Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

[*](SC)

Πῶς δεῖ ὀθόνας ἐκμετρεῖν εἰς ἄρμενον. ἔστω ἱστός, οὗ τὸ μὲν ὑποκέρας ποδῶν π, βάθος ποδῶν ν· εὑρεῖν, πόσα ὀθόνια ἐμπεσοῦνται εἰς τὸ ἄρμενον ἐχούσης τῆς ὀθόνης τὸ μὲν μῆκος ποδῶν δ, τὸ δὲ πλάτος ποδῶν γ. ποίει οὕτως· τὰ γ ἐπὶ τὰ δ· γίνονται ιβ. ταῦτα τετράκις· γίνονται μη. καὶ τὰ π ἐπὶ τὰ ν· γίνονται ,δ. τούτων τὸ μη΄· γίνονται πγ γ΄. τοσαῦτα ἀπέρχεται ὀθόνια

Ἄλλως τὸ αὐτό.

τὰ ν ἐπὶ τὰ π· γίνονται ,δ· ὧν δʹ γίνονται ,ᾱ. καὶ ποιῶ τοὺς γ ἐπὶ τοὺς δ· γίνονται πόδες ιβ. λαμβάνω τῶν ,α τὸ ιβ΄· γίνονται πγ γ΄. φανερόν.

[*](S)

Πλοίου τὸ μῆκος ποδῶν κδ, ἡ δὲ βάσις ποδῶν ϛ, ἡ δὲ κατάβασις ποδῶν δ· εὑρεῖν, πόσα κεράμια ἢ πόσους μοδίους χωρεῖ. ποιῶ οὕτως· τὴν κατάβασιν ἐπὶ [*](4 ξδ] ,ηξδ S. 6 πᾶς—ἄρμενον] S, om. C. 9 πλάτος] π λ S. 11 τετράκις] C, δ S. 13 τὸ] S, εἰς τὸ C. 14 δ΄] S, τὸ δ΄ C. 15 γ] C, ,γ S. δ] S, τέσσαρις C. 16 φανερόν] S, om. C. 18 κατάβασις] fort. κάτω βάσις; sed cfr. lin. 19. πόσα] om. S. Fig. 75 post 51 repetit S.) [*](*) D. h. Höhe.) [*](**) Wenn die Figur richtig ist, müßte das Κrgebnis dop- pelt so groß sein; aber vielleicht ist das Segel micht als rechtwinkliges Dreieck gedacht, sondern von dieser Form, die dann empirisch berechnet wäre. Dieselbe Rechnung findet sich in 49, wo sie sachgemäßer dar- gestellt ist. Darauf bezieht sich wohl φανερόν Ζ. 16.)

130
[*](S) τὴν βάσιν· γίνονται πόδες κδ. τούτους πολυπλασιάζω ἐπὶ τὸ μῆκος, ἐπὶ τοὺς κδ· γίνονται πόδες φοϛ. τούτων τὸ γ΄ προστιθῶ τοῖς φοϛ· ὁμοῦ γίνονται ψξη. τοσαῦτα κεράμια χωρεῖ. χωρεῖ δὲ τὸ κεράμιον μοδίους ῑ γίνονται ,ζχπ.

Ἔστω πλοῖον, καὶ ἐχέτω μῆκος ἀπὸ κορύμβου εἰς κόρυμβον τὸ μὲν μῆκος ποδῶν ν, τὸ δὲ πλάτος ποδῶν ιβ καὶ τὸ βάθος ποδῶν ζ. ποίει οὕτως· τὰ ν ἐπὶ τὰ ιβ· γίνονται χ. ταῦτα ποιῶ ἐπὶ τὸ βάθος, ἐπὶ τοὺς ζ γίνονται ,δσ. ταῦτα ποιῶ διʼ ὅλου ἑξάκι· γίνονται β ,εσ. τοσούτους μοδίους χωρήσει τὸ πλοῖον.

Πλοῖον μετρήσωμεν, οὗ τὸ μῆκος πηχῶν μη, ἡ δὲ ἔμβασις πηχῶν δ καὶ ἡ διάβασις πρῴρας πηχῶν ϛ, ἡ δὲ ἄνω βάσις πρύμνης καὶ πτέρνης πηχῶν η καὶ ἡ βάσις μέση πηχῶν θ· εὑρεῖν, πόσους μοδίους χωρεῖ. ποίει οὕτως· σύνθες πρώραν καὶ πρύμναν· γίνονται ιδ. τούτων τὸ U+2220΄· γίνονται ζ. τούτοις πρόσθες τὴν διάβασιν τῆς μέσης· ὁμοῦ γίνονται πήχεις ιϛ. τούτων τὸ U+2220ʹ· γίνονται η· τούτους ποιῶ ἐπὶ τὴν βάσιν, ἐπὶ τοὺς δ πήχεις· γίνονται πήχεις λβ. ἐπὶ τὸ μῆκος, ἐπὶ τοὺς μη πήχεις· γίνονται πήχεις ,αφλϛ. ὁ δὲ πῆχυς χωρεῖ [*](6 μῆκος] deleo. 12 πηχῶν] S, et sic deinceps. 13 πρώρ |ῥας S. 15 μοδίους] μ Δ S. 16 πρώρῥαν S. πρύμν S. 18 πήχεις] π κ S, et sic deinceps. 19 τοὺς] τὰς corr ex τὰ S. 20 πήχεις (pr.)] sic S. 21 πήχεις (pr.)] sic S. πήχεις (alt.)] S. πῆχυς] sic S.)

132
[*](S) Ἰταλικοὺς μοδίους ιβ U+2220΄· γίνονται μόδιοι Μ ,θσ. τοσούτους μοδίους χωρήσει τὸ πλοῖον.