Pneumatica

Hero of Alexandria

Hero of Alexandria, Pneumatica, Schmidt, Teubner, 1899

[*](185)

Ἐν τοῖς Αἰγυπτίων ἱεροῖς πρὸς ταῖς παραστάσι τροχοὶ χάλκεοι ἐπιστρεπτοὶ γίνονται πρὸς τὸ τοὺς εἰσερχομένους ἐπιστρέφειν αὐτοὺς διὰ τὸ δοκεῖν τὸν χαλκὸν ἁγνίζειν· ἔστι δὲ καὶ περιρραντήρια πρὸς τὸ τοὺς εἰσερχομένους περιρραίνεσθαι. δέον οὖν ἔστω ποιῆσαι, ὥστε ἐπιστραφέντος τοῦ τροχοῦ ὕδωρ ἐξ αὐτοῦ ἐπιρρέειν εἰς τὸ ὡς εἴρηται περιρραίνεσθαι.

Ἔστω ὄπισθεν τῆς παραστάδος κρυπτὸν ἀγγεῖον ὕδατος τὸ ΑΒ Γ∠ τετρημένον τὸν πυθμένα τῷ Ε τρήματι. ὑποκεκολλήσθω ὑπὸ τὸν πυθμένα αὐλίσκος ὁ ΖΗΘΚ ἔχων καὶ αὐτὸς τρύπημα κατὰ τὸ ἐν τῷ [*](a 148, 11—150, 12 ὑποκεκολλήσθω . . . ὕδωρ ῥεύσει ═ b 148, 14—150, 29: ὑποκεκολλήσθω δ᾿ ὑπὸ τὸν πυθμένα αὐλίσκος ὁ ΗΖΘΚ ἔχων καὶ αὐτὸς τρύπημα τὸ Σ )

150
πυθμένι τρῆμα· ἐντὸς δὲ τούτου ἕτερος αὐλίσκος ὁ ΛΜ κατὰ μὲν τὸ Λ μέρος προσκεκολλημένος τῷ ΖΗΘΚ, κατὰ δὲ τὸ Ε τρῆμα καὶ αὐτὸς τρῆμα ἔχων τὸ Π· μεταξὺ δὲ τῶν εἰρημένων δύο αὐλίσκων ἕτερός ἐστιν ὁ ΝΞΟΡ συνεσμηρισμένος ἀμφοτέροις καὶ ἔχων τρῆμα κατὰ τὸ Ε τρῆμα τὸ Σ. καταλλήλων οὖν τούτων τῶν τρημάτων ὄντων, ἐὰν ἐγχέῃ τις εἰς τὸ ΑΒΓ∠ ἀγγεῖον ὕδωρ, ἔξω ῥεύσει διὰ τοῦ ΛΜ αὐλίσκου· ἐὰν δὲ ἐπιστρέφωμεν τὸν ΝΞΟΡ αὐλίσκον, ὡς παραλλάξαι τὸ Σ τρῆμα, οὐκέτι ῥεύσει. γεγονέτω οὖν ὁ τροχὸς συμφυὴς τῷ ΝΞΟΡ αὐλίσκῳ, ὥστε ἐπιστρεφομένου αὐτοῦ πλεονάκις τὸ ὕδωρ ῥεύσει.

[*](κατὰ τὸ μέρος, καθʼ ὃ καὶ τὸ Ε τρύπημά ἐστι τοῦ ΑΒΓ∠ ἀγγείου· ἐντὸς δὲ πάλιν τούτου ἕτερος αὐλίσκος ὁ ΛΜ κατὰ μὲν τὸ Λ μέρος προσκεκολλημένος τῷ ΖΗΘΚ, κατὰ δὲ τὰ Ε, Σ τρήματα καὶ αὐτὸς τρῆμα ἔχων τὸ Π· μεταξὺ δὲ τῶν εἰρημένων δύο αὐλίσκων ἕτερος ἔστω ὁ ΝΞΟΡ συνεσμηρισμένος ἀμφοτέροις καὶ ἔχων κατὰ τὸ Ε τρῆμα καὶ αὐτὸς τὸ Τ. δεῖ δὲ νοεῖν τὰς τῶν τοιούτων αὐλίσκων ἐπιφανείας πάντῃ ἐφάπτεσθαι ἀλλήλων, τήν τε τοῦ ΗΖΘΚ κοίλην τῆς τοῦ ΝΞΟΡ κυρτῆς καὶ τὴν τοῦ ΝΞΟΡ κοίλην τῆς τοῦ ΛΜ κυρτῆς. τούτων οὖν οὕτως κατεσκευασμένων καὶ τοῦ ΝΞΟΡ αὐλίσκου περιεστραμμένου, ὥστε τὸ Τ τρῆμα μὴ εἶναι ὑπὸ τὸ Σ, ἐὰν ἐγχέῃ τις ὕδωρ εἰς τὸ ΑΒΓ∠ ἀγγεῖον, οὐ ῥεύσει διὰ τὸ παραλλάσσειν τὰ τρήματα τῶν αὐλίσκων· ἐὰν δὲ στρέψῃ τὸν ΝΞΟΡ, ὥστε τὰ τρήματα ὑπάλληλα γενέσθαι, ῥεύσει διὰ τοῦ ΛΜ αὐλίσκου. δεῖ οὖν τὸν τροχὸν συμφυῆ γίνεσθαι τῷ ΝΞΟΡ αὐλίσκῳ, ὥστε ἐπιστρεφομένου αὐτοῦ πλεονάκις τὸ ὕδωρ ῥεύσει.)[*](2 f. 〈ἔστω〉 τῷ 3 καὶ αὐτὸς τρῆμα om. G1, add G, ἔχον Τ 7 ὄντων AG,: om. G1: αὐτῶν Τ 9 ἐπιστρέφομεν T)
152

Ἀγγείου ὄντος ἑνός, ἐμβαλεῖν διὰ τοῦ στόματος αὐτοῦ οἴνων πλείονα γένη καὶ διὰ τοῦ αὐτοῦ κρουνοῦ λαμβάνειν ἕκαστον αὐτῶν, ὃ ἐάν τις προαιρῆται, ὥστε πλειόνων ἐμβαλόντων τοὺς οἴνους ἕκαστον τὸν ἴδιον δέξασθαι κατὰ μέρος, ὅσος ἐὰν ὁ ἀφʼ ἑκάστου ἐμβληθείς.

Ἔστω ἀγγεῖον στεγνὸν τὸ ΑΒΓ∠ διαπεφραγμένον τὸν τράχηλον τῷ Ε Ζ διαφράγματι· διαπεφράχθω δὲ καὶ τὸ ὅλον ἀγγεῖον εἰς χώρας τοσαύτας, ὅσους βουλόμεθα [*](186) καὶ τοὺς οἴνους εἶναι· καὶ ἔστω | διαφράγματα τὰ ΗΘ, ΚΛ, ὥστε γίνεσθαι χώρας τρεῖς τὰς Μ, Ν, Ξ, εἰς ἃς ἐμβληθήσεται ὁ οἶνος. τετρήσθω δὲ τὸ ΕΖ διάφραγμα καθʼ ἑκάστην χώραν λεπτοῖς τρυπηματίοις· καὶ ἔστω τὰ τρυπημάτια τὰ Ο, Π, Ρ. ἐκ δὲ τῶν Ο, Π, Ρ τρυπηματίων σωληνάρια ἀνατεινέτω τὰ ΠΣ. ΟΤ, ΡΥ εἰς τὸν τράχηλον τοῦ ἀγγείου συντετρημένα αὐτῷ· παρὰ δὲ ἕκαστον σωληνάριον τρυπημάτια ἔστω λεπτὰ ἐν τῷ ΕΖ διαφράγματι ἠθμοειδῆ, διʼ ὧν τὸ ὑγρὸν εἰς τὰς χώρας χωρήσει. ὅταν οὖν βουλώμεθα [*](a 2—7 Ἀγγείου ὄντος . . . ἐμβληθείς ═ b 22—26: Ἀγγείου ὄντος ἑνός, ἐμβαλεῖν διὰ τοῦ στόματος αὐτοῦ πλείονα γένη ὑγρῶν καὶ διὰ τοῦ αὐτοῦ κρουνοῦ λαμβάνειν ἕκαστον αὐτῶν, ὃ ἄν τις προαιρῆται, ἀμιγὲς τῶν λοιπῶν, ὥστε πλειόνων ἐμβαλόντων φέρʼ εἰπεῖν οἴνους διαφόρους ἕκαστον τὸν ἔδιον δέξασθαι κατὰ μέρος, ὅσος ἂν ἐμβληθεὶς ὑφʼ ἑκάστου.) [*](5 ἐμβαλόντων AG: ἐμβαλλόντων T 6 ὅσος, σ ex ν corr., T ἐὰν (sic) G f. ὑφʼ 8 διαπεφραγμένου T 10 βουλώ- μεθα T 15 τρυπημάτια A (ια in litura), BCG: τρυπήματα T) [*](16 ἀνατεινέτω AG: ἀνατεινέσθω T 18 τρυπημα A 19 ἰθμοειδῆ AG Tmg.: ἰσθμοειδῆ T: correxi ex Par. 2512)

154
ἐγχέειν ἕκαστον οἶνον, καταληψόμεθα τοῖς δακτύλοις τὰ Σ, Τ, Υ καὶ ἐγχέομεν τὸν οἶνον διὰ τοῦ Φ τραχήλου· οὗτος δὲ εἰς οὐδεμίαν χώραν χωρήσει διὰ τὸ μὴ ἔχειν διέξοδον τὸν ἐν ταῖς χώραις ἀέρα. ὅταν οὖν ἀνέσωμεν ἓν τῶν Σ, Τ., Υ διαυγίων, ὁ ἐν τῇ κατʼ ἐκεῖνο χώρᾳ ἀὴρ ἐκχωρήσει, διὰ τοῦ ἠθμοῦ τοῦ οἴνου [*](a 154, 4—162, 3 ὅταν οὖν ἀνέσωμεν . . . τὸν ,Β κρουνόν ═ b 154, 8—162, 14 ὅτε δὲ ἀνήσομεν ἓν τῶν Σ, Τ, Υ διαυγίων, ὁ ἐν τῇ κατʼ ἐκεῖνο χώρᾳ ἀὴρ ἐκχωρήσει διὰ τοῦ τοιούτου διαυγίου, τοῦ οἴνου εἰς τὴν χώραν ἐμ- )
156
εἰς τὴν χώραν ἐμπίπτοντος. πάλιν καταλαμβανόμενοι τὸ διαύγιον, ἄλλο ὁμοίως ἀνήσομεν καὶ ἐμβαλοῦμεν ἕτερον οἶνον, εἶτα ἐξῆς τοὺς λοιπούς, ὅσοι ἐὰν ὧσιν οἵ τε οἶνοι καὶ αἱ ἐν τῷ ΑΒΓ∠ ἀγγείῳ ἰσοπληθεῖς χῶραι. δεξόμεθα δὲ ἕκαστον αὐτῶν κατὰ μέρος διὰ τοῦ αὐτοῦ κρουνοῦ οὕτως. ἐν τῷ πυθμένι τοῦ ΑΒΓ∠ ἀγγείου ἐξ ἑκάστης χώρας σωλῆνες ἔστωσαν ἐκ μὲν τῆς Μ ὁ ΧΨ, ἐκ δὲ τῆς Ν ὁ ΩϚ, ἐκ δὲ τῆς Ξ ὁ 𝒢 ϡ· τὰ δὲ ἄκρα αὐτῶν τὰ Ψ, Ϛ, ϡ συντετρήσθω ἑτέρῳ σωλῆνι τῷ ΨϚϡ ,Α ἀπέχοντα ἀπʼ ἀλλήλων, καὶ ἐστεγνώσθωσαν εἰς τὸ ἐντὸς τοῦ ΨϚϡ ,Α. ἕτερος δὲ σωλὴν ἔστω συνεσμηρισμένος ὁ ,Β ,Γ τῷ ΨϚϡ ,Α, ἐπεστομωμένος μὲν κατὰ τὸ ἐντὸς μέρος τὸ ,Γ, τρήματα δὲ ἔχων κατὰ τὰ Ψ, Ϛ, ϡ, ὥστε ἐπιστρεφομένου [*](187) τοῦ ,Β ,Γ σωλῆνος τὰ ἐν αὐτῷ τρήματα παραγινόμενα παρʼ ἕκαστον τῶν Ψ, ϛ, τρημάτων δέχεσθαι τὸν ἐν [*](πίπτοντος διὰ τοῦ ἐν αὐτῇ ἠθμοειδοῦς τρηματίου. πάλιν καταλαμβάνοντες τὸ διαύγιον, ἄλλο ὁμοίως ἀνήσομεν καὶ ἐμβαλοῦμεν ἕτερον οἶνον, εἶτα ἑξῆς τοὺς λοιπούς, ὅσοι ἐὰν ὦσιν οἵ τε οἶνοι καὶ αἱ ἐν τῷ ΑΒΓ∠ ἀγγείῳ ἰσοπληθεῖς χῶραι. δεξόμεθα δὲ ἕκαστον αὐτῶν κατὰ μέρος διὰ τοῦ αὐτοῦ κρουνοῦ οὕτως. ἐν τῷ πυθμένι τοῦ ΑΒΓ∠ ἀγγείου ἐξ ἑκάστης χώρας σωλῆνες ἔστωσαν ἐκ μὲν τῆς Μ ὁ ΧΨ, ἐκ δὲ τῆς Ν ὁ Ωϛ, ἐκ δὲ τῆς ὁ 𝒢ϡ. τὰ δὲ ἄκρα αὐτῶν τὰ Ψ, Ϛ, συντετρήσθω ἑτέρῳ σωλῆνι τῷ Γ∠ ,Α ,Β. ἐντὸς δὲ τούτου τοῦ σωλῆνος ἕτερος ἔστω συνεσμηρισμένος αὐτῷ ἀκριβῶς ὁ ,Γ ,∠ τρήματα ἔχων κατὰ τὰ Ψ, Ϛ, ϡ, ὥστε ἐπιστρεφομένου τοῦ ,Γ ,∠ σωλῆνος τὰ ἐν αὐτῷ τρήματα παραγινόμενα παρʼ ἕκαστον τῶν Ψ, Ϛ, τρημάτων δέχε-) [*](1 ἑτέραν χώραν A2 G T 2 τὸ AG: om. Τ ἀνήσομεν scripsi; cf. lin. 18: ἀνέσωμεν a 3 ὦσιν om. G 4 αἱ G2 T: om AG1 8 χψ G: ψχ AT2 9 ψ𝒢ϡ Τ: 𝒢λ AG ψϚϡ  T: ψϚλ AG 10 ψϚϡ ,α Τ1 mg: ψελ,α AG T1 f. 〈βραχὺ〉)
158
ἑκάστῃ χώρᾳ οἶνον καὶ εἰς τὸ ἐκτὸς ἀποδιδόναι διὰ τοῦ ἐκτὸς στομίου τοῦ ,Β ,Γ σωλῆνος. τῷ οὖν ,Β ,Γ σωλῆνι συμφυὴς ἔστω σιδηροῦς ὀβελίσκος ὁ ,∠ ,Ε. καὶ κατὰ μὲν τὸ ,Ε μέρος βάρος ἐκ μολίβδου προσκεκολλήσθω τὸ ,Ε, κατὰ δὲ τὸ ,∠ περόνη σιδηρᾶ ἡ ,∠ ,Ϛ ἔχουσα ἐκ τοῦ μέσου προσκεκολλημένον φιάλιον τὸ ,ϛ τὰ κοῖλα εἰς τὸ ἄνω μέρος ἔχον. ἔστω δέ τις καὶ κῶνος κοῖλος κόλουρος, οὗ ὁ μὲν μείζων κύκλος ἔστω ὁ ,Ζ, ὁ δὲ ἐλάσσων ὁ ,Θ, διʼ οὗ καὶ ἡ ,∠ ,Ϛ περόνη διερχέσθω. γεγονέτω δὲ καὶ σφαιρία μολιβᾶ ἄνισα τοῖς μεγέθεσι τοσαῦτα ὅσαι εἰσὶ καὶ αἱ Μ, Ν, Ξ χῶραι. ἐὰν οὖν τὸ ἔλασσον τῶν σφαιρίων ἐπιθῶμεν τῷ ,Ζ ,Θ φιαλίῳ, καταβαρῆσαν εἰς τὸ κάτω μέρος ἐνεχθήσεται, ἄχρις ἄν ψαύσῃ τῆς τοῦ κώνου κολούρου κοίλης ἐπιφανείας, καὶ ἐπιστρέψει τὸν ,Β ,Γ σωλῆνα, [*](σθαι τὸν ἐν ἑκάστῃ χώρᾳ οἶνον καὶ εἰς τὸ ἐκτὸς ἀπιδιδόναι διὰ τοῦ ἐκτὸς στομίου τοῦ ,Γ ,∠ σωλῆνος. τῷ οὖν ,Γ ,∠ σωλῆνι συμφυὴς ἔστω σιδηροῦς ὀβελίσκος ὁ ,Ε ,ϛ. καὶ κατὰ μὲν τὸ ,Ϛ μέρος βάρος μολίβδου προσκεκολλήσθω τὸ ,Ζ ἱκανὸν στρέφειν τὸν ,Γ ,∠ σωλῆνα, κατὰ δὲ τὸ ,Ε περόνη σιδηρᾶ ἡ ,Ε ,Θ ἔχουσα ἐν τῷ μέσῳ προσκεκολλημένον φιάλιον τὸ Μ τὰ κοῖλα εἰς τὸ ἄνῳ μέρος ἔχον. γεγονέτω δὲ καὶ σφαιρίον μολίβδινον τὸ Μ πολλῷ βαρύτερον ὄν τοῦ ,Ζ βάρους. ὅταν οὖν προαιρώμεθα ὁποῖον δή τινα τῶν ἐμβληθέντων οἴνων ἐν τῷ ΑΒΓ∠ λαβεῖν ἀγγείῳ, πάντων τῶν ἐν τῷ διαφράγματι τούτου ὄντων τρηματίων διαπεφραγμένων) [*](3 Τ1: δϡ AG: 𝒢 ϡ Τ2 4 ε Τ1 ϡ AG T2 〈βά- ρος〉 inserui: cf. lin. 19 5 ἑ a: ῆ ed. Paris. ut etiam p. 160, 5. 11. 162, 1 σιδηρᾶ om A1, add. Amg. 6 ad φιάλιον in A margo hoc habet scholion: οἶμαι, τὸ αὐτὸ λέγει φιάλιον καὶ κῶνον 7 ἔχον AG: ἔχων Τ 7—8 f. ἔστω δὲ 〈τὰ κοῖλά〉 τις [καὶ] κῶνος 9 A1 G: ,ῆ A2 Τ 10 μολιβὰ AΤ2 (-ό- Τ):)
160
ὥστε τὸ ἐν αὐτῷ τρῆμα γενέσθαι κατὰ τὸ Ψ καὶ δέχεσθαι τὸν ἐν τῇ Μ χώρᾳ οἶνον ῥέοντα ἐπὶ τοσοῦτον, ἐφʼ ὅσον καὶ ἐπίκειται ἡ σφαῖρα τῷ φιαλίῳ, εἰ μὴ ἄρα ὅλος ἐκρερευκώς. ἐὰν δὲ ἀφέλωμεν τὸ σφαιρίον, πάλιν τὸ ,Ε βάρος καταστρέψαν ἀποκλείσει τὸ Ψ τρῆμα, ὥστε μηκέτι ῥέειν τὸν οἶνον. πάλιν οὖν ἢν ἕτερον τῶν σφαιρίων ἐπιθῶμεν, πλέον κατενεχθήσεται καὶ πλέον ἐπιστρέψει τὸν σωλῆνα, ἄχρις ἂν τὸ ἐν αὐτῷ τρῆμα γένηται κατὰ τὸ Ϛ τρῆμια. καὶ οὕτως ῥεύσει ὁ ἐν τῇ Ν χώρᾳ οἶνος. καὶ πάλιν ἀρθέντος τοῦ σφαιρίου καταρρέψαν τὸ ,Ε βάρος ἀποκλείσει τὸ Ϛ τρῆμα, ὥστε μηκέτι ῥέειν τὸν οἶνον. ἐὰν δὲ ἕτερον μεῖζον ἐπιτεθῇ, πλέον ἐπιστραφήσεται ὁ ,Β σωλήν, ὥστε ῥέειν τὸν ἐν τῇ χώρᾳ οἶνον. δεῖ μέντοι τὸ ἔλασσον τῶν σφαιρίων ἐπιτεθὲν ἐπὶ τῷ φιαλίῳ κατα- [*](ἀναφράξομεν μὲν τὸ τῆς χώρας ἐκείνης τρημάτιον, ἧς τὸν οἶνον βουλόμεθα λαβεῖν· ἐμβαλοῦμεν δὲ ἐν τῷ Μ φιαλίῳ τὸ Μ σφαιρίον. καὶ τούτου γενομένου στραφήσεται ὁ ,Γ ,∠ σωλὴν καὶ ἄξει εἰς τὸν τοῦ ἀγγείου πυθμένα τὸ ὑπʼ ἐκείνην τὴν χώραν τρημάτιον· καὶ οὕτως ῥεύσει ὁ ἐν ταύτῃ τῇ χώρᾳ οἶνος. μετὰ δὲ τὸ ῥεῦσαι τοῦτον ἐκβληθὲν τὸ Μ σφαιρίον ἐκ τοῦ Μ φιαλίου στρέψει τὸν ,Γ ,∠ σωλῆνα διὰ τοῦ ,Ζ βάρους. καὶ πάλιν ἧστινος χώρας οἶνον βουλόμεθα λαβεῖν,) [*](5 ,ἑ a: η Μ καταστρέψαν a: καταῤῥέψαν Voss. 19; cf. lin. 11 7 ἢν A1 : ἐὰν Α2 ,G T 9—12 καὶ οὕτω . . . τρῆμα in margine iterat A2, in textu G T1, iterata delet Τ2 10 Ν om. A2 G(locis iteratis) 11 καταρρέψαν A1 G: καταῥεῦσαν A2: καταῤῥεῦσαν Τ (καταῥεῦσαι G loco iterato) 8 A2G2 ΜΤ1 : ,β A1 Τ2: om. G1 15 ἐπὶ om. Par. 2512. Voss. 19: f. ἐπὶ del. cf. lin. 3)
162
κρατεῖν τοῦ ,Ε βάρους, τουτέστιν ἐπιστρέφειν τὸν ,Β σωλῆνα. οὕτως γὰρ καὶ τὰ σφαιρία τὰ λοιπὰ κατακρατήσει καὶ ἐπιστρέψει τὸν ,Β κρουνόν.

Λύχνον κατασκευάσαι ἑαυτὸν προσμύσσοντα.

Ἔστω ὁ λύχνος ὁ ΑΒΓ. διὰ δὴ τοῦ στόματος αὐτοῦ περόνη σιδηρᾶ διώσθω ἡ ∠Ε κινουμένη εὐλύτως περὶ τὸ Ε σημεῖον. περὶ δὲ τὴν περόνην τὸ ἐλλύχνιον περιειλείσθω εὔλυτον. παρακείσθω δὲ καὶ τύμπανον ὠδοντωμένον τὸ Ζ κινούμενον περὶ ἀξόνιον εὐλύτως, οὗ οἱ ὀδόντες ψαυέτωσαν τῆς περόνης, ὅπως ἐπιστρεφομένου [*](καὶ ἐπʼ ἐκείνης τὰ ὅμοια ποιήσαντες ἀμιγῆ τὸν ἐκ ταύτης οἶνον δεξόμεθα. καὶ ἐπὶ τῶν ἄλλων, εἰ πλείονες εἴησαν αἱ χῶραι, ὁμοίως.) [*](a 162, 5—164, 2 Λύχνον . . . τῶν ὀδόντων ═ b 162, 16 —164, 22: Λύχνον κατασκευάσαι προσμύσσοντα ἑαυτόν.) [*](Ἔστω ὁ λύχνος ὁ ΑBΓ διὰ δὲ τοῦ στόματος αὐτοῦ περόνη σιδηρᾶ διώσθω εὐλύτως παρὰ τὴν κοιλίαν τοῦ λύχνου διερχομένη καὶ ὀδόντας ἔχουσα τριγωνοειδεῖς ἡ ∠Ε. παρακείσθρω δὲ καὶ τυμπάνιον ὁμοίως ὠδοντωμένον τὸ κινούμενον περὶ ἀξόνιον εὐλύτως, οὗ οἱ ὀδόντες συμβαλλέσθωσαν τοῖς ὀδοῦσι τῆς περόνης, ὅπως ἐπιστρεφομένου αὐτοῦ προ-) [*](3 ἐπιστρέψει AG: ἐπιτρέψει Τ 6 ὁ om. Τ δὴ AG: δὴ Τ 8 περὶ τὸ: f. παρὰ τὸ ἐλλύχνιον Μ2, Voss. 19: ἐλ- λυχνον a 9 περιειλείσθω AG: περιειλήσθω Υ τύμπανον: f. τυμπάνιον Haasius 10 ὠδοντωμένον AG: ὀδοντωμένον Τ ut etiam p. 164, 5 11 ὅπως AG: οπου Τ) [*](12 immistum et (═ ἀμιγῆ(?) καὶ) L 18 εὐλύτως om. L 20 δὲ C: δὴ Β: om. PL τυμπάνιον Ρ: τύμπανον BCL)

164
αὐτοῦ προωθῆται τὸ ἐλλύχνιον διὰ τῶν ὀδόντων. ἐχέτω δὲ ὁ λύχνος ἀνεῳγότα τὸν ὀμφαλὸν ἐπὶ πλέον. ἐμβληθέντος δὲ τοῦ ἐλαίου ἐπινηχέσθω λεβητάριον τὸ Η ἔχον συμφυὲς ὄρθιον κανόνιον τὸ Θ ὠδοντωμένον καὶ συμπεπλεγμένον τοῖς ὁδοῦσι τοῦ τυμπανίου. συμβήσεται οὖν δαπανωμένου τοῦ ἐλαίου τὸ λεβητάριον καταβαῖνον ἐπιστρέφειν τὸ Ζ τυμπάνιον [*](188) διὰ | τῶν τοῦ κανονίου ὀδόντων, ὥστε προωθεῖσθαι τὸ ἐλλύχνιον.

Ἀγγείου ὄντος καὶ κρουνὸν παρὰ τὸν πυθμένα ἀνεῳγότα ἔχοντος καὶ ἐγχεομένου εἰς αὐτὸ ὑγροῦ, ὁτὲ μὲν κατʼ ἀρχὰς ῥεύσει ὁ κρουνός, ὁτὲ δὲ κατὰ τὸ ἥμισυ, ὁτὲ δὲ καὶ ὅλου πληρωθέντος. ἢ καὶ καθόλου, ὁπόσου ἂν ἐμβληθέντος τοῦ ὑγροῦ ῥεύσει ὁ κρουνός, καὶ πᾶν κενώσει τὸ ἐμβληθὲν ὑγρόν.

Ἔστω τι ἀγγεῖον τὸ ΑΒ διαπεφραγμένον τὸν [*](189) τράχηλον. διὰ δὲ τοῦ διαφράγματος | καθείσθω σωλὴν ὁ Γ∠ συνεστεγνωμένος τῷ διαφράγματι, ἀπέχων δὲ τοῦ πυθμένος ὅσον ὕδατι διάρρυσιν. ἔστω δὲ καὶ [*](ωθῆται ἡ περόνη ἄγουσα τὸ ἐλλύχνιον πρὸς τὸ τοῦ λύχνου στόμα.) [*](12 ἔχοντος ἀνεῳγότα tr. Τ1, corr. Τ2 18 f. τράχηλον 〈διαφράγματι〉. cf p. 168, 1 20 ὕδατος Τ καὶ AG 2 om. 1) [*](5 καὶ συμπεπλεγμένον a (cf. Heronis Barulcum apud Papp. coll. lib. VIII p. 1066, 4 ed. Hultsch): καὶ αὐτὸ καὶ συμβεβλημένον b, et ipsam et conformem L 8—9 ὥστε . . . ἐλλύχνιον a: τὸ δὲ τύμπανον (τυμπάνιον B) ὡσαύτως ἐπιστρεφόμενον προ- ωθεῖν τὴν περόνην σὺν τῷ ἐλλυχνίῳ bL 11 παρὰ a: περὶ bL) [*](13 τὸ om B 14 καὶ (prius) om. b ὅλου: secundum totum)

166
καμπύλος σίφων ὁ ΕΖΗ, οὗ τὸ μὲν ἐντὸς σκέλος ἀπεχέτω ἀπὸ τοῦ πυθμένος ὅσον ὕδατι διάρρυσιν, τὸ δὲ ἕτερον εἰς τὸ ἐκτὸς ἀποδοθὲν εἰς κρουνὸν διεσκευάσθω. ἡ δὲ κυρτότης τοῦ διαβήτου παρʼ αὐτὸν ἔστω τὸν τράχηλον τοῦ ἀγγείου. ἐχέτω δὲ καὶ διαύγιον τὸ ΑΒ ἀγγεῖον παρὰ τὸ διάέφραγμα, τὸ Θ φέρον εἰς τὸ κύτος. ἐὰν οὖν βουλώμεθα κατʼ ἀρχὰς ἐγχεομένου τοῦ ὑγροῦ ῥέειν τὸν κρουνόν, καταληψόμεθα τῷ δακτύλῳ τὸ Θ διαύγιον, καὶ ῥεύσει ὁ κρουνός. μὴ γὰρ ἔχοντος τοῦ ἐν τῷ ἀγγείῳ ἀέρος ἀντιπερίστασιν, τὸ ὑγρὸν ὁρμήσει διὰ τοῦ καμπύλου σίφωνος εἰς τὸ ἐκτὸς μέρος. ἐὰν δὲ μὴ καταλαβώμεθα τὸ διαύγιον, χωρήσει τὸ ὑγρὸν εἰς τὸ κύτος, καὶ οὐ μὴ ῥεύσει ὁ κρουνός, ἄχρις ἂν πάλιν καταλαβώμεθα τὸ διαύγιον. μετὰ δὲ ταῦτα ἀνεθέντος τοῦ διαυγίου ὁ διαβήτης ἅπαν κενώσει τὸ ὑγρόν.