Pneumatica

Hero of Alexandria

Hero of Alexandria, Pneumatica, Schmidt, Teubner, 1899

Θύρσον εἰς ὕδωρ χαλάσαντα ἦχον ἀποτελέσαι ἤτοι σύριγγος ἢ ὀρνέου τινός.

Ἔστω θύρσος ὁ ΑΒΓ∠ τρῆμα ἔχων κατὰ τὴν τοῦ κορύμβου κορυφὴν τὸ ∠· κοῖλος δὲ ἔστω ὁ κόρυμβος [*](2 ἐπιβαλόντος ABCG: ἐπιβάλλοντος PT 7 καὶ Ab: om G T) [*](9 f. ὕδωρ 〈διά τινος τρυπήματος, ὅ μετὰ τὴν ἔγχυσιν πάλιν ἀπεστεγνώσθω〉. cf. p 228, 3—4 12 ἔξω ἐνεχθήσεται AG 1 ἐξενεχθήσεται G 2 TbL 18 Θύρσον κατασκευάσαι, ὥστε χαλα σθέντα εἰς ὕδωρ ἦχον ἀποτελέσαι κτε Vindob. 120 21 ὁ om. T) [*](3 αβγ b 5 φερέσθω b 6 ἀπὸ om. b 10 ἐπιβάλῃ BC: ἐπιβάλλῃ P, ut lin. 16 13 τοῦ ἀέρος om. bL 14 ὁ σωλὴν: spherula L 18 χαλάσαντα: descendentem L)

226
καθάπερ στρόβιλος καὶ τὸν καυλὸν ἐχέτω διαπεφραγμένον μικρὸν ὑπὸ τὸ στόμα τῷ ΑΕ διαφράγματι· τούτῳ δὲ προσκείσθω συρίγγιον τὸ Ζ ὑπὸ τὸ στόμα κείμενον τοῦ σωλῆνος καὶ συντετρημένον τῷ διαφράγματι. ὅταν οὖν ἐμβαλόντες τὸ θυρσίον εἰς ὕδωρ θλίβωμεν εἰς τὸ κάτω, ὁ ἐν αὐτῷ ἀὴρ ἐκθλιβόμενος ἐκ τοῦ ὕδατος ἦχον ἀποτελέσει. καὶ ἐὰν μὲν ψιλὸν τὸ συρίγγιον, συρίσει μόνον· ἐὰν δὲ ἔχῃ καὶ ποσὸν ὑδάτιον ὑπὲρ τὸ διάφραγμα, καχλάζων ἔσται ἦχος.

[*](201)

Ζῳδίου ἐπὶ βάσεως ὄντος καὶ ἔχοντος ἐν τῷ στόματι σάλπιγγα, ἐὰν ἐμφυσήσωμεν, σαλπίσει.

Ἔστω βάσις στεγνὴ ἡ ΑΒΓ∠, ἐφʼ ἧς ἐφεστάτω ζῴδιον· ἐντὸς δὲ τῆς βάσεως ἡμισφαίριον ἔστω κοῖλον ἐπιπεφραγμένον τὸ ΕΖΗ ἔχον παρὰ τὸν πυθμένα τρυπημάτια· ἐκ δὲ τοῦ ἡμισφαιρίου ἀνατεινέτω σωλὴν [*](a 5—9 ὅταν οὖν . . . ἦχος ═ b 17—22: ἐὰν οὖν ἐμβαλόντες τὸ θυρσίον εἰς τὸ ὕδωρ θλίψωμεν εἰς τὸ κάτω, ὁ ἐν αὐτῷ ἀὴρ ἐκθλιβόμενος ὑπὸ τοῦ ὕδατος ἦχον ἀποτελέσει. καὶ ἐὰν μὲν ψιλὸν τὸ συρίγγιον, συρίσει μόνον· ἐὰν δὲ καὶ ὑδάτιόν τι ἐπάνω τοῦ διαφράγματος, καχλάζων ἔσται ὁ ἦχος.) [*](2 τὸ om. T 1 2—3 τῷ ΑΕ . . . στόμα om. Α 1, add. A 2 mg. (iterato κείμενον) 9 ὑπὲρ A 2: ὑπὸ A 2 G T ὁ ἠχος Vind. 120) [*](15 παρὰ A (═ π quod scripturae compendium saepe a libra- riis falso legitur), T 1: περὶ G T 2 bL) [*](1 καθάπερ στρόβιλος: ad coni simlitudinem L 3—5 τού- τῳ . . . διαφράγματι om. CP 16 ἀνατεινέσθω BL 21 τι om. P)

228
ὁ ΘΖ εἰς τὸ ζῴδιον φέρων ἐπὶ τὴν σάλπιγγα· ἐχέτω δὲ καὶ γλωσσίδα ἡ σάλπιγξ. κεχύσθω δὲ εἰς τὴν βάσιν ὑγρὸν διά τινος ὀπῆς, μετὰ τὴν ἔγχυσιν πάλιν ἀπεστεγνώσθω σμηρίσματί τινι. ὅταν οὖν ἐμφυσῶ [*](202) μεν εἰς τὸν κώδωνα τῆς σάλπιγγος, ὁ ἐξ ἡμῶν ἀὴρ ἐκθλίψει τὸ ἐν τῷ ἡμισφαιρίῳ ὕδωρ διὰ τῶν τρυπημάτων, ὃ προσαναβήσεται εἰς τὴν βάσιν μετεωριζόμενον· ὅταν δὲ ἀποσπάσωμεν, πάλιν εἰσελεύσεται εἰς τὸ ἡμισφαίριον καὶ ἐκθλίψει τὸν ἀέρα. οὗτος δὲ διὰ τῆς γλωσσίδος ἐξερχόμενος τὸν τῆς σάλπιγγος ἦχον ἀποτελέσει.

Λέβητος ὑποκαιομένου σφαιρίον πρὸς κνώδακα κινεῖσθαι.

Ἔστω λέβης ὑποκαιόμενος ἔχων ὕδωρ ὁ ΑΒ καὶ ἐπιπεφράχθω τὸ στόμιον τῷ Γ∠ πώματι· τούτῳ δὲ συντετρήσθω σωλὴν ἐπικαμπὴς ὁ ΕΖΗ, οὗ τὸ ἄκρον [*](a 2—11 κεχύσθω δὲ . . . ἀποτελέσει ═ b 18—26: καὶ κεχύσθω εἰς τὴν βάσιν ὑγρὸν διά τινος ὀπῆς, ἣ μετὰ τὴν ἔγχυσιν πάλιν ἐστεγνώσθω σμηρίσματί τινι. ἐὰν οὖν ἐμφυσήσωμεν εἰς τὸν κώδωνα τῆς σάλπιγγος, ὁ ἐξ ἡμῶν ἀὴρ ἐκθλίψει τὸ ἐν τῷ ἡμισφαιρίῳ ὕδωρ διὰ τῶν τρυπημάτων, ὃ προσαναβήσεται εἰς τὴν βάσιν μετεωριζόμενον. ὅταν δὲ παύσωμεν ἐμφυσῶντες, πάλιν ἐπαναστρέψει εἰς τὸ ἡμισφαίριον καὶ ἐκθλίψει τὸν ἀέρα. οὗτος δὲ διὰ τῆς γλωσσίδος ἐξερχόμενος τὸν τῆς σάλπιγγος ἦχον ἀποτελέσει.) [*](2 γλωσσίδα BM: γλωσσίδια aCP: lingulam L 7 μετά- βασιν G 2 μετεωριζόμενον G 2 Τ 1: μηξωριζόμενον AG 1 Τ 2) [*](13 πρὸς: f. περὶ. cf. 204, 12 15 ἔχων Tb: ἔχον AG) [*](17 ἐπικαμπὴς (-ῆς AG) a: ἐπικαμπτὸς b τὸ ἄκρον τὸ η bL) [*](22 τῶν CP: τινων BL 24 de παύω intrans. usurp. v. lex.)

230
εἰς κοῖλον σφαιρίον ἐνηρμόσθω τὸ ΘΚ τῷ δὲ ἄκρῳ τῷ Η κατὰ διάμετρον ἔστω κνώδαξ ὁ ΛΜ βεβηκὼς ἐπὶ τοῦ Γ∠ πώματος. ἡ δὲ σφαῖρα ἐχέτω δύο σωληνάρια ἐπικαμπῆ κατὰ διάμετρον συντετρημένα αὐτῇ καὶ ἐπικεκαμμένα ἐναλλάξ. αἱ δὲ καμπαὶ ἔστωσαν πρὸς ὀρθὰς ἐπινοούμεναι καὶ διὰ τῶν Η, Λ εὐθειῶν. συμβήσεται οὖν θερμαινομένου τοῦ λέβητος τὴν ἀτμίδα διὰ τοῦ ΕΖΗ εἰς τὴν σφαῖραν ἐμπίπτουσαν ἐκπίπτειν διὰ τῶν [*](1—2 ἄκρῳ τῷ BCG 2 Τ 1: ἄκρον τὸ AG 1 P 19 καὶ G 2 T: om. AG 1 20 an ΗΖ, ΜΛ? 23—24 τοῦ εζη σωλῆνος Par. 2512, Voss. 19) [*](1 σφαιρίον om. P 2 τῷ Η: τὸ θ P 18—21 ἐπινοούμεναι . . . εὐθειῶν om. b L)
232
ἀνακεκαμμένων σωληναρίων εἰς τὸ πῶμα καὶ στρέφειν τὴν σφαῖραν, καθάπερ ἐπὶ τῶν χορευόντων ζῳδίων.

Κρατῆρος ὄντος ἐπί τινος βάσεως καὶ κρουνὸν ἔχοντος ἀνεῳγότα μεταξὺ τοῦ ῥέειν παύσασθαι μὴ ὄντος ἁρμοστοῦ πώματος τοῦ κλείοντος τὸν κρουνόν.

Ἔστω κρατὴρ ὁ ΑΒ ἐπὶ βάσεως τῆς Γ. διὰ δὲ τοῦ πυθμένος τοῦ ἀγγείου καὶ τῆς βάσεως σωλὴν διώσθω ὁ ∠ΕΖ εἰς κρουνὸν ἀποδεδομένος. ἐπὶ δὲ τοῦ ὠτίου τοῦ κρατῆρος κανόνιον ἐφεστάτω τὸ ΗΘ πεπηγός, πρὸς ὅ κηλωνευέσθω ἕτερον τὸ Κ Λ περὶ περόνην τὴν Θ· ἐκ δὲ τοῦ Κ ἄκρου κανόνιον καθείσθω [*](203) ἕτερον τὸ Κ Μ περὶ μὲν τὸ Κ περόνῃ | κινούμενον· πρὸς δὲ τῷ Μ πυξίδα ἐχέτω τὴν ΝΞ βάρος ἔχουσαν καὶ δυναμένην περιβαίνειν περὶ τὸν ∠Ε Ζ σωλῆνα. ὅταν οὖν πλήρους ὄντος τοῦ κρατῆρος πιέσωμεν τὸ ἄκρον τοῦ κανόνος εἰς τὸ κάτω μέρος, ἀνενεχθήσεται ἡ ΝΞ πυξίς· ταύτης δὲ ἐπαρθείσης τὸ ἐν τῷ κρατῆρι ὕδωρ διὰ τοῦ ∠ΕΖ σωλῆνος ἔξω ἐνεχθήσεται· [*](1 σωληναρίων inserui ex bL στρέφειν σωληναρίων Μ 2) [*](2 τὴν Vindob 120, b: εἰς τὴν a σφαῖραν AG T 2, b: χώ- ραν T, ἐπὶ AG: καὶ ἐπὶ T ζωδίων AG 1 (ζοδ- G 1) T 2 ζωδαρίων G 2 T 1 12 καθείσθω Tb: καθίσθω AG 13 μὲν om T 1, add. T2 περόνη Tb: περόνην AG 14 τῶ BCT: τ AGP πυξίδα Tb. πυξίδια AG 18 νξ G 2 Tb: μξ AG 1 (μ ex ν corr. A)) [*](1 εἰς τὸ πῶμα om bL 2 καθάπερ . . . ζῳδίων om bL) [*](10 τοῦ κρατῆρος om bL 10—11 ἐφεστάτω πεπηγὸς τὸ ηθ tr. BC 11 πεπηγός om. P 14 ἐχέτω a: habeat L: ἔχον b) [*](19 διὰ . . . σωλῆνος om. L ἔξω ἐνεχθήσεται APL: ἐξ- ενεχθήσεται BC)

234
ἐὰν δὲ ἀφῶμεν τὸ Λ ἄκρον, καταχθήσεται ἡ πυξὶς καὶ περικείσεται τῷ ∠ΕΖ σωλῆνι, καὶ ὁ ἐν αὐτῇ ἀὴρ μὴ ἔχων διέξοδον διαστέλλει τὸ περὶ τὸν ∠ΕΖ σωλῆνα ὑγρόν, ὥστε μηκέτι φέρεσθαι διὰ τοῦ ∠ στομίου. ὅταν δὲ πάλιν πιέσωμεν εἰς τὸ κάτω μέρος τὸ Λ ἄκρον, ῥεύσει ὁ κρουνός.