Pneumatica

Hero of Alexandria

Hero of Alexandria, Pneumatica, Schmidt, Teubner, 1899

Καὶ ἄλλως δὲ ἐκ διαλειμμάτων ἦχοι γίνονται τόνδε τὸν τρόπον.

Ἀγγεῖόν ἐστι πλείονα ἔχον διαφράγματα πλάγια· ἐν δὲ ταῖς χώραις διαβῆταί εἰσι φέροντες εἰς τὰς ὑποκειμένας χώρας ἄνισοι ταῖς ἐπιρρύσεσιν· ἐν δὲ τῷ [*](στρεφόμενον τὰ βάρη εἰς τὸ ἄνω μέρος ἔχον, εἰς ὃ φέρεται ἀεὶ ὕδωρ ἐπίρρυτον.) [*](a 218, 15 —220, 21 Ἀγγεῖον . . . ἀποτελεῖ ═ b 218, 21— 220, 28: Ἀγγεῖον ἔστω πλείονα ἔχον διαφράγματα πλάγια, ἐν δὲ ταῖς χώραις διαβῆται φέροντες εἰς τὰς ὑποκειμένας χώρας, ἤγουν ἀπὸ μὲν τῆς πρώτης εἰς τὴν δευτέραν, ἀπὸ δὲ τῆς δευτέρας εἰς τὴν τρίτην καὶ ἀπὸ τῆς τρίτης εἰς τὴν τετάρτην) [*](3 βαρύλλιον AG 2  b: βαρύδιον T 1: βαρίδιον Amg. G 1 T2) [*](προσκείμενον AG b L: προκείμενον T 8 ἑκνωδάκιον A1, corr. A 2 11 καταστρέφεσθαι bL: καταφέρεσθαι a 15 f. ἔστω) [*](πλέονα T 17 sqq. de recensione a v. prolegom. adnot. ad fig. 49) [*](2 κεκνωδακισμένου B 3 γὰρ BCL: δὲ, sed γὰρ Supra scr. P 6 ἀποτελεῖν B 13 δὲ om. B)

220
ὑποκάτωἀγγείῳ πρόσκειται τὸ συρίγγιον τὸ καὶ τὸν ἦχον ποιοῦν· εἰς δὲ τὸ ἄνω ἀγγεῖον φέρεται ἡ ῥύσις. καὶ συμβαίνει πληρωθέντος τοῦ ἄνω ἀγγείου μεταχωρεῖν διὰ τοῦ ἐν αὐτῷ διαβήτου εἰς τὸ ὑποκείμενον, ἄχρις ἂν ἐπὶ τὸ τελευταῖον παραγένηται τὸ ὑγρὸν στεγνοῦ αὐτοῦ ὄντος· ὁ δʼ ἐν τούτῳ ἀὴρ ἐκθλιβόμενος διὰ τοῦ συριγγίου τὸν ἦχον ἀποτελεῖ.

[*](καὶ καθεξῆς, ἄνισοι δὲ ταῖς ἐπιρρύσεσιν. ἐν ἑκάστῳ δὲ διαφράγματι πρόσκειται τὸ συρίγγιον τὸ καὶ τὸν ἦχον ποιοῦν. φερομένη οὖν ἡ ῥύσις πρῶτον ἐν τῷ ἄνω ἀγγείῳ καὶ τοῦτο πληροῦσα χωρεῖν ποιεῖ τὸν ἀέρα διὰ τοῦ ἐν αὐτῇ συριγγίου καὶ οὕτως ἠχεῖν. εἶτα πάλιν διὰ τοῦ ἐν αὐτῇ διαβήτου χωροῦν τὸ ὑγρὸν εἰς τὴν κατωτέρω χώραν ποιεῖ τὸ ἐν αὐτῇ συρίγγιον ἠχεῖν καὶ ἐπὶ τῶν λοιπῶν χωρῶν ὁμοίως.)[*](19 στεγνοῦ AG: στενοῦ T αὐτοῦ codd.: f. τοῦ ὅλου ἀγ et f. στεγνοῦ τοῦ ὅλου ἀγγείου ὄντος post ἀποτελεῖ (20) transpon. τούτῳ: f. ἑκάστῳ 〈ἀγγείῳ〉, nisi forte στεγνοῦ . . . ἀποτελεῖ interpolata sunt. cf. p. 218, 4—6)[*](24. 25 αὐτῇ b: f. αὐτῷ 26 κατωτέρω BC: κατωτέραν P)
222

Καὶ σφαῖραι δὲ ὀχοῦνται ἐπʼ ἀέρος οὕτως.

Lέβης ὕδωρ ἔχων ὑποκαίεται ἐπιπεφραγμένος τὸ στόμα· ἀπὸ δὲ τοῦ ἐπιφράγματος ἀνατείνεται σωλήν, οὗ ἐκ τοῦ ἄκρου ἡμισφαίριον κοῖλον συντέτρηται. ἐὰν οὖν κοῦφον σφαιρίον ἐμβάλωμεν εἰς τὸ ἡμισφαίριον, συμβήσεται τὴν ἐκ τοῦ λέβητος ἀτμίδα διὰ τοῦ σωλῆνος φερομένην ἀνακουφίζειν τὸ σφαιρίον εἰς τὸν ἀέρα, ὥστε ἐποχεῖσθαι.

[*](199)

Γίνεται δὲ καὶ σφαῖρα διαφανὴς ἔχουσα ἐντὸς ἑαυτῆς ἀέρα καὶ ὑγρὸν καὶ ἐντὸς αὑτῆς ἐν μέσῳ σφαιρίον εἰς ὑπόδειγμα τοῦ κόσμου.

Γίνεται γὰρ δύο ἡμισφαίρια ὑάλινα· τὸ δὲ ἓν αὐτῶν ἐπιφράσσεται λεπίδι χαλκῇ τρύπημα ἐχούσῃ ἐν μέσῳ στρογγύλον· τούτῳ δὲ σφαιρίον γίνεται ἔλαττον κοῦφον, καὶ ἐμβάλλεται τὸ σφαιρίον εἰς ὕδωρ ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ. εἶτα προστίθεται τούτῳ τὸ διαπεφραγμένον ἡμισφαίριον, καὶ ποσοῦ ὑγροῦ ἐξαιρεθέντος ἐκ τοῦ ὕδατος καθέξει τὸ σφαιρίον ὁ ἐν μέσῳ τόπος. προστεθέντος οὖν τοῦ ἑτέρου ἡμισφαιρίου ἀποτελεῖται τὸ προκείμενον.

[*](4 στόμα AG: στόμιον T 8 εἰς τὸν ἀέρα om. Τ 1, add. Τ 2 9 ὑποχεῖσθαι T 10 caput distinguunt G T: non dist A(?)bL: interpolatum existimat Rochas p. 156 adnot. 12 αὐτῆς scripsi: αὐτῆς a 16 δὲ 〈ἁρμοστὸν〉 18 προτίθεται G 20 ὕδα- τος: f. ἡμισφαιρίου τῷ μέσῳ A 2 Τ 22 ἀποτελεῖται b L: ἀποτελεῖ a)[*](2 καὶ . . . οὕτως a: καὶ σφαῖραι δὲ ὀρχοῦνται διὰ κατα- σκευῆς τοιαύτης b 8 εἰς τὸν ἀέρα om. bL 9 ἐποχεῖσθαι:)
224
[*](200)

Ἡ καλουμένη λιβὰς στάξει, ἡλίου ἐπιβαλόντος αὐτῇ.

Ἔστω βάσις στεγνὴ ἡ ΑΒΓ∠, διʼ ἧς χώνη διώσθω, ἧς ὁ καυλὸς ἀπεχέτω ἀπὸ τοῦ πυθμένος βραχὺ λίαν. ἔστω δὲ καὶ σφαιρίον τὸ ΕΖ, ἀφʼ οὖ σωλὴν φερέτω εἰς τὴν βάσιν ἀπέχων ἀπὸ τοῦ πυθμένος τοῦ ἀγγείου καὶ τοῦ τεύχους τοῦ σφαιρίου βραχύ. καμπύλος δὲ σίφων ἐναρμοσθεὶς εἰς τὸ σφαιρίον φερέτω εἰς τὴν χώνην, καὶ ἐμβεβλήσθω εἰς τὸ σφαιρίον ὕδωρ. ὅταν οὖν ὁ ἥλιος ἐπιβάλῃ τῷ σφαιρίῳ, θερμανθεὶς ὁ ἐν αὐτῷ ἀὴρ ἐκθλίψει τὸ ὑγρόν, ὃ δὴ διὰ τοῦ Η σίφωνος ἔξω ἐνεχθήσεται καὶ διὰ τῆς χώνης εἰς τὴν βάσιν χωρήσει. ὅταν δὲ ἐπισκιασθῇ, ἐκχωρήσαντος τοῦ ἀέρος διὰ τοῦ σφαιρίου ὁ σωλὴν ἀναλήψεται τὸ ὑγρὸν καὶ ἀναπληρώσει τὸν κενωθέντα τόπον· καὶ τοῦτο ἔσται, ὁσάκις ἂν ὁ ἥλιος ἐπιβάλῃ.