ἀνθορισμὸν καὶ τὴν λύσιν τοῦ συλλογισμοῦ τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκάτερα [*](4 alt. τῆς om. Vc Ba 8 ἢ om.VcBa cf 138,10 10 Dox :τινὲς πρὸ τοῦ περὶ τάξεως ἐπιχειρημάτων (p. 162, 18) ἀνέγνων τὸ περὶ ὅρου κτλ 13 ὁ post καὶ supr. m 2Ba |Dox.: διάφορον .. τὴν γραφὴν εὖρον . . τὰ μὲν . . . ‘ὅ τε γὰρ τὸν ὅρον ἔχων καὶ τὸν συλλογισμὸν τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκάτερα δύ- ναταιʼ· τὰ δὲ οὕτως ‘ὅ τε γὰρ τὸν ὅρον ἔχων καὶ τὸν ἀνθορι- σμὸν τοῖς αὐτοῖς ἐπιχειρήμιασι κατασκευάζειν ἑκάτερα δύναταιʼ . . . τὰ δὲ . . ‘ὅ τε γὰρ τὸν ὅρον ἔχων καὶ ὁ τὸν ἀνθορισμὸν τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκάτερα δύναται· ὅ τε τὸν συλλογισμὸν καὶ ὁ τὴν λύσιν τοῦ συλλογισμιοῦ τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκάτερα δύναταιʼ . . . ὁ μέντοι ἐξη- γητὴς οὕτως ἀνέγνω τὸ παρὸν ῥητὸν ‘ὅ τε γὰρ τὸν ὅρον ἔχων καὶ τὸν συλλογισμὸν τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκά- τερα δύναται ὅ τε τὸν ἀνθορισμὸν καὶ τὴν λύσιν τοῦ συλλογισμοὶ τοῖς αὐτοῖς ἐπιχειρήμασι κατασκευάζειν ἑκάτερα δύναταιʼ. μήπω γοῦν ἄμεινον οὕτως ἔχειν τὴν γραφὴν ‘ὅ τε γὰρ τὸν ὅρον ἔχων καὶ τὴν λύσιν τοῦ συλλογισμοῦ τοῖς αὐτοῖς ἐπιχειρήμασιν ἑκάτερα κατασκευάζειν δύναταιʼ κτλ 14 κατασκευάσαι 15 ὁ post καὶ add. Ac, m .2Ba 16 κατασκευάζειν V, v.l.P; om. P)

165
[*](230) δύναται. τέχνη δὲ θαυμασία παρʼ ἡμῖν εὕρηται πρὸς τὸ μήτε πεφύρθαι τὸν λόγον μήτε ἄπορον εἶναι διῃρημένης τῆς διανοίας, ὥσπερ καὶ ἐπὶ τῶν ἐπιχειρημάτων, ἕνα ὅ τε τὸν ὅρον μελετῶν καὶ ὁ τὸν ἀνθορισμὸν ἀντιτιθεὶς τούτῳ τὰ πρὸ τοῦ πράγματος εἰωθότα συμβαίνειν [*](139) λέγωσι, καὶ ὁ μὲν τὸν ὅρον κατασκευάζων οὕτω ζητῇ τόδε πρὸ τοῦ πράγματος ἔδει γενέσθαι, οὐ γέγονενʼ, ὁ δὲ τὸν ἀνθορισμὸν κατασκευάζων ἵνα οὕτω λέγῃ ἔδει τόδε γενέσθαι πρὸ τοῦ πράγματος, γέγονεʼ. ταῦτα μὲν ἀπὸ τῶν πρὸ τοῦ πράγματος· οἶον μαινόμενος ἀπέκτεινε τύραννον, σωφρονήσας αἰτεῖ τὸ γέρας, ἐνίσταταί τις αὐτῷ ‘οὐ τοῦτό ἐστι τυραννοκτονίαʼ. ὅ δέ φησι τοῦτό ἔστι τυραννοκτονία· ἔδει ἀνελθεῖν εἰς τὴν ἀκρόπολιν, ἀνῆλθον· ἔδει ἀποκτεῖναι, πεφόνευκαʼ, ταῦτα πρὸ τοῦ πράγματος. ὁ δὲ τὸν ἀνθορισμὸν κατασκευάζων ἐρεῖ οὕτως ἔδει βουλεύσασθαι πρῶτον τὸν μέλλοντα τυραννοκτονεῖν, σὺ μαινόμενος οὐκ ἐβουλεύσω· σωφρονούντων γὰρ ἔργον ἐστίνʼ, ὥστε τῶν ὀφειλόντων τι πρὸ τοῦ πράγματος γενέσθαι παρὰ τοῦ τυραννοκτόνου λείπει· ‘ἔδόει εἰδέναι τὸν τυραννοκτόνον, τί ποιεῖ, σὺ δὲ οὐκ ᾐόεις᾿. ὁ δὲ συλλογισμὸς ἀπὸ τῶν ἐπισυμβαινόντων τῷ πράγματι ἐπικατασκευασθήσεται, οἷον οὐδὲν διαφέρει, εἴτε ἐμαινόμην εἴτε ἐσωφρόνουν· [*](1 δύνανται Ac | a nobis Laurentius, apud nos Sturm (at cf. Sturmii commentarium) 3 τῆς om. καὶ om. | τῶν P; om. V, v .I.P ὁ om. Po 7 ζητεῖ V, (ῆ supr) Pa |οὐ PAc; oω. Vc Ba; καὶ Sc; Doxr.: ἔπταισται . . . ἡ γραφή· προσθετέον γὰρ τῷ γέγονεʼ τὴν οὔʼ ἄρνησιν κτλ ; cf 59, 16 sq. 9 οὐ γέγονε Pac, (οὐ in ras.; m po Ba; οὐ om. Pc Ac; Doz.: ἀφαιρετέον τοῦ γέγονεʼ τὴν ‘οὔʼ ἄρνησιν κτλ. 10 ἀπὸ τῶν om Vc Ba πρὸ om. Pc 14 τὴν om V 15 ἀνθορισμὸν ; ὅρον P; Dox.: ἔπταισται ἡ γραφή ἀντὶ τοῦ ἔχειν γὰρ ‘ὁ δὲ τὸν ὅρον κατα- σκευάζων ἐρεῖ οὕτωςʼ ἔχει ὁ δὲ τὸν ἀνθορισμὸν κατασκευάζωνʼ κτλ 16 δεῖ VcAc, m .1Ba |βουλεύεσθαι Ac)
166
ἂ γὰρ ὡς σωφρονοῦντος ἀποκτείναντος ἐμοῦ ἐπισυνέβη ἂν ἀγαθά, ταῦτα καὶ νῦν γέγονεν· ἔδει τὸν τύραννον ἀνῃρῆσθαι, ἀνήρηται· ἔδει ἐλευθερίαν γενέσθαι, γέγονεν· ἔδει μηδένα εἶναι ἐπὶ τῆς ἀκροπόλεως, οὐδεὶς ἔστινʼ. ὁμοίως καὶ ὁ τὴν λύσιν τοῦ συλλογισμοῦ ἔχων ἐκ τῶν μετὰ ταῦτα συμβαινόντων, εἴ τι μὴ ἐπιγέγονε, [*](140) λαμβάνων ὡς ἐπιχείρημα φήσει ὅτι πολὑ διαφέρει· ἂ γὰρ ἂν ἐπισυνέβη σωφρονοῦντός σου κτείναντος, ταῦτα οὐ γέγονε νῦν μαινομένου ἀποκτείναντος· οἶον ὁ σωφρονῶν ἀποκτείνας εὐθέως τιμᾶται, σὺ δὲ μετὰ τὸν [*](231) φόνον ἐθεραπεύου ἰατροῖς ὑποκείμενος καὶ μάγοιςʼ ὥστε τῇ μὲν δυνάμει τὰ αὐτὰ εἶναι κἀκεῖνα, οἷα τὰ ἐνθάδε, μόνῃ δὲ τῇ διαστάσει τῶν χρόνων διαφέρειν. ἐξ οὗ συμβαίνει μὴ διαμαρτεῖν τὰς δριμύτητας πρός τε εὐπορίαν τοῦ ἐπιχειροῦντος καὶ πρὸς διάκρισιν τῶν τε ἄνω κεφαλαίων καὶ τῶν ἐφεξῆς, ὡς ἂν μὴ τοῖς αὐτοῖς περιπίπτωμεν τῷ τὰς αὐτὰς δυνάμεις ἔχειν ἑκάτερα.

15 Διασκευὴ δὲ τοῦ προβλήματος ἡ διατύπωσίς ἐστι τοῦ πράγματος, ὥσπερ ἐν ποιητικῇ ἡ καθʼ ἕκαστον [*](1 ἐμοῦ καὶ ἀπ P 8 ἐπισυνέβη ἂν σου suppl.m po Pc ἀπο- κτείναντος Ac,m 1 Pc 10 σώφρων Vc Ba 13 τοῦ χρόνου add. mpo schol. P (W VI 790 ann.): ...τῇ δὲ διαστάσει μόνον τῶν χρόνων δια et insequens scholion: ‘μόνῃ δὲ τῇ διαστάσει τοῦ χρόνου διαφʼ . . ἐξ οὖτινος χρόνου συμβαίνει ἰσχυρὰς εἶναι τὰς ἐργασίας τῶν κεφαλαίων 17 αὐτὰς om Pc 20 ἡ διασκευὴ Pa PπAc |δὲ om Ac διασκευὴ δέ ἐστιν ἐν προβλήματι ἡ διατύ- πωσις τοῦ Vc Ba; γρʹ καὶ οὕτως· ἡ διασκευὴ τοῦ πράγματος ἡ διατύπωσίς ἐστι· καὶ οὕτω γρʹ ἡ διασκευή ἐστιν ἐν προβλήματι ἡ διατύπωσις τοῦ πράγματος mg. 21 καθάπερ Ac)

167
τῶν γενομένων ἀφήγησίς τε καὶ διατύπωσις, διὰ μὲν τῶν πεπραγμιένων τοῦ διασκευάζοντος ὀφείλοντος πλατῦναι τὸ πρᾶγμα μόνον, οὐ μέντοι γε οὔτε αἰτίαις οὔτε λογισμοῖς τοσοῦτον οὔτε ἄλλῳ τινὶ ἐπιχειρήματι, ἀλλὰ μόνῳ τῷ τρόπῳ. διασκευάζεται μὲν γὰρ πάντως ἕν τι τῶν τῆς περιστάσεως, καὶ ὅ τι δἂν ἐκείνων ᾖ, [*](141) τῷ τρόπῳ πάντως πλατύνεται, καὶ μετὰ τοῦ τρόπου καὶ προσωποποιίαις καὶ οἶα εἰκὸς ἧν τελεῖσθαι ἐφʼ ἑκάστου τῶν πραττομένων καὶ λεχθῆναι δυναμένων παρὰ τῶν ἐμφαινομένων προσώπων ἐν τῇ διατυπώσει. ἔξεστι δὲ τὸν διασκευάζοντα πιθανῶς τολμᾶν καὶ λέγειν, ὅσα εἰκὸς ἐπισυμβαίνειν εἴωθε τοῖς πράγμασι παράδοξα ἢ θαυμαστά, καὶ ταῦτα λαμβάνοντα ἐκ τοῦ εἰκότος· ὄ γὰρ ἂν δυνηθῇ ποτε ἐπισυμβῆναι τοιούτῳ πράγματι, λέγειν ἔξεστιν, ὡς ἐπισυνέβη καὶ τότε, πᾶν δὲ τὸ παρὰ τὸ εἰκὸς ἢ λεχθῆναι ἢ πραχθῆναι λεγόμενον εἰς κακόζηλον ἐξάγει τὴν διασκευήν.

Γίνεται δὲ ἡ διατύπωσις τοῦ πράγματος ἢ ἐκ τῶν παρελθόντων ἢ ἐκ τῶν παρόντων ἢ ἀπὸ τῶν μελλόντων, [*](232) ἢ οἷα πάλαι ἐγένετο ἢ ὁποῖα νυνὶ γίνεται ἢ ὁποῖα κατὰ τὸ μέλλον γενήσεται, ἡμῶν καὶ ταῦτα διατυπούντων. συνελόντι δὲ εἰπεῖν ἡ διασκευὴ ποιητικῆς ἔχει [*](1 γινομένων Pa τε Pc Ac; τις Vc Ba, (τε supr ) Pa, cf.168, 2 5 πλατύνεται post τρόπω add. Ac 6 δʼ om Sc 7 πάντως AC. v .l.P; om. PVc Ba 8 οἷα|l] Pc τελεῖσθαι om. 9 10 γρ καὶ οἶα εἰκὸς ἦν ἐφοʼ ἑκάστω τῶν πραττομένων καὶ λεχθῆναι δυνα- μένων ἕξει παρὰ τῶν κτλ. P; eadem in lemmate (at δυναμένων ἐξ αἰτίας τῶν, om. παρὰ) Mr 10 ἑξει ante παρὰ add V, cf v .l.P 11 τὸν om. |καὶ post λέγειν Vc Ba 12 εἰκὸς suspect. 13 λαμβάνοντα m.2 ex ο]ς, m.2 ειν supr., Vc 16 ἢ λεχθῆναι ἢ om (ἢ λεχθὲν ἢ πραχθὲν m 2 supr.) Vc | (ἢ om.; λεχθέν ἢ πραχ- θὲν ἢ λεχθῆναι ἢ m.2 supr.) πραχθῆναι m.2] λεγόμενον Ba πεπράχθαι Vc |cf. 202, 4 18 ἡ — πράγματος post 19 μελλόν- των V 20 ὁποῖα . . ὁποῖα Ac; ποῖα ... ποῖα Vc Ba 22 συν- ελόντι , (τα m.1 supr ) Pa; συνελόντα Pc)

168
φιλοτιμίαν· οὐδὲν γὰρ ἕτερον ἡ ποιητικὴ ἔχει πλὴν ἑκάστου τῶν γενομένων ἀφήγησίν τινα καὶ διατύπωσιν.

Χρὴ δὲ τὸν μέλλοντα μελετᾶν οἰκονομεῖν εἰδέναι. εἰ [*](142) μὲν γὰρ εὑρίσκοιτο διήγησις καὶ ἐκ τῶν παρελθόντων καὶ ἐκ τῶν μελλόντων ἢ ἀπὸ τῶν παρόντων μόνων ἢ καὶ τῶν δύο καιρῶν ἢ καὶ τῶν τριῶν, ἔξεστι τὸν παρελθόντα ἀπολαβόντα ἐν τῇ διηγήσει ἐνδιασκεύως ἀποπληρῶσαι τὸ ἄνω μέρος, οὐ μέλλοντα ἐνοχλήσειν τοῖς κάτω μέρεσι τοῖς αὐτοῖς διὰ τὴν τῶν μελλόντων διατύπωσιν. εἰ δὲ εἴη τὸ πρᾶγμα ὀφεῖλον διασκευασθῆναι καὶ ἄνω καὶ κάτω ἐν ταῖς διηγήσεσι, μνήμην αὐτοῦ ποιησόμεθα κατασκευάζοντες ταῖς αἰτίας, αἷς ἔφαμεν τὴν διήγησιν κατασκευάζεσθαι, τοὺς δὲ τρόπους αὐτοὺς τῇ διασκευῇ φυλάξομεν. ἐὰν δὲ παντάπασιν ἦ ἄπορον εἰς διατύπωσιν τὸ πρᾶγμα, τότε μεταχείρισίς ἐστιν οἰκονομίας ἀρίστη τὸ μηδὲ ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους γενομένους ἀποχρήσασθαι ταῖς ὑποδιαιρέσεσιν, ἀλλʼ ἀθρόως εἰπόντες τὸ πρᾶγμα ἐκεῖ καὶ πλάσαντίς τινα πλαστὰ καὶ ἐπὶ ἀθρόῳ τῷ πράγματι ἐπειπόντες τὰς καθʼ ἕκαστον ὑποδιαιρέσεις τοῖς ἐπιοῦσιμεν τῇ κατασκευῇ χρώμενοι ἐνταῦθα ἀντὶ τῆς διασκευῆς, καὶ τοὺς ὑπομερισμούς, οὕς ἐμέλλομεν ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους ποιεῖν ὡς κατασκευάζοντες, τούτους [*](1 cf. 166, 21 4 καὶ — 5 μελλόντων ante διήγησις ; ego Po- tius post 6 καιρῶν transposuerim 5 alt. τῶν om. Vc Ba μόνων Pc, m 2Vc; μόνον , (ων supr.) Pa 6 pr. καὶ PAc; ἐκ Vc Ba alt. καὶ om. W 7 ἔν τισι διηγήμασιν Mδr 8 ἐνοχλεῖν Ba 10 τὸ πρᾶγμα τὸ Ac 11 αὐτοῦ μνήμην 12 τοῖς τρόποις οἷς Vc Ba | ἔφἂμεν P | 122,15 sqq. αὐτοὺς PAc; τούτους Vc Ba 15. 16 Dox.: τινὲς . . . ‘οἰκονομία μεταχειρίσεως ἀρίστης τὸ. 17 γενομένοbς Pa 18 ἐκεῖ τὸ πρᾶγμα Mr 19 καὶ om. 20 et p. 169, 1 φυλάξωμεν Vc Ba 22 ἐν om VcBa)

169
φυλάξομεν τῇ διασκευῇ ὡς διατυποῦντες, μόνῃ τῇ τῶν κώλων ἁρμονίᾳ χρώμενοι διαφερούσῃ — ἄλλα γάρ ἐστι κατασκευαζόντων κῶλα καὶ ἄλλα διασκευαζόντων — προσέτι δὲ καὶ τὰς περὶ τὴν κατασκευὴν περιόδους ἀφαιροῦντες· ἀλλότριον γὰρ περίοδος διασκευῆς. [*](143) ὅθεν γίνεται καὶ ἡ τῶν προσωποποιιῶν εὐπορία· εἰ γὰρ καὶ ἀποροίη τὸ πρᾶγμα διασκευῆς ἀθρόως, ὁ ὑπομερισμὸς [*](233) προσωποποιίας οὐκ ἀπορεῖ. — Χρὴ δὲ εἰδέ — ναί, ὅτι καὶ πᾶς ὑπομερισμὸς τὰ αὐτὰ λέγει τῇ διασκευῇ ἀνεμποδίστως· δεῖ γὰρ πάντως ἐκ τῆς ὑποδιαιρέσεως εἰς τὸ πρᾶγμα αὐτὸ ἐπανελθεῖν, ἀλλὰ καὶ καθʼ ἑκάστην ὑποδιαίρεσιν τοῦτο ποιεῖν ἀνεπαχθές ἐστιν ἀεί.

Ταυτολογεῖ δὲ διασκευῇ καὶ ἡ τῶν καλουμένων χωρίων ἀγωγή, καὶ ἐκείνη ἀνεπιλήπτως. ἀνάγκη γὰρ ἀπὸ τοῦ παραδείγματος ἢ τοῦ μυθικοῦ ἢ τοῦ ἱστορικοῦ μεταβαίνοντα εἰς τὸ ἰδιον πρᾶγμα τὸ αὐτὸ λέγειν πολλάκις· οἷον ὡς ἐπὶ παραδείγματος τοῦτο ἐπιδεῖν τινα σαφέστερον, ἐπίπρασκεν Ἀλέξανδρος τούς Θηβαίων αἰχμαλώτους, πριάμενοι Δακεδαιμόνιοι τριακοσίους κατεσφαξαν ἐπὶ τὸ ἐν Δεύκτροις τρόπαιον καὶ κρίνονται τῶν εἰς τοὺς Ἐλληνας ἀδικημάτων. ἐὰν γὰρ διασκευάζοντες λέγωμεν τριακοσίους ἐθύσατε ὡς ἱερεῖα ὠμῶς καὶ ἀνηλεῶς τοῖς βωμοῖς ὡς σφάγιαʼ, ταῦτα πάλιν διασκευάσομεν, καὶ ἐν ταῖς διατυπώσεσιν αὐταῖς ὡς [*](1 τυποῦντες Pa 2 χρησάμενοι Vc Ba 3 κῶλα post διασκευα- ζόντων V 7 schol P (W VI 802, 3): δεῖ προσυπακούειν τὸ ἐπιφερόμενον κτλ.; Dox .: λείπει, φησὶν ὁ ἐξηγητής, τὸ ἐπιφερό- μιενον κτλ 13 διασκευὴ ; Dor : ὁ μὲν οὖν ἐξηγητὴς ταυτολο- γεῖ δὲ διασκευῇ καὶ ἡ . . . ἀγωγήʼ . . τὰ δὲ ἀκριβέστερα τῶν βι- βλίων ταυτολογεῖ] δὲ διασκευὴ τῇ . . . ἀγωγῇʼ 15 pr ἢ om Vc Ba 15 16 ἐπαναβαίνοντα Vc Ba 21 γὰρ om. Ac 24 αὐ- ταῖς om VcBa)

170
ἔφαμεν λέγοντες ὡς προσῆκον δεδακρυμένους, θρηνοῦντας, ἐστεφανωμένους, καὶ οἶα ἐποίουν περιπτυσσόμενοι ἀλλήλους καὶ οἷα ἔλεγον ἱκετεύοντες καὶ ὀδυρόμενοι· μέχρι τούτων ἡ διατύπωσις ἡ ἀπὸ τοῦ πράγματος. ἐὰν [*](144) δὲ ἐπεισάγειν ἐθέλῃς χωρίον ἀπὸ ἑνὸς ὀνόματος, λήῃ πρόφασιν ἱστοριῶν, ὡς ἐνταῦθα τριακοσίους ἐθύσατε, διεφθείρατε τὸν ἀριθμὸν ὑμῶν τὸν ἐπαινούμενον τῶν τριακοσίων τῇ τούτων τελευτῇʼ· μετὰ γὰρ τὸ εἰπεῖν ὡς ἀνηλεῶς ἀπεκτείνατεʼ καὶ διασκευάσαι δύνασαι εἰπεῖν ὅτι ἀπέθανον ὑμῶν καὶ ἐν Θυραίᾳ τριακόσιοι, ἀλλὰ πολέμου νόμῳ· ὑμεῖς δὲ ἱερείων νόμῳ τούτους κατεσφάξατεʼ καὶ πάλιν ἄλλο χωρίον ἀπέκτεινεν ὑμῶν καὶ βασιλεὺς τριακοσίους ἐν Πύλαις, ἀλλʼ οὐκ ἔθυσεν· ὑμεῖς δὲ παρεστήσασθε τριακοσίους ἱερεῖα τοῖς βωμοῖςʼ καὶ πάλιν ἐπὶ τὴν διασκευὴν χωρήσομεν, εἰ τύχοι παρά [*](234) δειγμα, κἂν Κλέωνος μνημονεύσῃς τὸ περὶ Πύλον καὶ φακτηρίαν χωρίον ἐπεισάγων, κἀκεῖθεν ἐπαναδραμεῖν εἰς τὴν διασκευὴν δύνασαι πάλιν ἀνεμποδίστως.

[*](145)

1 Ἐπειδὴ οὖν καὶ περὶ τῶν ἐπιχειρημάτων καὶ περὶ τῶν ἐργασιῶν καὶ περὶ τῶν ἐνθυμημάτων τῆς εὑρέσεως [*](1 Dοx.: ἔνια τῶν βιβλίων ‘ἅ προσῆκονʼ ἔχει κτλ. προσῆκεν Ac 2 περιπτύσσοντες Vc Ba 5 θέληις Vc Ba; ἐθέλοις Ac 8 τὸ P Vc; τοῦ Ac Ba 9 ὡς om V 10 ὅτι F; πάλιν Vc Ba; om Ac ἡμῶν m 1Ba | cf. Herod. 1,82 13 καὶ om. | πύλωι P 14 βωμοῖς P: θεοῖς V 15 χωρήσωμεν Vc Ba 18 γρ ἀνεπιλή- πτως Pa | cf 150, 16 ann | subscr.: τέλος τοῦ γʹ λόγου A 19—20 τόμος δʹ περὶ εὑρέσεως περὶ λόγου σχημάτων P, (om. περὶ εὑρέσεως) Ac ; περὶ τῶν τοῦ λόγου σχημάτων τόμος δʹ (omn περὶ εὑρέσεως) Vc Ba 21 ἐπεὶ (om. δὴ) Vc Ba | περὶ τῶν (ante ἐργασιῶν) om. Pc)

171
πάντα εἰς τέλος πεπλήρωται, ἀναγκαῖον εἰπεῖν καὶ περὶ τῶν τοῦ λόγου σχημάτων, καθʼ ἅ προσήκει ἕκαστον αὐτῶν ἐκφέρεσθαι. ὅσα μὲν γὰρ τῶν ἐπιχειρημάτων ἢ τῶν ἐργασιῶν πολιτικά ἐστι τῷ νῷ καὶ ἀποδεικτικά, προσήκει ταῦτα στρογγύλως καὶ κατὰ ἀντίθετα καὶ κατὰ περιόδους ἐκφέρεσθαι, ὅσα δὲ πανηγυρικὰ τῷ νῷ, ἤτοι παραδειγματικὰ ἢ ἐκ παραβολῆς λαμβανόμενα, ταῦτα δεῖ πνευματικῶς ἀποτείνεσθαι καὶ ἀκμαίως· τὰ γὰρ ἐνθυμήματα πάντα στρογγύλως κατὰ τὴν σύγκρισιν ἐκφερόμενα δριμύτητος δόξαν πλείονα ἀποφέρεται, ἢ εἴ τις αὐτὰ ἁπλῶσαι θελήσειε τῷ λόγῳ. καίτοι καὶ τούτῳ τῷ σχήματι ὁ Δημοσθένης ἐκαλλωπίσατο πολλάκις, ὡς ἐν τοῖς βιβλίοις εὑρίσκομεν· ὡς ἐκεῖνο ἐν τῷ Περὶ τοῦ στεφάνου τὑμεῖς τοίνυν, ὦ [*](146) νδρες Ἀθηναῖοι, Δακεδαιμονίων γῆς καὶ θαλάττηςρχόντων καὶ τὰ κύκλῳ τῆς Ἀττικῆς κατεχόντων ἁρμοσταῖς καὶ φρουραῖς, Κῦβοιαν, Τάναγραν, τὴν Βοιωτίαν [*](35) ἄπασαν, Μέγαρα, Αἴγιναν, Κλεωνάς, τὰς ἄλλας νήσους, οὐ ναῦς, οὐ τείχη τῆς πόλεως τότε κεκτημένης, ἐξήλθετε εἰς Ἁλίαρτον καὶ πάλιν οὐ πολλαῖς ἡμέραις ὕστερον εἰς ἔόρινθον, τῶν τότε Ἀθηναίων πολλὰ ἂν ἐχόντων μνησικακῆσαι καὶ Κορινθίοις καὶ Θηβαίοις [*](4 εἰσὶ Mr 5. 6 κατὰ τὰ ἀντίθετα V 6 κατὰ τὰς περιόδους Ac | κατὰ om. Pc 7 ἤτοι P V 8 ἀποτείνοντας Vc Ba; ἀποτείνο Ac 9 ἐκφέρειν post ἀκμαίως add V 8. 9 γρ ταῦτα δεῖ πνευματικῶς ἀποτείνειν καὶ ἀκμαίως ἐκφέρειν· γρ καὶ ὶ οὕ- τως· ταῦτα δεῖ πνευματικῶς ἀποτείνοντας καὶ ἀκμαίως ἐκφέρειν P cf. schol. W VII 817, 6. 828 ann.); sed schol sign F:. ὅτι δεῖ ταῦτα ἐρμιηνεύεσθαι καὶ ἀποτείνεσθαι πνευματικῶς καὶ ἀκμιαίως 10 τὴν om Pc 11 cf 152, 4. 150,17 |ἐθελήσειε Ac 13 ταῖς βίβλοις αὐτοῦ Ac; τοῖς βιβλίοις αὐτοῦ Vδ 13 14 ὡς ἐν ἐκείνωι ἐν Vc Bs 14 Dem 18, 96. 97 17 τάναγραν καὶ τὴν Vc Ba 18 πᾶσαν VcBa)
172
τῶν περὶ τὸν Δεκελεικὸν πόλεμον πραχθέντων· ἀλλʼ οὐκ ἐποίουν ταῦτα, οὐδʼ ἐγγύς τούτων. καίτοι τότε ταῦτα ἀμφότερα, Αἰσχίνη, οὔθʼ ὑπὲρ εὐεργετῶν ἐποίουν οὔτʼ ἀκίνδυνα ἑώρων· ἀλλʼ οὐ διὰ ταῦτα προῖεντο τοὺς καταφεύγοντας ἐπʼ αὐτούς, ἀλλʼ ὑπὲρ εὐδοξίας καὶ τιμῆς ἤθελον τοῖς δεινοῖς ἑαυτοὺς διδόναι, ὀρθῶς καὶ καλῶς βουλευόμενοι». καὶ γὰρ ἐνταῦθα τὸ μὲν ἐπιχείρημα ἦν ‘καλὸν τὸ μὴ μνησικακεῖν τοῖς ἀδικήσασιν, ἐὰν κινδυνεύωσινʼ, ἡ ἐργασία δὲ αὐτοῦ οὐδὲ γὰρ Θηβαίοις οὐδὲ Κορινθίοις ἐμνησικακήσατε, ἀλλὰ κἀκείνοις ἐβοηθήσατεʹ. τὸ δὲ ἐνθύμημα καίτοι Δακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων καὶ φοβερῶν ὑμῖν ὄντων [*](147) τῶν πραγμάτωνʼ, ἔλαθε δὲ ἁπλώσας αὐτὸ ἀπὸ τοῦ καὶ τὴν τάξιν ὑπαλλάξαι· δεινὸς γὰρ ἀεὶ σοφίσασθαι τὰς τέχνας καὶ ἀποκρύπτειν ὁ ῥήτωρ, καὶ ἄλλοτε μὲν ἄλλως ἐποίει, τῇ τάξει δὲ ἐνταῦθα· ὅθεν καὶ τολμήσας ἁπλῶσαι τὸν λόγον τοῦ νθυμήματος, εἰτα προσελθὼον τῇ ἐργασίᾳ καὶ πάλιν ἀναγκασθεὶς ἐκ τῆς τέχνης μνησθῆναι τοῦ ἐνθυμήματος τῷ νῷ συνέστρεψεν αὐτὸ τῷ εἰπεῖν τκαίτοι τότε ταῦτα ἀμιφότερα οὔθʼ ὑπὲρ εὐεργετῶν ἐποίουν οὔτʼ ἀκίνδυνα ἐώρων» καὶ προσήγαγε τὴν ἐπίτασιν τῷ ἐπιχειρήματι· τὸ δὲ εοὐδὲ ἀκίνδυνα ἑώρων τὸ ἐνθύμημά ἐστιν, ὅ φθάσας ἥπλωσεν ἤδη.

[*](1 πεπραγμένων Vc Ba 2 τότε om. Pc 5 ἐφʼ ἑαυτούς Sc 6 τοῖς δεινοῖς om. Pc ἐκδιδόναι VcBa 8 μὴ suppl. mpo Pa 9 κινδυνεύσωσιν Pa 9 10 κορινθίοις οὐδὲ θηβαίοις Vc Ba 11 p 171, 15 12 ὄντων ὑμῖν Vc 13 τῶν om Ba | ἀπλῶς m.1 Pc 17 προελθὼν Vc Ba 19 l. 2 | αὐτὸ ἐν τῶι 21 οὔτʼ ἀκίν- δυνα ἑώρων om. V 2 δὲ |circ. VI] Vc; δὲ εἰπεῖν Ba, (τὸ δὲ εἰπεῖν τὸ οὔτʼ) Ac 28 cf 171, 15. 172, 13)
173
[*](236)

Ἀντίθετόν ἐστι σχῆμα λόγου διπλασιάζον πάντα τὸν ὑποκείμενον νοῦν τοῦτον τὸν τρόπον, εἴ τις τοῦ κατὰ φύσιν ζητουμένου τὸ ἐναντίον λαμβάνων καταβαίνοι εἰς τὸ ὑποκείμενον· οἷον ‘ἐπειδὴ ἡμέρα ἐστί, δεῖ ποιῆσαι τόδε’, τοῦτο τὸ ζητούμενον, τὸ δὲ ἀντίθετον αὐτοῦ ‘εἰ μὲν γὰρ μὴ ἦν ἡμέρα ἀλλὰ νύξ, ἴσως ἐχρῆν μὴ ποιεῖν’, εἶτα καταβαίνει εἰς τὸ ἴδιον ‘ἐπειδὴ δὲ ἡμέρα ἐστί, ποιῆσαι προσήκει’. οἷον καὶ ἐν τοῖς προβλήμασι ‘δεῖ καινοτομεῖν· πόλεμος γάρ ἐστι’, τοῦτο τὸ [*](148) κατὰ φύσιν· τὸ δὲ ἀντικείμενον αὐτοῦ ‘εἰ μὲν γὰρ μὴ ἦν πόλεμος ἀλλ᾿ εἰρήνη καὶ ἡσυχία, ἔδει μὴ καινοτομεῖν’.

Ἀρετὴ δὲ τοῦ ἀντιθέτου, ὅτι καὶ ἁπλούμενον τῷ πλήθει τῶν κώλων πνεῦμα γίνεται καὶ συστρεφόμενον τῇ ἑρμηνείᾳ περιόδου τάξιν ἐπέχει, οἷον ‘εἰ μὲν γὰρ ἦν ἐν ἡσυχίᾳ τὰ καθεστηκότα καὶ ἀπραγμοσύνη κατεῖχεν ἡμιᾶς καὶ μήτε ἄτοπον μήτε φοβερὸν ἐφειστήκει παρὰ τῶν πολεμίων μηδέν, ἀδείας δὲ ἦμεν ἐπειλημμένοι [*](2—11 (coll. 175, 13) cf. J. ab Arnim, Stoicorum vet. fragm lI p. 107 cet. A. Rüstow, Der Lügner, 75 sq. cf. Π μεθ. δειν p. 439 Sp. 2 λόγου VcBa, m. po.Pa, v.l.P, schol. P (W VII 807, 11), Jo. Sard. (in Aphth. lI 33, 10 Sp.); λόγος PVδ, m.2 Vc, m.po.Ba, Diac. f. 453r, (ου in ras. supr., m.2?) Ac | ἀντίθετόν ἐστι σχῆμα τὸ δι- πλασιάζον πάντα τὸν ὑποκείμενον ὅρον κτλ. Anon. IIl 112, 4 Sp. | διπλασιάζον m.1Ba, m.po. Pa Ac; διπλασιάζων PVcδAc, m.po. Ba; Dox.: ὁ μὲν ἐξηγητὴς ‘ἀντίθετόν ἐστι σχῆμα λόγου’ ἀναγνοὺς . . . τὰ δὲ πλείω τῶν βιβλίων οὐκ ἔχει ‘σχῆμα λόγου’, ἀλλὰ ‘ἀντί– θετόν ἐστι σχῆμια, λόγος διπλασιάζων πάντα τὸν ὑποκείμενον νοῦν’ κτλ., cf. Dox. (in Aphth. II 33, 10 Sp.) lI 405, 1 W. 7 μ⌊ἡ, m. po.? tum lI l. er.⌉ Vc 8 ποιῆσαι VcBa |καταβαίνεις Ac 8. 9 ἐπεὶ δέ ἐστιν ἡμέρα 9 προσῆκεν P 10 δεῖν P | cf. 133, 5 cet. 11 mg. m.1 γρ΄ το ἀντίθετον αὐτῶν Pc; mg m.1 τὸ δὲ ἀντίθετον αὐτῶ Pa | μὴ Pc VcBa; οὐκ PaAc 17 φοβερὸν P Ac, Anon. III 112, 14 Sp., schol. P (W VII 808, 10); πονηρὸν Vc Ba 18 οὐδὲν, μη supr. (m.1?), Vc | ἀδείας P, Anon. III 112,)

174
καὶ ἐξουσίας τοῦ πράττειν ὅσα βουλομένοις ἡμῖν ἐτύγχανεν, ἔδει φυλάττειν τὰ καθεστηκότα καὶ παρακινεῖν μηδὲ ἓν μηδὲ καινοτομεῖν, ἀλλὰ τοῖς ἀρχαίοις ἐμμένειν ἔθεσί τε καὶ ψηφίσμασι καὶ νόμοις· ἐπεὶ δὲ πόλεμος κεκίνηται καὶ πλησίον οἱ πολέμιοι καὶ ἐφέστηκε τὰ δεινὰ καὶ ταραχὴ τοσαύτη τῶν πραγμάτων, τίνος ἕνεκεν οὐ καινοτομήσομεν, αὐτοῦ τοῦ πολέμου ταύτην ἔχοντος τὴν φύσιν, ἀφʼ ἑαυτοῦ τεχνᾶσθαι τὰ πολλὰ καὶ τὸν τῶν ἀνθρώπων μεταποιεῖν ἐπὶ τὸ καινότερον βίον;’ τοῦτο ἐκταθὲν τοῖς κώλοις ἐγένετομα, δύναται δὲ συστραφὲν εὐρύθμως γενέσθαι περίοδος, οἷον ‘ἃ γὰρ ἐφυλαξάμεθα ἂν ποιεῖν εἰκότως εἰρήνης ὑπαρχούσης, ταῦτα βέλτιον ἐργάσασθαι πολέμου καθεστηκότοςʼ. — Καὶ οὔτε ἰσχυρότερον οὔτε ἀναγκαιότερον εὑρίσκεται σχῆμα τοῦ ἀντιθέτου παρὰ τοῖς ἀρχαίοις [*](237) ῥᾳδίως οὐδέν. καίτοι γε παντὸς ἀντιθέτου τῆς μιᾶς προτάσεως περιττῆς οὔσης τῇ ἀληθείᾳ τοῖς ἀκούουσιν ὅμως τὸ λεγόμενον οὐκ ἔξω τοῦ εἰκότος δοκεῖ [*](149) λέγεσθαι, ποιεῖ δὲ αὐτὸ δοκεῖν ἀναγκαῖον εἶναι ἡ τοῦ κατὰ φύσιν προσδοκία· ἐν ᾧ γὰρ τὴν πρότασιν ὁ ῥήτωρ λέγει τοῦ ἀντιθέτου, ἐν τούτῳ τὸ κατὰ φύσιν ἤδη τοῖς ἀκούουσι νοεῖται τῷ τῆς ἀποδόσεως νοήματι. — Τὸ δὲ σχῆμα οὕτως ἐστὶν ἀξιέραστον, ὡς μὴ περίοδον [*](14 Sp., schol P: ἐπʼ ἀδείας Vδ; Dox.: ἔνια τῶν βιβλίων οὐκ ἔχει ‘ἐπʼ ‘ἀδείας’ ἀλλʼ ‘ἀδείας’ χωρὶς τῆς ἐπί προθέσεως· ἐν οἷς δʼ ἂν ‘ἐπ’ ἀδείας’ ἔχοι, μέσην στιγμὴν θετέον εἰς τὸ ‘ἦμεν’, καὶ τὸ ἐξῆς οὕτως ἀναγνωστέον ‘ἐπ’ ἀδείας δὲ ἦμεν, καὶ ἐξουσίας ἐπειλημμένοι’.) [*](1 ἐξουοία⌊Ι⌉ Vc 2 μὴ post καὶ add. schol P (W VII 808, 14) 8 μηδὲν V 4 ἐπειδὴ δὲ Sc 11 δὲ καὶ Sc 11. 12 καὶ περιόδος Ba 12 ποιεῖν ἂν Ac; ἂν om. Vc Ba, schol. P | εἰκότως om Pc Ac 16. 17 γε τῆς προτάσεως πάντως τοῦ ἀντιθέτου πε- ριττῆς m.1 VcBa)
175
ποιεῖν μόνον καὶ πνεῦμα, ἀλλὰ καὶ καθάπαξ πάντα νοῦν κοσμεῖν. κοσμεῖ δὲ καὶ προοίμιον πολλάκις, εἴ τις τούτῳ τῷ σχήματι τὸ προοίμιον ἐξενέγκοι, ὡς ὁ Δημοσθένης «εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο, ὦ Ἀθηναῖοι, λέγειν »· καὶ γὰρ ἐνταῦθα τὸ κατὰ φύσιν ἐστὶν «ἐπειδὴ δὲ περὶ ὧν πολλάκις ἤδη πρότερον εἰρήκασιν οὗτοι, συμβαίνει καὶ νυνὶ σκοπεῖν, ἡγοῦμαι καὶ πρῶτος ἀναστὰς εἰκότως ἂν συγγνώμης τυγχάνειν», τὸ δὲ ἀντίθετον ‘εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο λέγειν, ἐπισχεῖν ἔδει τοῖς πρεσβυτέροις παραχωοροῦντα πρῶτον εἰπεῖνʼ.

Ἰστέον δέ, ὅτι περὶ ῥητορικοῦ ἀντιθέτου διελέχθημεν· ἐπεὶ οἱ φιλόσοφοι ἐναντίον καὶ ἀντίθετον οὐ διαιροῦσι, παρʼ ἡμῖν δὲ τὸ ἀντίθετον σχῆμά ἐστι τοῦ λόγου, τὸ δὲ ἐναντίον δριμύτης νοήματος ἀπὸ τῆς ἐργασίας λαμβανομένη οἷον «οὐ δὴ θαυμαστόν ἐστιν, εἰ στρατευόμενος ἐκεῖνος καὶ παρὼν ἐφʼ ἅπασι καὶ μηδένα καιρὸν μηδʼ ὥραν παραλείπων ἡμῶν μελλόντων καὶ ψηφιζομένων περιγίνεται»· τοῦτο γάρ, εἰ μὲν ἀντίθετον [*](150) ἐβούλετο ποιῆσαι, οὕτως ἂν μετεχειρίσατο ‘εῖ μὲν γὰρ μήτε πονῶν μήτε παρὼν τοῖς πράγμασι περιἐγένετο [*](1 μιόνον ποιεῖν Vc Ba | alt. καὶ om. Vc Ba 3 τοιούτωι (om. τῷ) Vo Ba | τὸ m 2 suppl Ac 4 Dem 4, 1 5 προὔκειτο Sc, m. 2Vc | λέγειν ἀθηναῖοι· ἐπισχεῖν ἔδει τοῖς πρεσβυτέροις παρα- χωροῦντα πρῶτον εἰπεῖν καὶ γὰρ Vc Ba, cf. l 10 6 τὸ m. po. etiam post ἐστὶν Ac ἐπεὶ (om. δὴ) VcBa 7 νῦν VcBa 8 πρῶτον VcBa 10 προὐτίθετο — 11 εἰπεῖν om. VcBa, cf. l. 5 | προὔκειτο λέγειν ὦ ἄνδρες ἀθηναῖοι Sc | τοὺς πρεσβυτέρους m.2Ac 12 18 διειλέχθημεν Ac, m 2PaVc 13 οἱ φιλόσοφοι; cf. 173, 3 sq 16 Dem. 2, 23 ἐστιν om. Vc 17 ἐκεῖνος om. Po | ἐκεῖνος καὶ πονῶν ἐκεῖνος αὐτὸς καὶ παρὼν VcBa; cf 150, 2. 175, 21 18 παραλείπων sic Pa; παραλιπὼν Vc 19 ψηφιζομέ- νων P; ῥαιθυμούντων VcBa; ψηφιζομένων καὶ πυνθανομένων Ac, v.l.P, Dem. 19. 20 ἐβούλετο ἀντίθετον Pc 21 περιεγίγνετο Ba, (-γίν- Ac, (-γ⌊ί⌉γν) Vc)

176
ἡμῶν, θαυμαστὸν ἦνʼ. τὸ γὰρ ἀντίθετον ταύτην ἔχει τὴν δύναμιν τοῦ λέγειν ‘εἰ μὲν γὰρ μὴ [*](238) ἐγίγνετο, ὃ ἐγίγνετοʼ· τὸ δὲ ἐναντίον ἀναστρέφει τὸ πρᾶγμα ἀπὸ τῶν δρώντων εἰς τοὺς πάσχοντας καὶ ἀπὸ τῶν πασχόντων εἰς τοὺς δρῶντας, ὃ πεποίηκεν ἐνταῦθα ὁ ῥήτωρ «τοὐναντίον γὰρ ἦν θαυμαστόν, εἰ μηδὲν ποιοῦντες ἡμεῖς, ὧν τοῖς πολεμοῦσι προσήκει, τοῦ πάντα ἃ δεῖ ποιοῦντος περιῆμεν»· πολὺ γὰρ διενήνοχε λέγειν ὅτι θαυμαστὸν ἦν, εἰ Φίλιππος μὴ πονῶν ἡμῶν περιῆνʼ, ὅ τοῦ ἀντιθέτου ἐστὶν ἰσχύς, ἢ λέγειν πάλιν ‘εἰ μηδὲν ποιοῦντες ἡμεῖς Φιλίππου περιῆμενʼ, ὅ ἐστιν ἐνάργεια τοῦ ἐναντίου. Καὶ περὶ μὲν ἀντιθέτου τοσαῦτα εἰρήσθω.

3 Ἡ δὲ περίοδος οὐχ ἐνὶ ὑποπίπτει σχήματι, ὥστε αὐτὸ παραδοῦναι, ἀλλὰ πολλοῖς καὶ ποικίλοις, ἃ παρὰ τῶν ἀρχαίων λαμβάνοντες ἐν τηρήσει πεποιήκαμεν. ἔστι μὲν οὖν περίοδος κυρίως ἡ τοῦ ὅλου ἐπιχειρήματος ἀναγκαστικὴ σύνοδος καὶ κλεὶς τρόπον τινά, καὶ ἀληθινὴ περίοδος τοῦτό ἐστιν ἡ ἀπαρτίζουσα τὸ ἐπιχείρημα [*](151) καὶ συνάγουσα, ὡς τό γε ἑτέρωθι λέγειν περιοδικῶς ἐστι λέγειν, οὐ περίοδον ποιεῖν, ἀλλὰ ἑρμηνεύειν περιοδικῶς καὶ σχῆμα περιόδου λαμβάνειν. ἡ δὲ ἀληθινὴ περίοδος οὐ τῷ σχήματι μόνον ἀλλὰ καὶ τῷ νῷ συνάγει [*](1 ἂν ἦν Ac 2 λέγεν P | γὰρ om V 3 ἀναστρέφεται Mr Dem. 2, 23; cf. 150, 6 7 ὧν δεῖ post μηδὲν add. V | ὡν — προσήκει om. VcBa 8 δεῖ PAc; προσῆκε Ba, (-ήκει cr. m.2) Vc; γρ τοῦ πάντα ἃ δὴ προσῆκεν ποιοῦντος περιῆμεν 11 πο- νοῦντες Ac 12 τοῦ ἀντιθέτου Ac 21 ὡς τό γε P ὥστε τὸ Ac, (τῶι) VcBa ἑτέρωθι Pc, (ως supr .) Pa; ἑτέρωθί πως V. v.l.P 22 ἐστι etiam ante ποιεῖν VcBa 22. 28 περιοδικῶς ἑρμηνεύειν Ac)

177
τὸ ἐπιχείρημα, ὃ τινὲς καὶ ἐνθύμημα καλοῦσιν· οὐ πᾶσα δὲ δύναιτʼ ἂν ἐνθυμηματικὴ περίοδος εἶναι, εἰ μὴ καὶ γνωμικὴ ἡ τὸ καθόλου εἰς τὸ ἴδιον κατάγουσα καὶ τὸ ἴδιον εἰς τὸ καθόλου ἀνάγουσα.

Τηρήσαντες οὖν εὕρομεν παρὰ τοῖς ἀρχαίοις τὰς μεταβολὰς τῶν πτώσεων ὀνομαστικῆς καὶ γενικῆς καὶ δοτικῆς καὶ αἰτιατικῆς ποιούσας περιόδους οἷον «ὁ γὰρ οἷς ἂν [*](239) ἐγὼ ληφθείην ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ», τοῦτο κατὰ τὴν ὀνομιαστικήν· κατὰ δὲ τὴν γενικὴν «ὧν οὖν ἐκεῖνος μὲν ὀφείλει τοῖς ὑπὲρ αὐτοῦ πεπολιτευμένοις χάριν, ὑμῖν δὲ δίκην προσήκει λαβεῖν, τούτων οὐχὶ νῦν ὁρῶ τὸν καιρὸν τοῦ λέγειν· καὶ κατὰ τὴν δοτικὴν «οῖς γὰρ οὖσιν ἡμετέροις ἔχει χρῆσθαι, τούτοις πάντα τὰ ἄλλα ἀσφαλῶς κέκτηται· κατὰ δὲ τὴν αἰτιατικὴν «εἶθʼ ὃν ἡ τύχη καὶ τὸ δαιμόνιον φίλον μὲν ἀλυσιτελῆ, συμφέροντα δʼ ἐχθρὸν ἐμφανίζει, τοῦτον ἡμεῖς φοβούμεθα; τὸ γὰρ κλητικὸν σχῆμα πνεύματός ἐστι μέρος ἀποστροφὴν ἐργαζόμενον καὶ καταδρομὴν «εἶτα, ὦ — [*](152) τί ἂν εἰπών σέ τις ὀρθῶς προσείποι;» καὶ πάλιν «ἀπόκριναι γὰρ δεῦρο ἀναστάς μοι. οὐ γὰρ δὴ διʼ ἀπειρίαν οὐ φήσεις ἔχειν, ὅ τι εἴπῃς.»

Εἰσὶ δὲ καὶ ἀποδεικτικαὶ τοῖς σχήμασιν οἷον «ἐν [*](1 ὅπερ τινες VcBa | καὶ om Mr 2 δύναται ἂν VcBa 3 ἡ om. 7 περιόδους ex περίοδον Vc | Dem 9,17 9 ἐμὲ Pa μὴδὲ PaV καὶ Pc 10 Dem. 2, 4 12 τοῦτον V 18 καὶ κατὰ PAc; κατὰ δὲ VcBa 14 Dem. 10, 12 | ὑμετέροις m.1Ba 14. 15 τἆλλα πάντα VcBa 16 Dem. 14, 36 | εἶτα ὃν οὖν ἡ VcBa 17 ἐχθρὸν δὲ συμφέροντα VcBa 19 καταδρομὴν P; καταφορὰν V, v v.l.P | Dem. 18, 22 | εἶτα Pc, (οἷον supr.) Pa; οἷον V 20 Dem. 19, 120 20.21 ἀπόκριν⌊αι m. 2] VcBa 21 γὰρ m.2 suppl. Vc | ἀπειρίαν γε V 22 οὐ φήσεις PAc; φήσεις οὐκ VcBa 28 Dem. 20,2)

178
μὲν γὰρ τῷ γράαι μηδένα εἶναι ἀτελῆ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν, ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι ταύτης τὸ σχῆμα καλὸν μὲν ζηλοῦν καὶ ἀπὸ τὴς ἑρμηνείας, κρεῖττον δέ, εἰ τὸ ἐλλεῖπον ἀπὸ κοινοῦ ποιεῖ τις ἐν ταῖς μεταποιήσεσιν, ἵνα τὸ ἐν τῇ προτάσει εἰρημένον ἐν τῇ ἀποδόσει λείπῃ μὲν μὴ λεγόμενον, φαίνηται δὲ ὡς λεγόμενον, ὡς καὶ ἐνταῦθα τὸ ἀφείλετο ἐν τῇ προτάσει λέλεκται, ἐν δὲ τῇ ἀποδόσει συνυπακούεται.

Ἔστι καὶ ἐπιτιμητικὴ περίοδος τῷ σχήματι, ὅταν λέγωμεν «εἶθʼ, ἃ Φίλιππος ἂν εὔξαιτο τοῖς θεοῖς, ταῦθ ὑμῶν τινες ἐνθάδε ποιοῦσιν;» κἀκεῖ πάλιν «εἶτα οὐκ αἰσχύνεσθε, εἰ μηδʼ ἃ πάθοιτʼ ἄν, εἰ δύναιτʼ ἐκεῖνος, [*](153) ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμήσετε;» γίνεται [*](240) δὲ καὶ ἐκ συμπλοκῆς δύο ἀδικημάτων οἶον «νῦν δέ, ἃ μὲν πλεύσασιν ἦν σῶσαι, βαδίζειν κελεύων ἀπολώλεκεν οὗτος, ἃ δʼεἰποῦσι τἀληθῆ, ψευδόμενος». Καθόλου δὲ περὶ σχήματος περιόδου λεκτέον. περίοδός ἐστι σχῆμα αὐτοτελὲς ὅλου τοῦ ἐπιχειρήματος ἐν ἑρμηνείας ῥυθμιῷ συντόμως ἀπηρτισμένον, τὰ δὲ ἐν αὐτῇ συντόμως ὑπερβατὰ καλῶς σχηματίζει τὰς περιόδους· «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην», ἔστι γὰρ τὸ ἐξῆς ‘ὁ γὰρ ταῦτα πράττων, οἷς ἂν ληφθείην ἐγώ’.

Ἰστέον δέ, ὡς τὴν περίοδον ἤτοι ἰσοσκελῆ καὶ ἰσόπλευρον ἀπὸ τῶν κώλων εἶναι δεῖ κατὰ τὴν ἑρμηνείαν [*](2 προγράψαι Ac 8 ὑμῖν τὸ δοῦναι ὑμᾶς Ac, m.2Vc | νὸ⌊Ι⌉ VcBa | ἡμῖν Ba 4 δὲ ante τὸ add. VcBa 7 μὴ suppl. m. po. Pc φαίνεται Ba, (η supr.) Vc 8 l. 2 | ἐν μὲν Ma 10 δὲ καὶ V 11 Dem. 8, 20 | τῶι θεῶι VcBa 12 ἐνθάδε ποιοῦσί τινες VcB | Dem. 1, 24 14 τολμήσετε P: cf 180,11 15 Dem 19 181 17 εἰποῦσιν ἀληθῆ Ac 19 δέ ἐστι Ba 22 Dem. 9,17 | οἷον ante ὁ add. Ma)

179
ἢ συντομωτέραν ἐν τῇ ἀποδόσει· ἀτονία δὲ ῥήτορος τὴν ἀπόδοσιν τῆς περιόδου μακροτέραν ποιῆσαι τῆς προτάσεως. καὶ καθάπαξ εἴ τις ἐκλεξάμενος τὰ παρὰ τῶν ἀρχαίων σχήματα τῶν περιόδων μιμοῖτο, ἐν ταῖς μεταποιήσεσι πλῆθος ἂν εὕροι περιόδων. καὶ γὰρ τὸ ἐκ παραβολῆς σχῆμα ἄριστον «ὥσπερ γὰρ εἴ τις ἐκείνων προήλω, σὺ τάδε οὐκ ἔγραψας ἄν, οὕτως ἂν σὺ νῦν δίκην δῷς, ἄλλος οὐ γράψει». καὶ διαπορητικῶς ἔστι περιοδεῦσαι, ἂν ἄρξηταί τις, ὡς ὁ Δημοσθένης ἐν τῷ Κατὰ Τιμοκράτους· ‘διὰ τί ἄρα, νὴ Δία, διὰ τί τοῦτο [*](154) οὐχὶ καλῶς ἔχειν δόξαι τισὶ τὸ ψήφισμα; πότερον, ὅτι παρὰ τοὺς νόμους; καὶ μὴν μόνον ἐστὶ κατὰ τοὺς νόμους. ἀλλʼ ὅτι τάξεως λύσις; καὶ μὴν τοῦτο, ὡς οὐκ ἄλλο, θεμέλιος εὐταξίας. ἀλλ ὅτι τόδεʼ καὶ ἀποδώσεις αὐτό. γίνεται δέ, ὅταν καὶ δύο καὶ τρία νοήματα ἔχῃς, οἷον εἴ τις ἐκείνην θελήσειε μεταποιῆσαι τὴν περίοδον, περιοδικὴν μᾶλλον οὖσαν ἢ περίοδον, «τνῦν δέ, ἃ μὲν πλεύσασιν ἦν σῶσαι, βαδίζειν κελεύων [*](241) ἀπολώλεκεν οὗτος, ἃ δʼ εἰποῦσι τἀληθῆ, ψευδόμενος», καὶ πάλιν διὰ τί γὰρ ἄν, νὴ Δία, διὰ τί φείσαιτό τις Αἰσχίνου; πότερον ὅτι τὴν ἔξοδον ἐπετάχυνε; καὶ μὴν πλεῖν ἔδει καὶ μὴ βαδίζειν. ἀλλ ὅτι τἀληθῆ πρὸς ὑμᾶς ἔφησε; καὶ μὴν ψευσάμενος πάντα ἀπολώλεκεν. — Ἡ δὲ τῆς μεταποιήσεως ἀρετὴ τοῦ ὑποτεθέντος [*](8 τὰ om. VcBa 4 τῶν om. Ac 5 καὶ γὰρ καὶ VcBa 7 ἂν ἔγραψας V, Dem. 22, 7 7 8 δίκην δῶις νῦν Pc 9 γρ ἐὰν ἀπαρχῆς ἄρξηταί τις διαπορεῖν P | cf. Dem. 24,81 10 τί γε ἄρα V 11 τὸ ψήφισμα ante δόξαι VcBa, post δόξαι Pc 18 καὶ μὴν καὶ P 16 ἐκείνων Pc ἐθελήσειε V 17 οὖσαν μᾶλλον Ac 18 Dem. 19, 181 | μὲν om. Pc 19 οὗτος om. VcBa 20 [καὶ πάλιν] Spengel | γὰρ ἂν PAc γε ἄρα VcBa | διὰ τί om. VcBa 21 ἐτάχυνε Ac)
180
νοήμιατος πᾶν σχῆμα οὕτως ἐφαρμόσαι δύναται· ὃ μᾶλλον ἐκπλήττει γινόμενον ἐξ αὐτοσχεδίου ἢ γραφῇ παραδιδόμενον.

Γίνεται δὲ καὶ μονόκωλος περίοδος, γίνεται δὲ καὶ δίκωλος καὶ τρίκωλος ἡ ἐκ τριῶν κώλων συνεστηκυῖα καὶ τετράκωλος ἡ ἐκ τεττάρων. κῶλον δέ ἐστιν ἡ ἀπηρτισμένη διάνοια. ἡ μὲν γὰρ μονόκωλος ἐκείνη, ἐπειδὴ κρέμαται ἡ διάνοια αὐτῆς μέχρι τοῦ τέλους τῷ ὑπερβατῷ [*](155) οὕτω σχηματισθεῖσα σχοινοτενῶς διείληπται «εἶτα οὐκ αἰσχύνεσθε, εἰ μηδʼ ἃ πάθοιτ ἄν, εἰ δύναιτʼ ἐκεῖνος, ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμήσετε; δίκωλος δὲ ἐκείνη ἡ προτάσεως μονοκώλου κειμένης ἀπόδοσιν ἀπαιτοῦσα μονόκωλον· μάλιστα δὲ αἰ γνωμικαὶ πάσχουσιν αὐτό· ἔστι δὲ γνωμικὴ περίοδος αὕτη «τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶςνεῖν τοῖς ἀνοήτοις γίνεται». τρίκωλος δὲ ἐκείνη, ὅταν δύο κώλων διαφόρων προταθέντων ἀρκῇ μονόκωλος ἑκατέροις ἀπόδοσις, οἷον «ὧν οὖν ἐκεῖνος μὲν ὀφείλει τοῖς ὑπὲρ αὐτοῦ πεπολιτευμένοις χάριν, ὑμῖν δὲ δίκην προσήκει λαβεῖν», μέχρι τούτου ἡ πρότασις, εἶτα ἐπήρκεσεν ἑκατέροις τοῖς κώλοις ἡ ἀπόδοσις μονόκωλος «τούτων οὐχὶ νῦν ὁρῶ τὸν καιρὸν τοῦ λέγειν». [*](1 δυνήσεται Pc | Dox. : ἔνιοι . ‘ὅ οὐ μᾶλλονʼ κτλ. 4. 5 cf. Demetr De eloc. 16. 17 5 καὶ τρίκωλος δὲ 6 alt. ἡ om 7 μὲν om. Pc 8 τοῦ om. Vc 9 σχηματισθείσης PAc | Dem 1, 24 11 καιρὸν ἔχοντες ποιῆσαι Ac | τολμήετε Pc; cf. 178,14 18. 14 τοῦτο δὲ μιάλιστα πάσχουσιν αἰ γνιωμικαί VcBa 14 Dem. 1, 23 | cf. 9, 1 15 τὴν ἑαυτοῦ post ἀξίαν add. Ba, (del) Vc 17 προτεθέντων PAc 18 ὑόθδεσια Pc | οἷον om. Pc | Dem 2, 4 19 πολιτευομένοις VcBa 20 τούτου, ων m.2 supr., Vc | εἶτα post 21 κώλοις VcBa 21 ἀμφοτέροις VcBa | ἡ om. VcBa 22 τούτων P; τοῦτον Ac; τοῦτό ἐστιν Ba; τοῦτό ἐστι το|ύτω ex ῦτο, m.2?⌉ν Vc)

181
τετράκωλος δὲ ἐκείνη ἡ ἐν τῇ πρώτῃ προτάσει ἀπόδοσιν ἰδίαν ἔχουσα καὶ ἐν τῇ δευτέρq προτάσει ἀπόδοσιν ἰδίαν ἔχουσα, οἷον «ἐν μὲν γὰρ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν, [*](142) ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι». τῆς τετρακώλου [*](156) δὲ ταύτης καὶ ἡ χρεία καλλίστη ἐν ταῖς μεταποιήσεσιν, ὅτι καὶ δύναται στρέφοεσθαι· τετράκις γὰρ μετασχηματιζομένη ἐκ τῶν προτάσεων καὶ τῶν ἀποδόσεων ἀλύπως δύναται λεχθῆναι τετράκις· εἰ δὲ δεῖ καὶ χιασθῆναι αὐτήν, τότε δὴ τότε δύναιτο ἄν τις αὐτὴν ἐκ τῆς τῶν νοημάτων ἀνάγκης καὶ πλεονάκις στρέφειν· οὐ πᾶσα δὲ χιασθῆναι δύναται τετράγωνος περίοδος. ἔστω δὲ πρῶτον αὕτη ἡ πολλάκις μὲν ἀναστρεφομένη, μηδὲ ἅπαξ δὲ χιαζομένη, οἷον «ἐν μὲν γὰρ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν, ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι». δύναται δὲ αὕτη ἀθρόως ἀναστραφεῖσα καὶ ἄλλως γενέσθαι· ἡ γὰρ δευτέρα πρότασις καὶ ἀπόδοσις γίνονται πρῶται οἷον ‘ἐν μὲν γὰρ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι ἀφείλετο, ἐν δὲ τῷ γράψαι [*](1 ἐκείνη Ac, v v.l.P; om. P VcBa | τῆι πρώτηι V, v.l.P; ἐκα- τέρα P 2 τῆι δευτέραι προτάσει V, v v.l.P: τῆι ἀποδόσει P 2. 3 ἀπόδοσιν VcBa, v v.l.P; πρότασιν P ἀπόδοσιν ἰδίαν ἔχουσα om. Ac 8 Dem. 20, 2 6 ὑμᾶς PVcBa; ὑμῖν Ac ὑμῖν P; ἡμῖν VcBa; ὑμᾶς Ac τετραγώνου VcBa, v v.l.P (cf. l. 13) 7 καὶ om. VcBa 10 γρ καὶ πολλάκις P (ad 12 πλεονάκις referendum ?) 11 τότε δὴ τότε: fort ex loco p 185, 13 laudato figuram petiit ἄν om. PAc 12 καὶ om Pc 13 γὰρ Ac περίοδος τετράγωνος Pc | τετράκωλος Ac 14 πρώτη VcBa | ἡ — 15 οἷον om. VcBa 15 γράφειν Ac 18 ἡμῖν VcBa | δὲ V. v v.I.P; γὰρ P | αὕτη V. v.l. Pc; αὕτη ἡ v.l. Pa; om. P 19 καὶ V, v.l.P; om. P | δευτέρα om. Pc 21 δοῦναι om VcBa 22 ἡμῖν Ba, ?m. 1Vc |ἀφείλετο om. Pc προσγράψαι Pc)
182
μηδένα εἶναι ἀτελῆ τὴν ἀτέλειαν τοὺς ἔχονταςʼ· ἢ τὰς δύο προτάσεις ἐκλαβὼν συντίθημι ‘ἐν μὲν γὰρ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ καὶ ἐν τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι καὶ τοὺς ἔχοντας ἀφείλετο τὴν [*](157) ἀτέλειαν καὶ ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναιʼ· ἢ τὰς ἀποδόσεις ποιῶ προτάσεις ‘καὶ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν καὶ ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι ἐν τῷ γράψαι μηδένα εἶναι ἀτελῆ καὶ ἐν τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμῖν᾿ . — Καὶ αὕτη ἐστὶ καὶ οὕτως γίνεται ἡ πολλάκις μὲν ἀναστρεφομένη, μηδὲ ἅπαξ δὲ χιαζομένη. ἐκείνη δὲ ἡ παρὰ τῷ Δημοσθένει καὶ χιασθῆναι δύναται τὸ «μὲν γὰρ Φίλιππος ὅσῳ πλείονα ὑπὲρ τὴν ἀξίαν πεποίηκε τὴν ἑαυτοῦ, τοσούτῳ θαυμαστότερος παρὰ πᾶσι νομίζεται· ὑμεῖς δὲ, Ἀθηωαῖοι, ὅσῳ χεῖρον ἢ προσῆκε κέχρησθε τοῖς πράγμασι, τοσούτῳ πλείονα [*](243) αἰσχύνην ὠφλήκατε», καὶ μυριάκις ἔστι μεταποιεῖν τὴν ἀναδεχομένην τοῦτο τὸ σχῆμα. πῶς δὲ ἀναδέχεται τὸν χιασμόν; ὅταν ἐν ἀμφοτέραις ταῖς προτάσεσιν ἀμφότεραι ἁρμόζωσιν αἱ ἀποδόσεις καὶ ἐναλλάξ, οἷον «δ μὲν γὰρ Φίλιππος ὅσῳ πλείονα ὑπὲρ τὴν ἀξίαν πεποίηκε τὴν ἑαυτοῦ, τοῦτο ἡ πρότασις, ἁρμόζει δὲ αὐτῇ ἐκατέρα ἀπόδοσις, εἴτε βούλοιτό τις λέγειν «τοσούτῳ [*](1 ἔχοντας ἀφείλετο Sc 2 ἐκβαλὼν VcBa | μὲν om. V | γρά- φειν Ac 3 ἐν τῷ om. Vc Ba προσγράφειν Ac 4 δοῦναι ὑμῖν Ac 5 τοῦ PaBa, m. 1Vc | ἡμῖν VcBa 5.6 ἢ τὰς ἀποδόσεις P ἢ πάλιν τὰς δύο ἀποδόσεις V; γρ ἢ πάλιν τὰς ἀποδόσεις Pa, (καὶ pro ἢ) Pc 7 τοῦ PaBa, m. 1Vc ἡμῖν VcBa 8 εἶναι m.2, εἰδέναι m. 1Vc 9 δοῦναι ὑμῖν om. VcBa 10 πολλάκι Ba, m. 1Vc 11 sic P, (ἡ et καὶ om.) Ac; ἐκείνη δὲ καὶ χιασθῆναι δύναται παρὰ τῶι δημοσθένει VcBa 14 ὦ Ἀθηναῖοι om. Vc Ba, Dem. 2, 3 15 χρῆσθε PAc 18 τοῦτον τὸν Pc 19 ἁρμό- σωσιν VcBa 20 Φίλιππος om. VcBa | πλείω VcBa 21 ἁρμό- σει VcBa 22 τοσούτῳ — 183, 1 νομίζεται et 183, 2 τοσούτῳ — ὠφλήκατε locum mutaverunt Ac)
183
θαυμαστότερος ἐκεῖνος παρὰ πᾶσι νομίζεται» εἴτε βούλοιτο λέγειν «τοσούτῳ πλείονα ὑμεῖς αἰσχύνην ὠφλήκατε»· καὶ πάλιν «ὑμεῖς δέ, ὦ Ἀθηναῖοι, ὅσῳ χεῖρον ἢ προσῆκε κέχρησθε τοῖς πράγμασιν ἡ πρότασις ἡ δευτέρα πρὸς ἀμφότερα ἁρμόσει, εἴτε βούλοιτό τις [*](158) λέγειν «τοσούτῳ πλείονα αἰσχύνην ὠφλήκατε» εἴτε βούλοιτο λέγειν «τοσούτῳ θαυμιαστότερος ἐκεῖνος παρὰ πᾶσι νομίζεται. καὶ ὅλως ἄπειρος ὁ περὶ τούτου λόγος.