Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

[*](OMS)

Ἔστω πυραμὶς ἔχουσα βάσιν τρίγωνον ὀρθογώνιον, οὗ ἔστω ἡ κάθετος ποδῶν ϛ, ἡ δὲ βάσις ποδῶν η, ἡ δὲ ὑποτείνουσα ποδῶν ῑ, ἡ δὲ πυραμὶς ἐχέτω ἑκάστην πλευρὰν ἀνὰ ποδῶν ιγ· εὑρεῖν αὐτῆς τὴν κάθετον.

ποιῶ οὕτως· εὑρίσκω πρῶτον τὴν διάμετρον τοῦ κύκλου τοῦ περιγράφοντος τὸ τρίγωνον ποδῶν ι, ἥτις ἐστὶν ἡ ὑποτείνουσα. τούτων λαβὲ τὸ U+2220΄· γίνονται ε ταῦτα ἐφʼ ἑαυτά· γίνονται κε· καὶ τὰ ιγ τοῦ κλίματος ἐφʼ ἑαυτά· γίνονται ρξθ. ὑφαιρῶ ἀπʼ αὐτῶν τὰ κε· λοιπὸν ρμδ. τούτων λαμβάνω πλευρὰν τετραγωνικήν· γίνονται πόδες ιβ.

τὸ δὲ στερεὸν εὑρήσομεν οὕτως· πρῶτον ποιῶ τοῦ τριγώνου τὸ ἐμβαδόν, καὶ εἰσὶ πόδες κδ· καὶ λαμβάνω τῆς καθέτου τὸ γ΄, ἥτις ἐστὶ τῆς πυραμίδος· γίνονται δ. ταῦτα πολυπλασιάζω ἐπὶ τὸ ἐμβαδόν· γίνονται U+A7FCϛ πόδες. τοσούτου τὸ στερεόν.

Πυραμίδα ἐπὶ ἰσοπλεύρου τριγώνου βεβηκυῖαν μετρήσομεν οὕτως· ἔστω ἑκάστη πλευρὰ τῆς βάσεως ἀνὰ ποδῶν λ καὶ τὸ κλίμα ποδῶν κ. ποίει τὰ λ ἐφʼ ἑαυτά· γίνονται Ϡ. τούτων τὸ γ΄· γίνονται τ· καὶ τὰ κ ἐφʼ ἑαυτά γίνονται υ. ἐκ τούτων ὑφαιρῶ τὰ τ· λοιπὸν ρ· ὧν πλευρὰ τετραγωνικὴ γίνεται ποδῶν ι. τοσούτων ἔσται ἡ κάθετος.

ἐπεὶ οὖν ἡ κάθετος ποδῶν ι, εὑρεθήσεται τὸ ἐμβαδὸν οὕτως· τὰ λ ἐφʼ ἑαυτά· γίνονται Ϡ. τούτων τὸ γʹ καὶ τὸ ιʹ· γίνονται τὸ. τούτων [*](2 des. fol. 57 v S. 3 S fol. 58 r. ὀρθογώνιον, οὗ] M, οὗ ὀρθόγω οὗ C, οὗ ὀρθογωνίου S. 4 ἡ δὲ (pr.)] CS, καὶ ἡ M. 7 πρῶτον] αʹ S, om. CM. 11 ὑφαιρῶ] S, ὑφερῶ CM, 12 λοιπὸν] S, λοιπὰ CM. λαμβάνω] S, λάμβανε CM. 13 στερεὸν] corr. ex ἕτερον S, ἕτερον CM, εὑρήσομεν] CM, -ο- e corr. in scrib.)

150
[*](CMS) τὸ γʹ· γίνονται ρλ. ταῦτα ἐπὶ τὰ ι τῆς καθέτου· γίνονται πόδες ,ατ. τοσούτων ποδῶν ἔσται τὸ στερεόν.

Ἔστω πυραμὶς πεντάγωνον βάσιν ἔχουσα τὴν ὑπογεγραμμένην, ἧς ἑκάστη τῶν περὶ τὴν βάσιν πλευρῶν ἀνὰ ποδῶν ιβ, τὰ δὲ κλίματα ἐκ ποδῶν λε· εὑρεῖν τὴν κάθετον καὶ τὸ στερεόν.