Dialexeis

Maximus of Tyre

Maximus of Tyre. Maximi Tyrii philosophumena. Hobein, Hermann, editor. Leipzig: Teubner, 1910.

Ταῦτα δρῶντα ἐπαινῶ τὸν Ἀγησίλαον [*](90b) μᾶλλον, ἢ Τισσαφέρνην διώκοντα, ἢ Θηβαίων κρατοῦντα, ἢ τὰς μάστιγας καρτεροῦντα· ἐκεῖνα μὲν γὰρ ἦν τῆς τῶν σωμάτων τροφῆς καὶ παιδαγωγίας· ταῦτα δὲ ἔργα ψυχῆς τῷ ὄντι ἠσκημένης καὶ μεμαστιγωμένης.

[*](4.5 Σπαρτιάτης ἀνὴρ vi. or 20.8 d || 19 μάστιγας sq vi. or 23. 2 d τὸ δὲ καθαρῶς sq or 32.10 b)[*](10 in mge ἀγησίλαος 12 καδούσια (schol. recent.))[*](1 ἐνόησα R! (suprascr. εἰσ man. eadem) α(δ Δ) | φεῖσαι (αι in ras.) | τοῦ (ante Ἀπόλλωνος) om. Να(δ) || 5 Λυκίῳ RMα ! Λυκείῳ certt. (δΔ) || 5. 6 γεγυμνασμένος Makl 10 τὸν Λεωνί- δην μαχίμων] τὸ ἐν Λεωνίδῃ μάχιμον Knebel τὸν Λεωνίδην· 〈ἐκεῖνος μὲν γὰρ ἐκράτει〉 μαχίμων Reiske μαχίμων del. Meiser 11 ἀμαχώτερος δὲ Reiske | ην ὁ ἔρως Reiske || 13 ἐπέβη (εβη in ras.) R! || 16 17 ἔργον 〈τοῦτο·〉 δίδωμι Reiske || 17 ἀρίστεια ἀρίστει M || 20 καὶ διαγωγίας)
243

Ἔτι περὶ τῆς Σωκράτους ἐρωτικῆς γ΄

Σμερδίης, Θρᾷξ ὑπὸ Ἑλλήνων, κάλλους μειράκιον βασιλικόν, ὀφθῆναι γαῦρον, ἐκομίσθη δῶρον τυράννῳ Ἴωνι, Πολυκράτει τῷ Σαμίῳ.

Ὁ δὲ ἥσθη τῷ δώρῳ, καὶ ἐρᾷ Πολυκράτης Σμερδίου, καὶ αὐτῷ συνερᾷ ὁ Τήϊος ποιητὴς Ἀνακρέων.