Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Οὐ χαλεπὸν τὸ ἔργον· οὐ γὰρ Σωκράτους μόνον· οὐδὲ φιλοσόφου μόνον. Ἤδη καὶ Σπταρτιάτης ἀνὴρ οὐκ ἐν Λυκίῳ τραφείς, οὐδὲ ἐν Ἀκαδημίᾳ γυμνασάμενος, οὐδὲ ἐν φιλοσοφία πεπαιδευμένος, ἐντυχὼν μειρακίῳ βαρβαρικῷ μέν, ἀλλ᾿ ἄκρως καλῷ καὶ ἀνθοῦντι ἄρτι, ἠράσθη μὲν αὐτοῦ· πῶς δ᾿ οὐκ ἔμελλεν; ἀλλ᾿ οὐ περαιτέρω τῶν ὀφθαλμῶν.

Ἐπαινῶ τῆς ἀριστείας τὸν Ἀγησίλαον μᾶλλον, ἢ τὸν Λεωνίδην μαχίμων· ἀμαχώτερος γὰρ ὁ ἔρως ἦν τοῦ βαρβάρου· καὶ τὰ τοῦ ἔρωτος βλήματα τιτρώσκει μᾶλλον ἢ τὰ Καδούσια ἢ τὰ Μηδικά.

Τοιγαροῦν ὁ Ξέρξης μὲν ἐπέβη Λεωνίδου κειμένου, καὶ παρῆλθεν ἔσω Πυλῶν· Ἀγησιλάῳ δὲ μέχρι τῶν ὀφθαλμῶν προσελθὼν ὁ ἔρως, ἐνταῦθα ἔστη ἐπὶ θύραις τῆς ψυχῆς· μεῖζον τὸ ἔργον· δίδωμι τὰ |ἀριστεῖα.