Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Ἐστι δὲ καὶ ἑτέρα μέθοδος ἐπὶ τῶν κεραμίδων ἐὰν ἡ οἶκος ἔχων τὸ μῆκος ποδῶν ξ, τὸ δὲ πλάτος ποδῶν λ, ἄφελε διὰ παντὸς τὸ γ´ μέρος τῶν ξ· λοιπὸν μ. καὶ ἔτι ὁμοίως ἀπὸ τοῦ πλάτους ἀπὸ τῶν λ τὸ γ´· λοιπὸν κ. καὶ πολυπλασίασον τὰ μ ἐπὶ τὰ κ· γίνονται ω. τοσαῦται κεραμίδες ἀναβήσονται ἐπὶ τὸν οἶκον. εὕρηται καὶ ταῦτα τῇ μεθόδῳ.

[*](SC)

Ἔστω δὲ στῦλος, καὶ ἐπιστηκέτω ἐπ᾿ αὐτὸν ὑδρία κεράμιον χωροῦσα Ἰταλικὸν ξεστῶν μη, ἔχει δὲ τρύπημα περὶ τὸν πυθμένα δακτύλου ᾱ. ἀπολυομένου οὖν, φησί, τοῦ ὕδατος καὶ ἐνεχθέντος ἐπὶ τὴν γῆν παραχρῆμα κενοῦται ἡ ὑδρία. ἐκ τούτου οὖν τοῦ λόγου εὑρεῖν τὸ ὕψος τοῦ στύλου. ἀποδειχθήσεται οὖν οὕτως· ἐπειδή ἐστιν ἡ ὑδρία κεράμιον χωροῦσα ξεστῶν [*](1 ρκ] πο δ ρκ´  C. 2 τοσαῦτα C. κεραμίδια C.) [*](5 λοιπὰ C. 6 καὶ] in ras. C. ἔτι] om. C. πλάτους] corr ex πάχους S. 7 λοιπὰ C. καὶ] om. C. τὰ (pr.)] οὖν τὰ C.)

126
μη, ὁ δὲ ποὺς ὁ τετράγωνος χωρεῖ ξέστας Ἰταλικοὺς μη, ἔχει δὲ ὁ κύβος τοῦ μη στερεοῦ ποδὸς δακτύλους ,δ𝒢ϛ, ἔστι δὲ τὸ τρύπημα δακτύλου ᾱ, λήψομαι τοίνυν τῶν ,δ𝒢ϛ τὸ ιϛ΄, ἵνα ἔχωμεν πόμῆ, δας εὐθυμετρικούς, οἵ εἰσι δακτύλων κος σνς. τοσούτων ἄρα ποδῶν ἔσται ὁ στῦλος· δα ὅπερ ἔδει δεῖξαι.

φανερὸν δέ σοι κτύ ἔσται ἐκ τούτου τοῦ λόγου, ὅσου ἂν λων δοθῇ ἡ ὑδρία, καὶ πηλίκον ἂν ᾖ τὸ σνς τρύπημα, ὡς δεῖ μεθοδικῶς ζητῆσαι, καθὼς καὶ ἐπὶ τούτου δέδεικται.

Ἀμφορὰ ὕδατος κρέμαται τρύπημα ἔχουσα δακτύλων β καὶ συνέβη ἅψασθαι τὸ ὕδωρ τῆς γῆς καὶ κεκενῶσθαι τὴν ἀμφοράν. ζητῶ, ἀπὸ πόσων ποδῶν ἐκρέματο τῆς γῆς. ποιῶ οὕτως· ὅσων ἐὰν εἴπῃ δακτύλων, ἕλκε ἐφʼ ἑαυτά· γίνονται δ. καὶ ἐπειδὴ ὁ ποὺς ἔχει δακτύλους ιϛ, ἐφʼ ἑαυτούς· γίνονται σνϛ. ταῦτα μέριζε παρὰ τὸν δ· γίνονται ξδ. τοσούτων ποδῶν τὸ ὕψος ἦν.

[*](S)

Ὁ σωλὴν ὁ οὐγκίαν φέρων ἔχει τὴν διάμετρον δακτύλου α. ἐὰν οὖν τις βουληθῇ κατασκευάσαι σωλῆνα γραμμάτων θ, εὑρεῖν, πόσων δακτύλων τάσσωμεν τὸν σωλῆνα ἔχοντα διάμετρον. ποιῶ οὕτως· ἐπειδὴ ὁ σωλὴν οὐγκίας ᾱ δάκτυλον ᾱ ἔχει, ἀναλύω τὴν οὐγκίαν [*](3 ποδὸς] π, S om. C. δακτύλους] Δ/αα/ S, δακτύλου C. ,δ𝒢ϛ—5 τῶν] S, om C. 5 ,δ𝒢ϛ] δ- deformatum in C. 6 δακτύλων] comp. C, δάκτυλοι S. 9 ἂν] ἄρα C et e corr. in scrib. S. 10 ὑδρία] C, ὑδρεια S. 12 καθὼς] S, καθʼ C 13 ἀμφορὰ] S, ἀμφορεὺς C. κρέμαται] κρεμᾶται S, κρεμμᾶται C.)

128
[*](S) εἰς γράμματα· γίνονται κδ. καὶ πολυπλασιάζω τὰ κδ ἐφʼ ἑαυτά· γίνονται φοϛ. ἐπειδὴ σωλῆνα θ γραμμάτων βουλόμεθα κατασκευάσαι, πάλιν ποιῶ τὰ θ ἐφʼ ἑαυτά· γίνονται πα. ταῦτα εἰς φοϛ· γίνονται ξδ. τοσούτων δακτύλων τὸν σωλῆνα τῶν θ γραμμάτων τάσσομεν.