Pneumatica

Hero of Alexandria

Hero of Alexandria, Pneumatica, Schmidt, Teubner, 1899

Οἱ δὲ σίφωνες, οἶς χρῶνται εἰς τοὺς ἐμπρησμούς, κατασκευάζονται οὕτως.

Ἔστωσαν δύο πυξίδες χαλκαῖ κατατετορνευμέναι τὴν ἐντὸς ἐπιφάνειαν πρὸς ἐμβολέα, καθάπερ αἱ τῶν ὑδραύλεων πυξίδες, αἱ ΑΒΓ∠. ΕΖΗΘ ἐμβολεῖς δὲ αὐταῖς ἔστωσαν ἁρμοστοὶ οἱ ΚΛ, ΜΝ· συντετρήσθωσαν δὲ πρὸς ἀλλήλας αἱ πυξίδες διὰ σωλῆνος τοῦ [*](Cap. XXVII secundum b: Δύναται δὲ καὶ ἄλλως τὸ τοιοῦτον γενέσθαι.) [*](Ἡ γὰρ ἐκ τοῦ ∠ σφαιρίου σπάρτος ἀποδεδέσθω διὰ τῶν Τ, Σ τρογιλίων οὐκ εἰς τὸν ΕΖ σωλῆνα, ἀλλʼ εἰς τὸν ΚΛΜ σίφωνα. συμβήσεται γὰρ μετεωριζομένου τοῦ σφαιρίου χαλᾶσθαι τὸν ΚΛΜ σίφωνα κρεμάμενον ἐκ τῆς σπάρτου, ὥστε πάλιν μείζονος γεγονότος τοῦ ἐκτὸς σκέλους τοῦ σίφωνος τὸν οἶνον ῥεῖν διὰ τοῦ ΠΡ κρουνοῦ.) [*](3 ἀποδεδόσθω Coisl. 158: ἀποδεδέσθω a 4 τροχιλίδιον A 1 τροχίλιον A 2 G T σ A 2 T: ε A 1 G 9 Μ: P Rochas p 132) [*](10 cap. XXVIII edidit J. G Schneider Eclog. phys. l, 225227) [*](15 ἐμβολεῖς AG 1 T 2 b: ἐμβολαὶ G 2 T 1 16 αὐταῖς: αὐτῶ T) [*](17—132, 1 διὰ τοῦ ξοδζ σωλῆνος T)

132
ΞΟ∠Ζ. ἐκ δὲ τῶν ἐκτὸς μερῶν αἱ πυξίδες ἐντὸς τοῦ ΞΟ∠Ζ σωλῆνος ἐχέτωσαν ἀσσάρια προκείμενα, οἷα εἴρηται ἐν τοῖς ἐπάνω, τὰ Π, Ρ, ὥστε εἰς τὸ ἐκτὸς τῶν πυξιδίων ἀνοίγεσθαι μέρος. ἐχέτωσαν δὲ καὶ ἐν τοῖς πυθμέσιν αἱ πυξίδες τρήματα στρογγύλα τὰ Σ, Τ ἐπιπωμαννύμενα τυμπανίοις ἐσμηρισμένοις τοῖς ΥΦ, ΧΨ, δι᾿ ὧν περόνια διαβεβλήσθω ἐπικεκολλημένα ἢ [*](118) προσ | κεκοινωμένα τοῖς πυθμέσι τῶν πυξιδίων τὰ Ω, Ω, ἔχοντα ἐκ τῶν ἄκρων κωλυμάτια πρὸς τὸ τὰ τυμπάνια μηκέτι ἐξέλκεσθαι ἐξ αὐτῶν. οἱ δὲ ἐμβολεῖς ἐχέτωσαν ὄρθια συμφυῆ κανόνια μέσα τὰ 5, 𝒢, οἶς ἐπιζευγνύσθω κανὼν ὁ ϡ Α κινούμενος περὶ μὲν τὸ μέσον περὶ περόνην τὴν, ∠ μένουσαν, περὶ δὲ τὰ κανόνια τὰ ς, 𝒢 περὶ περόνας τὰς Β, Γ. τῷ δὲ ΞΟ ∠Ζ σωλῆνι συντετρήσθω ἕτερος σωλὴν ὄρθιος ὁ Ε ,Ϛ εἰς δίχηλον διεσχισμένος κατὰ τὸ ,ϛ καὶ ἔχων τὰ σμηρίσματα, διʼ ὧν ἀναπιέζει τὸ ὑγρόν, οἷα καὶ ἔμπροσθεν [*](a 1—4 ἐκ δὲ τῶν ἐκτὸς μερῶν .​​​​ . . μέρος ═ b 19—23: ἐκ δὲ τῶν ἐκτὸς μερῶν αἱ πυξίδες πρὸς τὰ ἐντὸς τοῦ ∠ΞΟΖ σωλῆνος ἐχέτωσαν ἀσσάρια προκείμενα, οἷα ἐν τοῖς χαλκευτικοῖς φυσητῆρσι γίνεται εἰσάγοντα καὶ ἐξάγοντα ἐν αὐτοῖς τὸ πνεῦμα· καὶ ἔστωσαν τὰ Π, Ρ, ὥστε εἰς τὸ ἐκτὸς τῶν πυξίδων ἀνοίγεσθαι μέρος.) [*](2 προκείμενα AG: προσκείμενα T 8—9 ῶ, ῶ bL: ῶ a 14 τὰς Voss. 19, b: τὰ a 17 v. supra p. 72, 4— 14) [*](8 πυξιδίων a: πυξίδων b, pixidum L 11 μέσα a: κατὰ τὸ μέσον bL 12 μὲν om. BL 13 μένουσαν τὴν δ tr. bL) [*](14 δξοξ bL 15 ,Ε ,Ϛ: 𝒢Ϛ  L ut etiam p. 134,7 in Ambrosiano 38 20 προκείμενα B: προσκείμενα CP: (asserculos) propositos L 21 φυσητῆρσι B: φυστῆρσι CP)
134
εἴρηται ἐν τῷ ἀναπυτίζοντι ὕδωρ ἀγγείῳ διὰ τοῦ πεπιλημένου εἰς αὐτὸ ἀέρος. ἐὰν οὖν αἱ εἰρημέναι πυξίδες σὺν τῇ πρὸς αὐτὰς κατασκευῇ ἐμβληθῶσιν εἰς ὕδατος ἀγγεῖον τὸ ,Ζ Η ΘΜ καὶ κηλωνεύηται ὁ ϡ Α κανὼν ἐκ τῶν ἄκρων αὐτοῦ τῶν ϡ, ,Α ἐναλλὰξ κινουμένων περὶ τὴν ,∠ περόνην, οἱ ἐμβολεῖς καθιέμενοι ἐκθλίψουσι διὰ τοῦ ,Ε ϛ σωλῆνος καὶ τοῦ Μ ἐπιστρεπτοῦ στομίου τὸ ὑγρόν· ὁ γὰρ ΜΝ ἐμβολεὺς ἀνασειόμενος μὲν ἀνοίγει τὸ Τ τρῆμα ἐπαιρομένου τοῦ Χ Ψ τυμπανίου, ἀποκλείει δὲ τὸ Ρ ἀσσάριον· καθιέμενος δὲ τὸ μὲν Τ ἀποκλείει, τὸ δὲ Ρ ἀνοίγει, διʼ οὗ καὶ τὸ ὕδωρ ἐκθλιβόμενον ἀναπιέζεται· τὰ δὲ αὐτὰ συμβαίνει καὶ περὶ τὸν Κ Λ ἐμβολέα. τὸ μὲν οὖν Μ σωληνάριον ἀνανεῦον καὶ ἐπινεῦον τὸν ἐκπιτυσμὸν πρὸς τὸ δοθὲν ὕψος ποιεῖται, οὐκέτι μέντοι πρὸς τὴν δοθεῖσαν ἐπιστροφήν, εἰ μὴ ὅλον τὸ ὄργανον ἐπιστρέφεται· τοῦτο δὲ βραδὺ καὶ μοχθηρὸν πρὸς τὰς κατεπειγούσας χρείας ὑπάρχει. ἵνʼ οὖν εὐκόπως εἰς τὸν δοθέντα τόπον ἐκπιτύζηται τὸ ὑγρόν, ποιήσωμεν τὸν· ,Ε ,Ϛ σωλῆνα σύνθετον κατὰ τὸ μῆκος ἐκ δύο συνεσμηρισμένων [*](182) ἀλλήλοις, | ὧν ὁ μὲν εἷς συμφυὴς ἔστω τῷ [*](1 ἀναπιτίζοντι AG: ἀναποτίζοντι Tb: in vase potui aquam exhibente L: corr. J. G. Schneider 9 Τ om. T 11 δὲ (ante P) G2 Tb: om. AG, 14 ἐκπιτυσμὸν AG1 T: ἐκπιεσμὸν G2 b: elisionem L 18 ἵνα οὗν T 19 ἐκπιτύζηται AT2: ἐκπυτύ ζηται G1, υ prius im ι corr. alia m.: ἐκποτίζηται G2mg.T1: ἐκ πιέξηται b, elidatur L 20 τὸ om. T 20—21 συνεσμηρισ μένον A1, corr A2) [*](3 αὐτὰς a: αὐτοὺς b 4 ῃξθ b: a α.z.Θ.m L. 7 μ BL 9 ἀνασειόμενος a: ἀνιέμενος b L, (remissum) ἀνοίγει: adaperiet L 10 ἀποκλείει a: ἀποκλίνει bL, item lin. 11)
136
ΞΟ∠Ζ σωλῆνι, ὁ δὲ ἕτερος τῷ διχήλῳ τῷ πρὸς τῷ ,ϛ. ἐπιστρεφομένου γὰρ τοῦ ἐπάνω σωλῆνος καὶ ἐπινεύοντος τοῦ Μ ὁ ἀναπιεσμὸς γίνεται, πρὸς ὃν ἐὰν βουλώμεθα τόπον. ἕξει δὲ καὶ ὁ ἄνω συνεσμηρισμένος σωλὴν κωλυμάτια πρὸς τὸ μὴ ὑπὸ τῆς τοῦ ὑγροῦ βίας ἐκπίπτειν τοῦ ὀργάνου· ταῦτα δὲ ἔσται γαμμοειδῆ συγκεκολλημένα αὐτῷ καὶ περὶ κρίκον στρεφόμενα περικείμενον τῷ ὑποκάτω σωλῆνι.

Κατασκευάζεται δὲ ἔν τινι τόπῳ ὕδωρ ἐπίρρυτον ἔχοντι ζῷον εἴτε χαλκοῦν εἴτε ἐξ ἄλλης τινὸς ὕλης· προσενεχθέντος δὲ αὐτῷ ποτηρίου πίνει μετὰ ψόφου καὶ βοῆς, ὥστε φαντασίαν ποιεῖν δίψης· ἔστι δὲ ἡ κατασκευὴ τοιαύτη.

Ἔστω τι. ἀγγεῖον τὸ ΑΒ, ἐν ᾧ ἐπίρρυτόν ἐστι κρουνισμάτιον τὸ Γ. ἐν δὲ τῷ ΑΒ ἀγγείῳ καμπύλος σίφων ἔστω ἢ πνικτὸς διαβήτης ὁ ∠Ε Ζ, οὐ τὸ ἕτερον σκέλος ἐκτὸς ὑπερεχέτω τοῦ πυθμένος τοῦ ἀγγείου. ὑποκείσθω δὲ τούτῳ βάσις στεγνὴ ἡ ΗΘΚ Λ ἔχουσα καὶ αὐτὴ ὁμοίως καμπύλον σίφωνα τὸν ΜΝΞ. ὑποκείσθω δὲ τῷ Ζ στομίῳ χώνη ἡ ΟΠ, ἧς ὁ καυλὸς φερέτω εἰς τὴν ΗΘΚ Λ βάσιν ἀπέχων ἀπὸ τοῦ πυθμένος ὅσον ὕδατι διάρρυσιν. τὸ δὲ τοῦ ζῳδίου στόμιον [*](1 τῷ (ante ,ϛ) Mb: τὸ a 3 ὃν om T ἐὰν AGb: ἂν T 11 ζώδιον, διο in ras., G 17 ἔστω ABCGLT2: om. PT, ἕτερον codd f ἓν? cf. p 140, 13 20 μνζ T) [*](1 δξοζ CP: δξ BL 3 Μ. ᾱ BL γίνεται a: γενύ- σεται bl 7—8 περικείμενος b, circa clauiculum conuersa qui)

138
ἔστω πρὸς τῷ P, διʼ οὗ σωλὴν κείσθω φέρων διʼ ἑνὸς τῶν ποδῶν ἢ διʼ ἄλλου τινὸς μέρους τοῦ ζῳδίου κρυπτῶς εἰς τὴν βάσιν· ἔστω δὲ οὗτος ὁ ΡΣΤ. συμβήσεται οὖν πληρωθέντος τοῦ ΑΒ ἀγγείου ὑπερβλύσαν τὸ ὑγρὸν ἐνεχθῆναι εἰς τὴν ΠΟ χώνην καὶ πληρῶσαι μὲν τὴν ΗΘΚ Λ βάσιν, κενῶσαι δὲ τὸ ΑΒ ἀγγεῖον. πάλιν δὴ πληρωθείσης τῆς βάσεως ὑπερβλύσαν τὸ ὕδωρ διὰ τοῦ ΜΝΞ σίφωνος κενώσει τὴν [*](183) βάσιν, ἧς κενουμέ|νης ὁ ἀὴρ διὰ τοῦ Ρ στομίου ἀναπληρώσει τὸν κενούμενον τόπον. ὅταν ἄρα προσενέγκωμεν τῷ Ρ τὸ ποτήριον, πίεται μετὰ βίας ἐπισπώμενον ἀντὶ τοῦ ἀέρος τὸ ὑγρόν, ἄχρις ἂν ἡ βάσις κενωθῇ ἐντός. οὕτω δὲ πάλιν τοῦ ΑΒ ἀγγείου πληρωθέντος κενοῦται, καὶ ταὐτὰ ἔσται τοῖς εἰρημένοις. [*](a 138, 4—140, 5 συμβήσεται . . . ποτήριον ═ b 138, 16-140, 23: συμβήσεται οὖν πληρωθέντος τοῦ ΑΒ ἀγγείου ὑπερβλύσαν τὸ ὑγρὸν ἐνεχθῆναι εἰς τὴν ΠΟ χώνην καὶ πληρῶσαι μὲν διʼ αὐτῆς τὴν ΗΘ ΚΛ βάσιν, κενῶσαι δὲ τὸ ΑΒ ἀγγεῖον. εἶτα ἐμφραγέντος μὲν τοῦ στομίου τῆς χώνης, πληρωθείσης δὲ τῆς βάσεως ὑπερβλύσαν τὸ ὕδωρ διὰ τοῦ ΜΝΞ σίφωνος κενώσει τὴν βάσιν, ἧς κενουμένης ὁ ἀὴρ διὰ τοῦ στομίου ἄρξεται τὰ κενούμενα μέρη τῆς βάσεως ἀναπληροῦν. ὅταν ἄρα προσενέγκωμεν τῷ Ρ στομίῳ τὸ ποτήριον, πίεται μετὰ βίας ἐπισπώμενον ἀντὶ τοῦ ἀέρος τὸ ὑγρόν, ἄχρις ἂν ἡ βάσις κενωθῇ τοῦ ὑγροῦ. πάλιν δὲ εἰ πληρώσομεν τὸ ΑΒ ἀγγεῖον, τὰ αὐτὰ ἔσται τοῖς εἰρημένοις.) [*](1 τῷ AG b: τὸ T κείσθω ab: ponatur L: f. καθείσθω) [*](3 κρυπτῶς AG T, b: κρυπτικῶς T, 11 τῷ T: τὸ AG) [*](βίας: an βοῆς? cf. p. 136, 13 13—14 τοῦ αβ ἀγγείου πληρωθέντος AG1 : τὸ αβ ἀγγεῖον πληρωθὲν G2 T 14 f. κε- νοῦται καὶ del. cf. lin. 26.) [*](2—3 ἢ . . ζῳδίου om b L. 18 repleri L διʼ αὐτῆς om BL τὴν; τοῦ B euacuari L)
140
ἵνʼ οὖν κατὰ τὸν δέοντα καιρόν, τουτέστι κενουμένης τῆς βάσεως, προσφέρηται τὸ ποτήριον, ἔστω διὰ τῆς ἐκρύσεως τῆς διὰ τοῦ ΜΝΞ διαβήτου κινούμενόν τι ἐπιπίπτοντος τοῦ ὕδατος αὐτῷ, ἐν ᾧ ἀποβλέποντες ὅταν κινῆται προσοίσομεν τὸ ποτήριον.

Ἔστι δὲ καὶ ἄλλως ἐπιρρύτου ὄντος ὕδατος τοῦ Πανίσκου ἐπιστρεφομένου πίνειν τὸ ζῷον.

Ἔστω γὰρ στεγνὴ βάσις πάντοθεν ἡ ΑΒΓ∠ διάφραγμα ἔχουσα· ἐπὶ δὲ τῆς ἐφέδρας ἐφεστάτω τὸ ζῷον· ὁ δὲ διὰ τοῦ στόματος αὐτοῦ σωλὴν ἔστω ὁ ΕΖΗ. ἐχέτω δὲ ἡ βάσις ἐν ἑαυτῇ καὶ καμπύλον σίφωνα τὸν ΘΚ Λ ἐν τῇ κάτω χώρᾳ, οὗ τὸ ἓν σκέλος ἐκτὸς ὑπερεχέτω τοῦ πυθμένος. διὰ δὲ τοῦ μέσου διαφράγματος χώνη ἔστω ἡ ΜΝ, ἧς ὁ καυλὸς ἀπεχέτω ἀπὸ τοῦ πυθμένος βραχύ. ἐπικείσθω δὲ τῇ ΑΒΓ∠ βάσει ἑτέρα βάσις ἡ ΞΟ, ἐφʼ ἧς ἐφεστάτω Πανίσκος ὁ ΠΡ ἀξόνιον ἔχων τὸ Σ ὑπερέχον εἰς τὸ ἄνω μέρος τῆς βάσεως, ᾧ [*](ἵνʼ οὖν κατὰ τὸν δέοντα καιρόν, τουτέστι κενωθείσης τῆς βάσεως, προσάγηται πάλιν τὸ ποτήριον μεθ᾿ ὕδατος, ἔστω διὰ τῆς ἐκρύσεως τῆς διὰ τοῦ ΜΝΞ διαβήτου ἀγγεῖόν τι κινούμενον, ὃ τὸ ἐκρέον ὕδωρ ὑποδέξεται· καὶ δι᾿ αὐτοῦ πάλιν τὸ ποτήριον ἀποπληρωθήσεται.) [*](3 f τι 〈ἀγγεῖον〉. cf. lin. 21 9— 10 f. διάφραγμα 〈μέσον〉. cf. lin 14 10 τὸ a: f. τι 18 ἄνω Rochas: κάτω ab) [*](7 τοῦ a: καὶ bL 10 ἔχουσα κατὰ τὸ μέσον b L τὸ B: om. CP 12 δὲ καὶ bL καὶ om. bL 16 βάσει om bL) [*](17 βάσις βραχεῖα bL. 18 ἔχον b: habens L)

142
συμφυὴς ἔστω σωλὴν ὁ ΤΥ ἔχων ἐκ τοῦ ἄκρου φιάλιον συμφυὲς καὶ συντετρημένον αὐτῷ τὸ ΥΦ τηλικοῦτος δὲ ἔστω ὁ ΤΥ σωλήν, ὥστε ἀποστραφέντος τοῦ Πανίσκου τὸ ΥΦ φιάλιον κεῖσθαι κατὰ τὴν ΜΝ χώνην ὑπεράνω βραχύ. κατὰ δὲ τὴν ΜΝ χώνην ἐπὶ τῆς βάσεως ἔστω φιάλιον τὸ ΧΨ συντετρημένον τῇ βάσει, ἐν φερέσθω τὸ ἐπίρρυτον ὕδωρ τὸ Ω τοσοῦτον, [*](184) ὥστε πλέον εἶναι τῆς διὰ τοῦ | ΘΚ Λ διαβήτου ἀπορρύσεως. ἐνεχθήσεται ἄρα τὸ προειρημένον ὑγρὸν διὰ τῆς ΜΝ χώνης εἰς τὸ κάτω μέρος τῆς ΑΒΓ∠ βάσεως, τοῦ ἐν αὐτῇ ἀέρος χωροῦντος διὰ τοῦ ΕΖΗ σωλῆνος. καὶ ἀεὶ ἔσται πλήρης ἡ βάσις τοῦ ὑγροῦ διὰ τὸ μείζονα εἶναι τὴν ἐπίρρυσιν τῆς ἀπορρύσεως. ὅταν ἄρα ἀποστρέφωμεν τὸν Πανίσκον, τὸ ΥΦ φιάλιον ὑπὲρ τὴν χώνην γενόμενον δέξεται τὴν Ω ἐπίρρυσιν, ἥτις [*](a 2 —8/9 τηλικοῦτος . . . ἀπορρύσεως ═ b 17—23; τηλικοῦτος δὲ ἔστω ὁ ΤΥ σωλήν, ὥστε ἀποστραφέντος τοῦ Σ ἄξονος διὰ τῆς τοῦ ΠΡ Πανίσκου στροφῆς τὸ ΥΦ φιάλιον κεῖσθαι κατὰ τὴν ΜΝ χώνην ὑπεράνω βραχύ. ἄνωθεν δὲ τῆς βάσεως ἀντικρὺ τῆς ΜΝ χώνης κείσθω φιάλιον τὸ ΧΨ συντετρημένον τῇ βάσει, ἐν ᾧ φερέσθω τὸ ἐπίρρυτον ὕδωρ τὸ Ω τοσοῦτον, ὥστε πλέον εἶναι τῆς διὰ τοῦ ΘΚΛ διαβήτου ἀπορρύσεως.) [*](a 142, 13—144, 1 ὅταν . . . τόπον b 142, 25— 144, 14: ὅταν ἄρα περιστρέψωμεν τὸν Πανίσκον τὸν ΠΡ σὺν τῷ ἄξονι τῷ Σ, τὸ ΥΦ φιάλιον ὑπὲρ τὴν ΜΝ χώνην) [*](9 προειρημένον AG b L: προκειμένον T 12 καὶ ἀεὶ AGbL: κἀκεῖ T τοῦ om. T 13 ἀπορρύσεως Tb: ἀπορρυήσεως AG) [*](14 ἀποστρέψωμεν T) [*](17 ΤΥ: ipse L 21 φέρεσθαι CP)
144
διὰ τοῦ ΤΥ σωλῆνος εἰς ἕτερον χωρήσει τόπον. μηκέτι οὖν ἐπιρρέοντος τοῦ ὑγροῦ εἰς τὸ κάτω μέρος τῆς ΑΒΓ∠ βάσεως, ὁ ΘΚ Λ διαβήτης.  κενώσει αὐτήν, τοῦ ἀέρος εἰσπίπτοντος διὰ τοῦ ΕΖΗ σωλῆνος, ὥστε προσενεχθέντος τοῦ ποτηρίου πάλιν πίεται τὸ ζῷον.

Δύναται δὲ καὶ ἄλλως πίνειν τὸ ζῷον μήτε ἐπιρρύτου ὄντος ὕδατος μήτε ἄλλου τινὸς κινοῦντος τὸν Πανίσκον.

Ἔστω γὰρ βάσις μὲν ἡ ΑΒΓ∠ τὸ δὲ τοῦ ζῳδίου στόμιον ἔστω πρὸς τῷ Ε, καὶ διὰ τῶν στέρνων τοῦ ζῴου καὶ τοῦ ὀπισθίου ποδὸς ἢ τῆς οὐρᾶς ἀπὸ τοῦ Ε [*](γεγενημένον δέξεται τὴν Ω ἐπίρρυσιν, ἥτις διὰ τοῦ ΥΤ σωλῆνος εἰς τὸν ἕτερον χωρήσει τόπον τῆς βάσεως.) [*](1 τοῦ om. Τ 10 μὲν G2 Tb: om. AG1 11 τῷ ABCG: τὸ ΡΤ)

146
στόματος διώσθω σωλὴν ὁ ΕΖΗ φέρων εἰς τὸ ἐντὸς τῆς βάσεως, καὶ τεθείσης ἀκινήτου τῆς βάσεως τετρυπήσθω ὁ ΕΖΗ σωλὴν ὁ διὰ τοῦ ζῴου λεπτῷ καὶ δυσθεωρήτῳ τρυπήματι τῷ Ε κειμένῳ πρὸς διαβήτην τῷ H στομίῳ. ἐὰν οὖν τις πληρώσῃ τὸν ΕΖΗ διαβήτην ὕδατος διά τινος μετεώρου σωλῆνος, οὗ τὸ ἄκρον πρόσκειται τῷ Ε, μενεῖ πλήρης ὕδατος ὁ ΕΖΗ διαβήτης διὰ τὸ ἐξ ἴσου κεῖσθαι τὰ στόμια αὐτοῦ. ὅταν οὖν προσενέγκωμεν τῷ Ε στομίῳ τὸ ποτήριον καὶ βαπτισθῇ τι μέρος τοῦ στομίου, συμβήσεται τοῦ ΕΖΗ διαβήτου τὸ πρὸς τῷ Η κῶλον μεῖζον γενέσθαι. καὶ διὰ τοῦτο ἐπισπάσεται τὸ ὑγρόν· τὸ δὲ ἐπισπώμενον φέρεται εἰς τὴν ΑΒΓ∠ βάσιν. οὐκ ἀνάγκη δὲ τὴν ΑΒΓ∠ βάσιν στεγνοῦν ἐπὶ ταύτης τῆς κατασκευῆς.

[*](a 1—15 διώσθω . . . τῆς κατασκευῆς ═ b 17—29: διώσθω σωλὴν ὁ ΕΖΗ διὰ τοῦ ἐντὸς τῆς βάσεως εἰσερχόμενος καὶ ἐκτὸς λήγων εἰς κρουνὸν τὸν Η κλειδίον ἔχοντα τὸ καλούμενον παρὰ τοῖς πολλοῖς ἐπιτόνιον. ὅταν οὖν τοῦ ΕΖΗ σωλῆνος διαπεφραγμένου ὄντος τῷ κλειδίῳ πληρώσωμεν αὐτὸν ὕδατος διά τινος χωνιδίου κατὰ τῆς ῥάχεως τοῦ ζῳδίου κειμένου τοῦ ΘΚ, εἶτα διαφράξωμεν ἀσφαλῶς τὸν τοῦ χωνιδίου καυλὸν εἰς τὸ μὴ δύνασθαι ἀέρα παρεισαχθῆναι εἰς τὸν ΕΖΗ σωλῆνα, προσενεχθέντος μὲν τοῦ ποτηρίου τῷ Ε στόματι τοῦ ζῴου, ἀναρραγέντος δὲ τοῦ Η κρουνοῦ καὶ ἀρξαμένου ῥεῖν τοῦ ὑγροῦ συνεπισπάσεται ὁ σωλὴν διὰ τοῦ Ε στομίου καὶ τὸ ἐν τῷ ποτηρίῳ ὑγρὸν, καὶ δόξει πίνειν τὸ ζῷον. οὐκ ἀνάγκη δʼ ἐνταῦθα τὴν ΑΒΓ∠ βάσιν στεγνοῦν.)[*](1 τὸ AG: τὰ T 4—5 † f. τρυπήματι τῷ Θ, κειμένων 〈ἐξ ἴσου τῶν〉 πρὸς τῷ Ε 〈καὶ〉 τῷ στομίων (vox διαβήτην ex lin. 6 irrepsit) 4. 5 τῷ G, T: τὸ AG1 4 ε a θ Μ)[*](5 ε ζ β Τ 7 τῷ Τ: τὸ AG ε codd f. Θ, μετὰ τὴν)