Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Ἐφηβεύειν δοῦλος ἐὰν δόξῃ, ἐλεύθερος ἔσται, ἐπειδὴ μόνοις ἐλευθέροις ἐφίησιν ὁ νόμος. παντὶ δὲ χειροτέχνῃ καὶ ῥήτορι σχολὴν καὶ ἀργίαν εἰς ἐνιαυτὸν σημαίνει· χρὴ γὰρ τὸν ἔφηβον ἐν τῇ χλαμύδι τὴν δεξιὰν ἔχειν ἐνειλημένην διὰ τὸ ἀργὴν εἶναι εἰς ἔργα καὶ λόγους εἰς ἐνιαυτὸν καὶ μὴ προϊέναι τὴν χεῖρα. ἐνιαυτὸν δὲ εἶπον διὰ τὸν τῆς ἐφηβίας χρόνον. εἰ δέ που τριετίας ἐφηβεύουσι χρόνον, πρὸς τὸ τοπικὸν ἐξετάζειν χρή. ἀποδημεῖν δὲ κωλύει καὶ τὸν ἐπὶ ξένης ὄντα εἰς τὴν οἰκείαν ἐπανάγει· ἔνδημον γὰρ χρὴ εἶναι τὸν ἐφηβεύοντα. καὶ τῷ ἀγάμῳ γάμον προσημαίνει· νόμῳ μὲν γὰρ ἡ χλαμὺς περιτίθεται, νόμῳ δὲ καὶ ἡ γυνὴ γαμεῖται. καὶ εἰ μὲν ἡ χλαμὺς εἴη λευκή, ἐλευθέραν ὁ ἰδὼν γαμήσει· εἰ δὲ μέλαινα, ἀπελευθέραν· εἰ δὲ πορφυρᾶ, εὐγενεστέραν ἑαυτοῦ, οὐδαμῶς δὲ δούλην. εἰ δέ τις ἐπιθυμῶν τέκνων καὶ γεγονότα υἱὸν ἔχων ἴδοι τὸ ὄναρ, οὐκ αὐτὸς ἀλλʼ ὁ υἱὸς αὐτοῦ ἐφηβεύσει. ἀνδρὶ δὲ πρεσβύτῃ καὶ ὑπὲρ ἡλικίαν θάνατον μαντεύεται τὸ ὄναρ, καὶ τοὺς παρανομοῦντας ἐλέγχει. τοῖς δὲ δικαιοπραγοῦσι συλλαμβάνει· σχεδὸν γὰρ ἡ ἐφηβία κανών ἐστιν ὀρθοῦ βίου καὶ ὑγιοῦς. ἀθλητῇ δὲ πρὸ μὲν ἐγκρίσεως πονηρόν, ἐπειδὴ ἔκκρισιν ὡς ὑπὲρ ἡλικίαν προαγορεύει· οὐ γὰρ εἰς μακρὰν ὁ ἔφηβος ἔσται ἀνήρ· παλαιστῇ δὲ ἀθλοῦντι τὸ μὴ καταλαθεῖν [*](p.52)

62
τὸν ἀγῶνα σημαίνει εἰ δὲ καταλάβοι, τὸ μὴ ἀγωνίσασθαι· οὐ γὰρ ὑπερόριοι οἱ ἔφηβοι ἀγωνίζονται.

Τροχὸν ἐλαύνειν πόνοις περιπεσεῖν σημαίνει, ἐξ ὧν ἀπόλαυσις τῷ ἰδόντι περιέσται. ἁρπαστὸν δὲ καὶ σφαῖρα φιλονεικίας ἀπεράντους σημαίνουσι, πολλάκις δὲ καὶ ἑταίρας ἔρωτα· ἔοικε γὰρ ἡ σφαῖρα καὶ τὸ ἁρπαστὸν ἑταίρᾳ διὰ τὸ μηδαμοῦ μένειν καὶ πρὸς πολλοὺς φοιτᾶν. ἁλτῆρες δὲ καὶ ἡ διʼ αὐτῶν γυμνασία τὸ μὲν παρὸν ἀπραξίας καὶ πόνους, αὖθις δὲ πράξεις μετὰ ῥᾳστώνης προαγορεύουσιν ἔστι γὰρ τὸ τοιοῦτο γυμνάσιον οὐδὲν ἄλλο ἢ παρασκευὴ χειρῶν. θύλακοι δέ καὶ σφῆνες καὶ ὑπεράλματα καὶ ὅσα ἄλλα τοιαῦτα γυμνάσια παιδικὰ φιλονεικίας προαγορεύουσι. περὶ δὲ πάλης ἐν τοῖς περὶ ἀγώνων ἐροῦμεν, ἵνα μὴ τὰ αὐτὰ δὶς γράφωμεν.

Σαλπίζειν δοκεῖν σάλπιγγι τῇ ἱερᾷ ἀγαθὸν τοῖς βουλομένοις συγγενέσθαι τισὶ καὶ τοῖς ἀπολωλεκόσιν ἀνδράποδα ἤ τινας τῶν οἰκετῶν· καὶ γὰρ ἐν πολέμῳ συνάγει τοὺς ἐσκορπισμένους τὸ ὄργανον τοῦτο. τὰ δὲ κρυπτὰ ἐλέγχει διὰ τὸ μεγαλόφωνον. καὶ τοὺς νοσοῦντας ἀναιρεῖ· σύγκειται γὰρ ἐξ ὀστῶν καὶ χαλκοῦ, διʼ ὧν ἕξεισι μὲν τὸ πνεῦμα, οὐχ ὑποστρέφει δέ. δούλους δὲ καὶ πάντας τοὺς ἐν ὑπηρεσίᾳ ὄντας τῆς δουλείας ἐλευθεροῖ ἴδιον γὰρ ἐλευθέρων τὸ ὄργανον. στρογγύλῃ δὲ σάλπιγγι σαλπίζειν πονηρόν οὐ γὰρ ἱερὸν τὸ ὄργανον ἀλλὰ πολεμιστήριον, καὶ ὅσα τῷ

63
στόματι λέγει ὁ τῷ ὀργάνῳ τούτῳ χρώμενος, ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνατρέχει. ὅθεν οὐδὲ ἐγκαλεῖν τισιν ἐπιτρέπει. [*](p.53) οἵῳ δʼ ἄν ὀργάνῳ σαλπίζοντός τινός τις ἀκούσῃ, ταραχθήσεται εἰ δὲ αὐτὸ μόνον ἴδοι σάλπιγγα, κενῷ περιπεσεῖται φόβῳ. τὸ δὲ κηρύσσειν τὰ αὐτὰ τῷ σαλπίζειν σημαίνει, πλὴν ὅτι τοὺς δούλους οὐ χάριτι τῶν δεσποτῶν ἀλλὰ ἀναφωνήσαντας ἐλευθερωθῆναι λέγει. αὐλεῖν δὲ πενθικοῖς αὐλοῖς πένθος ἢ ἀνάλογον πένθει λύπην σημαίνει καὶ τοὺς νοσοῦντας ἀναιρεῖ. καλαμίοις δὲ αὐλεῖν ἀγαθὸν πᾶσι καὶ σπονδαυλεῖν. ψάλλειν δὲ καὶ κιθαρίζειν πρὸς μὲν γάμον καὶ κοινωνίαν ἀγαθὸν διὰ τὴν ἁρμονίαν, πρὸς δὲ τὰς ἄλλας ἐγχειρήσεις πονηρὸν καὶ στάσεων αἴτιον διὰ τὴν ἐπίτασιν, πολλοῖς δὲ καὶ ποδάγραν ᾐνίξατο διὰ τὰ νεῦρα. καὶ τὸ κιθαρῳδεῖν δʼ εἰς τὸν αὐτὸν κατατακτέον λόγον. τραγῳδεῖν δὲ ἢ τραγικὰ ἔχειν δράματα ἢ ἀναπλάσματα ἢ τραγῳδῶν ἀκούειν ἤ ἰαμβεῖα λέγειν μεμνημένῳ μὲν τῶν εἰρημένων κατὰ τὴν περιοχὴν τὰ ἀποτελέσματα γίγνεται, οὐ μεμνημένῳ δὲ ταλαιπωρίαι καὶ δουλεῖαι καὶ μάχαι καὶ ὕβρεις καὶ κίνδυνοι καὶ εἴ τι τούτων δεινότερον ἢ ὠνότερον· τοιούτων γάρ εἰσιν αἱ τραγῳδίαι μεσταί. τὸ δὲ κωμῳδεῖν κωμῳδῶν ἀκούειν κωμικὰ ἔχειν ἀναπλάσματα βιβλία, τὰ μὲν τῆς παλαιᾶς κωμῳδίας σκώμματα καὶ στάσεις σημαίνει, τὰ δὲ τῆς καθʼ ἡμᾶς κωμῳδίας τὰ μὲν ἄλλα ἴσα τῇ τραγῳδίᾳ σημαίνει, τὰ δὲ τέλη χρηστὰ καὶ ἀγαθὰ ὑπαγορεύει· τοιαῦται
64
γάρ εἰσιν αἱ ὑποθέσεις τῶν κωμικῶν δραμάτων. χοροὶ δὲ καί ὑμνῳδίαι ὑποκρίσεις καὶ ἀπάτας σημαίνουσι· τὰ γὰρ οὐ προσόντα τισὶ κερδῶν ἰδίων χάριν οἱ μελοποιοὶ σεμνύνουσι. ποιητὰς δὲ καὶ ἐγκωμιογράφους καὶ πάντας [*](p.54) τοὺς λογοποιοὺς εἰς τὴν αὐτὴν τοῖς χοροῖς ἀνακτέον μοῖραν οὐδὲν διαφέρειν ἡγούμενον ἐάν τε αὐτός τι τούτων ποιεῖν ὑπολάβῃ τις ἐάν τε γινομένοις παρατυγχάνῃ. περὶ δὲ πυρρίχης καὶ ὀρχήσεως μετὰ στροφῆς ἐν τοῖς περὶ στεφάνων ἐροῦμεν, ἔνθα καὶ περὶ ἀσμάτων καλῶς ἐχει διαλαβεῖν νυνὶ δὲ περὶ τῶν ἱππικῶν καὶ γυμνικῶν ἑξῆς διελοῦμεν. ἵππον κέλητα ἐλαύνειν καλῶς πειθόμενον τῷ ῥυτῆρι καὶ αὐτῷ τῷ ἐλαύνοντι ἀγαθὸν ἐπίσης πᾶσιν· ἵππος γὰρ γυναικὶ μὲν καὶ ἐρωμένῃ τὸν αὐτὸν ἔχει λόγον, ὅτι καὶ ἐπὶ κάλλει μέγα φρονεῖ καὶ τὸν ἐλατῆρα βαστάζει. ὅμοιος δέ ἐστι καὶ πλοίῳ ἁλὸς μὲν γὰρ ἵππους καὶ ὁ ποιητὴς τὰς ναῦς λέγει, ἡμεῖς δὲ τὸν Ποσειδῶνα Ἥππιον καλοῦμεν, καὶ ὃν ἔχει λόγον ἐν γῇ ἵππος, τὸν αὐτὸν καὶ ἐν θαλάσσῃ ναῦς. ὅμοιος δʼ ἄν εἴη καὶ δεσπότῃ καὶ ἐργοδότῃ καὶ φίλῳ τρέφοντι καὶ παντὶ τῷ βαστάζοντι. ὅπως ἂν οὖν ὁ ἵππος τὸν ἰδόντα φέρῃ, οὕτω καὶ γυνὴ καὶ ἐρωμένη καὶ δεσπότης καὶ φίλος καὶ ναῦς τὸν ἰδόντα διαθήσουσι. συνωρὶς δʼ οὐδὲν ἵππου κέλητος διαφέρει, εἰ μὴ τοῖς νοσοῦσι θάνατον γὰρ αὐτοῖς προαγορεύει, ὥσπερ καὶ ἅρμα τέτρωρον, ὃ καὶ αὐτὸ τὰ μὲν ἄλλα ἐπίσης τῷ κέλητι
65
σημαίνει, ἀθλητῶν δὲ τοῖς μὲν τὰ βαρέα ἀθλοῦσιν ἀγαθὸνἄν εἴη καὶ νικηφόρον, εἰσελάσουσι γάρ· τοῖς δὲ τρέχουσιν ἧτταν σημαίνει, οὐ γὰρ ἱκανοὺς εἶναι τοῖς ποσὶ τοῖς ἰδίοις χρῆσθαί φησι τὸ ὄναρ. φημὶ δὲ καὶ γυναιξὶ καὶ παρθένοις ἐλευθέραις ἅμα καὶ πλουσίαις ἀγαθὸν εἶναι τὸ διὰ πόλεως ἅρμα ἐλαύνειν· ἀγαθὰς γὰρ ἱερωσύνας αὐταῖς περιποιεῖ· πενιχραῖς δὲ πορνείαν τὸ διὰ πόλεως ἱππάζεσθαι προαγορεύει· δούλοις δὲ ἐλευθερίαν ἴδιον γὰρ ἐλευθέρων τὸ διὰ πόλεως ἱππεύειν. εἰσελαύνειν δὲ εἰς πόλιν ἀθλητῇ ἀγαθὸν καὶ νοσοῦντι· ὁ μὲν γὰρ ἱερονίκης ἔσται, ὁ δὲ οὐ [*](p.55) τεθνήξεται. τὸ δὲ ἐξελαύνειν πόλεως ἀμφοτέροις κακόν· ὁ μὲν γὰρ ἐξενεχθήσεται, ὁ δὲ οὐ νικήσει. διὰ δὲ τῆς ἐρήμου ἅρμα ἐλαύνειν παντὶ δήπουθεν τῷ ἰδόντι θάνατον οὐκ εἰς μακρὰν ἐσόμενον προαγορεύει.

Τὸ δὲ πενταθλεῖν δοκεῖν ἐπὶ πάντων ἐτήρησα ἀποδημίαν μὲν πρῶτον τὴν ἐκ τόπου εἰς τόπον κίνησιν σημαῖνον διὰ τὸν δρόμον, ἔπειτα δὲ ζημίας τινὰς ἢ δαπάνας ἀκαίρους ἐξοδιασμούς τινας παρὰ γνώμην διὰ τὸν δίσκον, ὃς χάλκεος ὢν τῶν χειρῶν ἀπορρίπτεται πολλάκις δὲ ἀνίας τε καὶ φροντίδας ἐπὶ τούτοις διὰ τὰ πηδήματα τὰ ἐν τῇ ἁλτηρίᾳ· συνάλλεσθαι γάρ φαμεν καὶ τοὺς ἀνιωμένους ἐπὶ τοῖς προσπεσοῦσιν αἰφνίδιον ἔτι καὶ μάχας καὶ ἀντιλογίας πρός τινας διὰ τοὺς ἄκοντας καὶ τὸν ῥοῖζον καὶ τὸ τάχος, ἃ λόγοις ἔοικεν εὐτόνοις· ἔπειτα περὶ γῆς πρός τινας

66
μάχην τοῖς εὐπόροις, τοῖς δὲ ἀπόροις νόσον διὰ τὴν πάλην. τὴν δὲ αἰτίαν ὁ ἐπιὼν λόγος δηλώσει.

Τρέχειν ἁπλοῦν δρόμον πᾶσιν ἀγαθὸν πλὴν νοσούντων, ὅταν γε νικᾶν ὑπολάβωσιν· οἱ μὲν γὰρ ἐπὶ τὸ τέρμα τῶν προκειμένων ἀφίξονται (διὸ καὶ οἱ δοῦλοι ἐλευθεροῦνται ἐπὶ τούτῳ τῷ ὀνείρῳ), οἱ δὲ ἐπὶ τὸ πέρας τοῦ βίου τὸ ζῆν τελευτήσαντες ἀφίξονται. ὁ δὲ δίαυλος τὰ αὐτὰ τῷ σταδίῳ σημαίνων ἐξ ὑπερθέσεως ἕκαστα ποιεῖν εἴωθεν, ὡς καὶ ὁ δόλιχος ἐκ πολλῶν ὑπερθέσεων. ἐξαιρέτως δὲ ὁ δόλιχος γυναιξὶ πορνείαν κ ἑταιρικὸν βίον προαγορεύει.

Ἐγκρίνεσθαι πᾶσιν ἀγαθόν. ἀθληταῖς δὲ παισὶ μὲν [*](p. 56) οὐκ ἐπίσημον διὰ τὴν τῆς ἐγκρίσεως ἡλικίαν, ἀνδράσι δὲ ἄπρακτον παιδικὴ γὰρ ἡ ἔγκρισις. τὸ δὲ δοκεῖν ἐκκρίνεσθαι πάντας βλάπτον ἔτι καὶ τοὺς νοσοῦντας ἀναιρεῖ. οἶδα δέ τινα, ὃς ἔδοξεν Ὀλυμπίασιν ἐκκρίνεσθαι, καὶ εἰς μέταλλον κατεκρίθη διὰ τὸ τοῦ ἱεροῦ ἀγῶνος μὴ μετεῖναι αὐτῷ.

Παλαίειν τινὶ τῶν ἀφʼ αἵματος ἢ φίλῳ στασιάσαι πρὸς αὐτὸν καὶ φιλονεικῆσαι σημαίνει· ἐπὶ δὲ τῶν ἤδη στασιαζόντων ὁποτέρου ἄν παλαίοντος ὄναρ ἡ νίκη γένηται, τούτου καὶ μεθʼ ἡμέραν τὸ κράτος ἔσται, εἰ μὴ περὶ γῆς

67
μάχοιντο· ἐν γὰρ ταῖς τοιαύταις ἀμφισβητήσεσιν ἄμεινον πίπτειν, εἰ μὴ καὶ ῥήσσων τις κάτωθεν εἴη τοῦ γὰρ πρὸς τῇ γῇ γινομένου καὶ ἡ γῆ γίνεται. οἶδα δὲ τινα, ὃς ἔδοξε παλαίειν καὶ ἐκ δακτύλων δύο περὶ μίαν τὸ λεγόμενον ποήσας ῥῆξαι τὸν ἀντίπαλον. τούτῳ συνέβη νικῆσαι γραμμάτων ἐπιλαβομένῳ ὑπὸ τοῦ ἀντιδίκου γεγραμμένων. τὸ δὲ πρός τινα τῶν οὐ γνωρίμων παλαίειν κινδύνους διὰ νόσων ἐπιφέρει· ὅπερ γὰρ ὁ παλαιστὴς βούλεται τὸν ἀντίπαλον διαθεῖναι, τοῦτο καὶ ἡ νόσος τὸν κάμνοντα, τοῦτʼ ἔστι τῇ γῇ δοῦναι. πεσόντι μὲν οὖν ἀπόκειται θάνατος, ῥήξαντι δὲ σωτηρία. ἔτι καὶ τὸ ἄνδρα ὄντα παιδὶ παλαίειν οὐδαμῶς ἀγαθόν ἐάν τε γὰρ ῥήξῃ τὸν παῖδα, καταθάψει τινά ἐάν τε ὑπὸ τοῦ παιδὸς καταπαλαισθῇ, πτρὸς τῇ ματαιοπονία καὶ χλεύην καὶ νόσον ὑπομενεῖ· χλεύην μὲν διὰ τὸ ἀκόλουθον, νόσον δὲ διὰ τὸ ἁπαλωτέρου σώματος ἡττᾶσθαι. παιδὶ δὲ ἀγαθὸν τὸ ἄνδρα καταπαλαῖσαι· τῶν γὰρ παρὰ προσδοκίαν μεγάλων τεύξεται. ἁλλ’ οὐκ ἀθλητῇ παιδὶ ἀγαθόν οὐ γὰρ ἐγκριθῆναι σημαίνει τοῖς παισί. νεκρῷ δὲ παλαίειν νοσῆσαι σημαίνει ἤ τῶν τοῦ νεκροῦ ἐκγόνων τινὶ ἢ κληρονόμων φιλονεικῆσαι. ἀεὶ δὲ ἄμεινον τὸ ῥήσσειν.

Πυκτεύειν παντὶ βλαβερόν· πρὸς γὰρ ταῖς αἰσχύναις [*](p.57) καὶ βλάβας σημαίνει· καὶ γὰρ ἄσχημον γίνεται τὸ πρόσωπον καὶ αἷμα ἀποκρίνεται, ὅπερ ἀργύριον εἶναι νενόμισται

68
ἀγαθὸν δὲ μόνοις τοῖς ἐξ αἵματος ποριζομένοις, λέγω δὲ ἰατροῖς θύταις μαγείροις.

Τὸ δὲ παγκράτιον τὰ αὐτὰ τῇ πάλη καὶ τῇ πυγμῇ σημαίνει πλὴν τῆς βλάβης, ἰσχυροτέρας δὲ τὰς στάσεις ἐπιφέρει διὰ τὴν μάχην. ἀεὶ δὲ ἄμεινον ἐν ἀμφοτέροις νικᾶν. ὅπως δʼ ἂν ἀγωνίσηται δοῦλος ἐν ἱερῷ ἀγῶνι καὶ νικήσῃ καὶ στεφανωθῇ, ἀνακηρυχθεὶς ἐλεύθερος ἔσται ἴδια γὰρ ταῦτα ἐλευθέρων. μεμνῆσθαι δὲ χρὴ ὅτι ἐν ἱερῷ ἀγῶνι μόνον, ἐπεὶ ἀλλαχόθι γε οὐκ ἔστι τὸ αὐτό. καὶ τοῖς ἄλλοις δὲ ἀνθρώποις τὰ ἆθλα καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ἐπὶ τέλος ἄγει, ὅταν μέχρι στεφάνου τις ἀφίκηται.

Τὸ δὲ ὅπλον λεγόμενον ἐπὶ πάντων πᾶσι παρολκὰς σημαίνει· τελευταῖον γὰρ καὶ ἐπὶ πᾶσι τὸ ἆθλον. τοῖς δὲ νοσοῦσι διʼ αὐτὸ τοῦτο θάνατον σημαίνει.

Οἱ μὲν πάνυ παλαιοὶ τὸ λούεσθαι οὐ κακὸν ἐνόμιζον· βαλανεῖα γὰρ οὐκ ᾔδεσαν, ἐπειδὴ ἐν ταῖς λεγομέναις ἀσαμίνθοις ἐλούοντο· οἱ δὲ μεταγενέστεροι ἤδη καὶ βαλανείων ὄντων τό τε λούεσθαι κακὸν ἐνόμιζον καὶ βαλανεῖον ἰδεῖν, καὶ εἰ μὴ λούοιτό τις. καὶ ἐδόκουν ταραχὴν μέν σημαίνειν τὸ βαλανεῖον διὰ τὸν ἐν αὐτῷ γινόμενον θόρυβον, βλάβην δὲ διὰ τὸν ἀποκρινόμενον ἱδρῶτα, ἔτι δὲ καὶ ἀγωνίαν καὶ δεῖμα τῆς ψυχῆς διὰ τὸ τρέπεσθαι τὸν χρῶτα καὶ τὴν ἐπιφάνειαν τοῦ σώματος ἐν τῷ βαλανείῳ. καὶ τῶν νῦν τινες ἀκολουθοῦντες τῇ παλαιᾷ γνώμῃ κατὰ ταὐτὰ

69
κρίνουσι πεπλανημένοι καὶ μὴ τῇ πείρα ἀκολουθοῦντες. πάλαι μὲν γὰρ εἰκὸς πονηρὰ εἶναι τὰ βαλανεῖα, ἐπεὶ μὴ συνεχῶς ἐλούοντο οἱ ἄνθρωποι μηδὲ εἶχον τοσαῦτα βαλανεῖα, [*](p.85) ἀλλʼ πόλεμον καταστρεψάμενοι ἢ μεγάλου ἀποπαυσάμενοι πόνου ἐλούοντο (ἦν οὖν αὐτοῖς ὑπόμνημα πόνου πολέμου τὸ βαλανεῖον καὶ αὐτὸ τὸ λούεσθαι) νῦν δὲ οἱ μὲν οὐ πρότερον ἐσθίουσιν εἰ μὴ λούοιντο, οἱ δὲ καὶ ἐμφαγόντες εἶτα δὴ λούονται μέλλοντες δειπνήσειν· καὶ ἔστι νῦν τὸ βαλανεῖον οὐδὲν ἄλλο ἢ ὀδὸς ἐπὶ τρυφήν. τοιγαροῦν λούεσθαι ἐν βαλανείοις καλοῖς καὶ φωτεινοῖς καὶ ἀέρος εὐκράτως ἔχουσιν ἀγαθὸν καὶ εὐπορίαν ᾅμα καὶ εὐπραξίαν τοῖς ἐρρωμένοις σημαῖνον καὶ τοῖς νοσοῦσιν ὑγεῖαν· ἐρρωμένων γὰρ τὸ λούεσθαι μὴ πρὸς ἀνάγκην γε ὄντων. εἰ δέ τις λούοιτο καθʼ ὃν οὐ προσήκει τρόπον, οὐκ ἀγαθὸν αὐτῷ. οἷον εἴ τις ἅμα τοῖς ἱματίοις εἰς τὸ θερμὸν εἰσίοι, νόσον σημαίνει καὶ μεγάλας ἀγωνίας αὐτῷ· οἱ γὰρ νοσοῦντες εἰσίασιν ἐνδεδυμένοι καὶ οἱ περὶ μεγάλων ἀγωνιῶντες καὶ ἐν τοῖς ἱματίοις ἱδροῦσι. πονηρὸν δὲ καὶ πένητι τὸ μετὰ θεραπείας καὶ πολλῶν τινων περιεπόντων αὐτὸν λούεσθαι νόσον γὰρ αὐτῷ μακρὰν σημαίνει· οὐ γὰρ ἄλλως πένης μετὰ πολλῶν λούεται. ὁμοίως δὲ καὶ πλουσίῳ πονηρὸν τὸ μόνον λούεσθαι. κοινῇ δὲ πᾶσιν ἄτοπον τὸ μὴ δύνασθαι ἱδροῦν ὕπαιθρον τὸ βαλανεῖον γενόμενον ἰδεῖν
70
ἀπολέσαν τὴν ὀροφὴν ἤ μὴ εὑρίσκειν ὕδωρ ἐν ταῖς δεξαμεναῖς· τοῦτο γὰρ καὶ παντελῶς ἄτοπον. ἃ γὰρ ἐλπίζει τις, οὐ τελέσει, καὶ μάλιστά γε, εἰ ἐν ὄχλῳ ἢ ἐξ ὄχλου πορίζοι. οἶδα δέ τινα κιθαρῳδὸν ἐνΣμύρῃ μέλλοντα ἀγωνίζεσθαι τὸν ἱερὸν ἀγῶνα τὸν Ἀδριανοῦ, ὃς ἔδοξε λουσόμενος ὕδωρ μὴ εὑρεῖν ἐν τῷ βαλανείῳ, καὶ συνέβη αὐτῷ διαφθείραντι τὸν ἀγῶνα καταφανεῖ γενέσθαι καὶ ζημιωθῆναι [*](p.59) καὶ ἐκβληθῆναι τοῦ ἀγῶνος, καὶ τοῦτο ἦην, ὅπερ ἐσήμαινεν αὐτῷ τὸ ὄναρ, μὴ εὑρεῖν ὃ ἐζήτει, σημαίνοντος τοῦ βαλανείου τὸ θέατρον. λούεσθαι δὲ θερμοῖς ὕδασι, λέγω δὲ τοῖς αὐτοφυέσι, τοῖς μὲν νοσοῦσιν ὑγείαν τοῖς δὲ ἐρρωμένοις ἀπραξίαν σημαίνει· ἤ γὰρ ἀναλαμβάνοντες ἢ ἀπραγοῦντες εἰς θερμὰ πορεύονται. ἀγαθὸν δὲ καὶ ἐν πηγαῖς καὶ ἐν λίμναις καὶ ἐν κρήναις καὶ ἐν ποταμοῖς καθαρὸν καὶ διειδὲς ἔχουσιν ὕδωρ λούεσθαι, ἀλλʼ οὐχὶ νήχεσθαι, ἐπεὶ τό γε νήχεσθαι πᾶσι πονηρὸν καὶ κινδύνου καὶ νόσου σύμβολον. τὴν δὲ αἰτίαν Πανύασις ὁ Ἁλικαρνασσεὺς ἐπιμελῶς ἐξηγήσατο. στελγίδες δὲ καὶ ξύστραι καὶ καταμαγεῖα θεράποντας σημαίνουσιν. ὅθεν εἴ τις ἀπολέσειέ τι τούτων κατ’ ὄναρ ἀνδράποδον ἀπολέσει τῶν πρὸς θεραπείαν ἐπιτηδείων, ἰδίως δὲ αἱ ξύστραι καὶ βλάβης εἰσὶ σημαντικαὶ διὰ τὸ ἀποξύειν τὸν ἱδρῶτα καὶ μὴ προστιθέναι τι τῷ σώματι· ἔστι δὲ ὅτε καὶ ἑταίραν ᾐνίξαντο τὸ γὰρ αὐτὸ καὶ ἑταίρα τῷ σώματι προσιοῦσα ποιεῖ. λήκυθος δὲ
71
καὶ ξυστροφύλαξ οἷς μὲν γυναῖκα οἰκουρὸν ἢ πιστὴν θεράπαιναν, οἷς δὲ οἰκέτην χρήσιμον σημαίνουσιν.

Περὶ τροφῆς διαλαμβάνοντας ἀναγκαῖόν ἐστι διελεῖν ὑπὲρ εὐσήμου διδασκαλίας καὶ μὴ συγχεῖν τὰ ξηρὰ τόῖς ὑγροῖς. ἔτι καὶ τῆς ξηρᾶς τὸ ποιὸν ἅμα καὶ τῆς ὑγρᾶς ἰδίᾳ ἕκαστον διαληψόμεθα. καὶ πρῶτον μὲν περὶ τῆς ὑγρᾶς ἐροῦμεν τροφῆς.

Πίνειν ὕδωρ ψυχρὸν ἀγαθὸν πᾶσι θερμὸν δὲ ὕδωρ νόσους ἢ ἀπραξίας σημαίνει πᾶσι χωρὶς τῶν ἔθος ἐχόντων ὑδροποτεῖν οὐ γὰρ κατὰ φύσιν ἔχει τὸ θερμὸν ὕδωρ. οἶνον δὲ πίνειν ὀλίγον μὴ ἐν μεγάλοις ποτηρίοις καὶ μὴ μεθύσκεσθαι ἀγαθόν. δοκεῖ δέ μοι ἐν καιρῷ ἄν τις εἰπεῖν [*](p.60) τὸ Ξενοφῶντος τοῦ Σωκρατικοῦ ὁ σἶνος τὰς μὲν λύπας ὥσπερ μανδραγόρας ἄνδρας κοιμίζει τὰς δὲ φιλοφροσύνας ὥσπερ ἔλαιον φλόγα ἐγείρει.ʼ τούτου δʼ ἕνεκεν προσήκει τὸ αὐτάρκη καὶ ὀλίγον δοκεῖν πίνειν. ἐπεὶ τό γε πολὺν καὶ ἄμετρον πίνειν πολλῶν κακῶν αἴτιον καθίσταται πᾶσιν ἐπίσης. ἐνταῦθα δʼ ἀρθῶς ἄν τις εἴποι τὸ Θεόγνιδος

  • οἶνος πινόμενος πουλὺς κακός· ἤν δέ τις αὐτὸν
  • πίνῃ ἐπισταμένως, οὐ κακὸς ἀλλʼ ἀγαθός.
  • ἐγὼ δέ φημι οὐ μόνον τὸ πίνειν πολὺν οἶνον εἶναι πονηρὸν ἀλλὰ καὶ τὸ ἐν πολλοῖς πίνουσιν ἀναστρέφεσθαι ἕπεται
    72
    γὰρ ἀεὶ τῇ μέθῃ παροινία, ἐξ ἧς στάσις ἡ πολέμου μήτηρ γεννᾶται. οἰνόμελι δὲ καὶ μελίμηλον καὶ ὑδρόμηλον καὶ μυρτίτην καὶ πάντα τὸν ἐσκευασμένον οἶνον πίνειν πλουσίοις μὲν ἀγαθὸν διὰ τὸ τρυφᾶν, πένησι δὲ μοχθηρόν· οὐ γὰρ πρότερον ὁρμῶσιν ἐπὶ τὰ τοιαῦτα πόματα εἰ μὴ ὑπὸ νόσου ἀναγκάζοιντο. ὄξος δὲ πίνειν δοκεῖν στασιάσαι σημαίνει πρὸς τοὺς οἰκείους διὰ τὴν τοῦ στόματος συστροφήν. γάρον δὲ πίνειν φθίσιν σημαίνει. ἔστι γὰρ οὐδὲν ἄλλο ὁ γάρος ἢ σηπεδών. ἔλαιον δὲ πίνειν φαρμακίαν νόσον σημαίνει. ἀεὶ δὲ ἀγαθὸν τὸ διψῶντα πίνειν. τὸ δὲ μὴ εὑρεῖν ὅ τί τις πίῃ καὶ ἐπὶ ποταμὸν ἢ κρήνην ἢ φρέαρ ἐλθόντα μὴ καταλαβεῖν ὕδωρ οὐδὲν τῶν κατ᾿ ἐπιθυμίαν πρᾶξαι σημαίνει· τὸ μὲν γὰρ διψῆν οὐδὲν ἄλλο ἐστὶν ἢ ἐπιθυμεῖν, τὸ δὲ πίνειν τῆς ἐπιθυμίας ἀνάπαυλαν ἔχει. χρὴ δὲ καὶ τοῦτο σκοπεῖν, ὅτι τῶν ποτηρίων τὰ μὲν χρυσᾶ καὶ ἀργυρᾶ καὶ ὀστράκινα πᾶσιν ἀγαθὰ καὶ ἀσφαλείας πολλῆς σημαντικὰ καθίσταται, τὰ μὲν ὡς ἐξ ὕλης στερεᾶς, τὰ δʼ [*](p. 61) ὡς ἐκ συντρόφου. ἔτι καὶ τὰ κεράτινα διὰ τὴν ἀρχαιότητα καὶ διὰ τὸ ἄθραυστον ἀγαθά, τὰ δὲ ὑάλινα μοχθηρὰ διὰ τὴν ὕλην, ἔστι δʼ ὅτε καὶ κινδύνων προαγορευτικὰ διὰ τὸ εὐκατέακτον, καὶ τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ διαφανές. ἔστι δέ τις καὶ ἕτερος λόγος ὀρθῶς ἔχων ὡς ἄρα τὰ ποτήρια σημαίνει τοὺς προσιόντας τοῖς χείλεσιν. ὅθεν εἰ κατεάσσοιτο, τούτων τινὰς ἀποθανεῖσθαι δηλοῖ. εἰ δέ τις εἴη
    73
    μόνος, αὐτῷ θάνατον σημαίνει. τοῦτο δὲ καὶ αὐτὸς ἐτήρησα. τοῖς δὲ πλέουσι τὸ δοκεῖν κατεάσσειν ποτήρια ναυάγιον προαγορεύει. αὕτη μὲν οὖν ἡ παλαιὰ διαίρεσις· νυνὶ δὲ πολλάκις ἀποβὰν εἰς ἡμᾶς ἧλθεν ὄναρ τοιοῦτον ἔστι τινὰ τῶν ποτηρίων στενόστομα οὐ πάλαι ὑπʼ ἀνθρώπων εὐρημένα. ταῦτα κατεασσόμενα πάσης θλίψεως καὶ στενοχυρίας λύσιν ὑπισχνεῖται.

    Ἑξῆς δὲ περὶ τροφῆς ξηρᾶς ποιούμενοι τὸν λόγον ἀρξόμεθα ἀπὸ λαχάνων. τῶν λαχάνων ὅσα ὄδωδε μετὰ τὸ βρωθῆναι, τὰ κρυπτὰ ἐλέγχει καὶ πρὸς τοὺς συνοικοῦντας μῖσος ἐργάζεται, οἷον ῥάφανος σέρις πράσα τὰ κειρόμενα· ὅσα δὲ ἀποξύεται τρωκτὰ ὄντα, βλάβην σημαίνει διὰ τὴν ἀποβολὴν τῶν περισσῶν, οἷον θριδακίναι καὶ εἴ τι ἄλλο ὅμοιον. κίτρια δὲ διὰ τὸ ἀκανθῶδες καὶ ὀξὺ ὀδύνας σημαίνει. ἔτι καὶ ἀνεργασίας διὰ τὸ δύσπεπτον· ἔστιγὰρ ἄτροφα. τεῦτλον μαλάχη λάπαθα ὀξυλάπαθα ἀδράφαξυς καταχρέοις μόνοις ἐστὶν ἀγαθὰ διὰ τὸ τὴν γαστέρα ἐκταράσσειν καὶ τὰ ὑποκείμενα σκύβαλα ὑπεξάγειν ἰδίως γὰρ ἡ γαστὴρ καὶ τὰἔντερα δανειστῇ ἔοικε. κεφαλωτὰ δὲ καὶ σταφυλῖνοι καὶ ὅσα ἄλλα ἐστὶ τρόφιμα ὠφελειῶν ἐστι σημαντικά, μόνοις δὲ ἐναντιοῦται τοῖς περὶ γῆς δικαζομένοις· πρόρριζα γὰρ ἀνασπᾶται. κράμβαι δὲ πρὸς οὐδέν εἰσι χρήσιμοι, [*](p.62) μάλιστα δὲ καπήλοις καὶ ἀμπελουργοῖς καὶ πᾶσι τοῖς περὶ τὸν Διόνυσον τεχνίταις πονηραὶ καθίστανται, ἐπειδὴ ἄμπελος μόνῃ κράμβῃ οὐ περιπλέκεται. τῶν δὲ λευκῶν

    74
    λεγομένων λαχάνων γογγύλη μέν καὶ βουνιὰς καὶ κολοκύντη ματαίας ἐλπίδας σημαίνουσιν ἔστι γὰρ πάντα ὄγκος ἄτροφος· τοῖς δὲ νοσοῦσι καὶ τοῖς ὁδεύουσι κατατομάς καὶ διαιρέσεις ὑπὸ σιδήρου γενέσθαι σημαίνουσι διὰ τὸ κατακόπτεσθαι τὰ τοιαῦτα. σίκυοι δὲ καὶπεριτεμνόμενοι τοῖς νοσοῦσίν εἰσιν ἀγαθοὶ διὰ τὸ τὰ ὑγρὰ ἀποκρίνειν. πέπονες δὲ πρὸς μὲν τὰς φιλίας καὶ συμβιβάσεις εἰσὶν ἀγαθοί, πέπον γὰρ τὸ προσφιλέστατον οἱ ποιηταὶ καλοῦσι· πρὸς δὲ τὰς πράξεις ἄπρακτοι· καὶ γὰρ τὸ ἔκλυτον πέπον καλεῖται. κρόμμυα δὲ καὶ σκόροδα ἐσθίειν μὲν πονηρόν, ἔχειν δὲ ἀγαθόν· μόνοις δὲ τοῖς νοσοῦσι διαφόρως τὰ κρόμμυα ἀποβαίνει. καίτοι περὶ αὐτῶν Ἀλέξανδρος ὁ Μύνδιος ἰσχυρῶς ἀπορήσας τὸ τέλος οὐ κατείληφε. φημ δὲ ἐγώ εἴ τις πολλὰ κρόμμυα δόξειεν ἐσθίειν, τύχοι δὲ νοσῶν, ἀναστήσεται, ἄλλον δέ τινα πενθήσει· εἰ δὲ ὀλίγα, τεθνήξεται. δακρύουσι μὲν γὰρ οἱ ἀποθνήσκοντες ὀλίγα, οἱ δὲ πενθοῦντες πολλά, ἐπειδὴ καὶ ἐπὶ πολὺ δακρύουσι.

    Τῶν ὀσπρίων πάντα μοχθηρὰ πλὴν πίσου διὰ τὸ ὄνομα. ἔστι γὰρ πειθοῦς σημαντικόν· μάλιστα δὲ κυβερνήταις καὶ ῥήτορσιν· οἷς μὲν γὰρ τὰ πηδάλια οἷς δὲ οἱ δικασταὶ πεισθήσονται. ἐρεγμὸς δὲ καὶ κύαμος στάσεώς εἰσι

    75
    σημαντικοί, ὃς μὲν διὰ τὸ δεδιχάσθαι ὃς δὲ διὰ τὸ πνεύματος εἶναι ποιητικὸς ἀτόπου οὐ μόνον δὲ διὰ τοῦτο ἀλλ’ ὅτι καὶ πάσης τελετῆς καὶ παντὸς ἱεροῦ ἀπελήλαται. φακῆ δὲ πένθος προαγορεύει καὶ πτισάνη κάματον διὰ [*](p.63) τὸ δύστριπτον. κέγχρος δὲ καὶ ἔλυμος καὶ ζειὰ πενίας τε καὶ ἀπορίας ἐστὶ σημαντικά, μόνοις δὲ τοῖς ἐξ ὄχλου ποριζομένοις ἐστὶν ἀγαθά. χόνδρος δὲ καὶ τράγος ᾗ μὲν τρόφιμοί εἰσι, ταύτῃ καὶ κερδαλέοι δὲ μετὰ καμάτου γίνονται, πόνους ὑπερβάλλοντας σημαίνουσι, πένητι δὲ νόσον. σήσαμον δὲ καὶ λινόσπερμον καὶ σίνηπι ἰατροῖς μόνοις ἐστὶν ἀγαθά, τοῖς δὲ ἄλλοις δριμεῖς ἐπάγει πόνους καὶ τὰ κρυπτὰ ἐλέγχει.

    Ἄρτους δοκεῖν ἐσθίειν τοὺς ἐξ ἔθους ἀγαθόν· κατάλληλοι μὲν γὰρ πένητι οἱ ῥυπαροί, πλουσίῳ δὲ οἱ παντελῶς καθαροί οἱ δὲ ἐναλλὰξ οὔτε ἀγαθοὶ καὶ προσέτι κακοί· οἱ μὲν γὰρ νόσον τοῖς πένησιν οἱ δὲ ἀπορίαν τοῖς πλουσίοις σημαίνουσιν. ἄρτοι δὲ κρίθινοι πᾶσιν ἀγαθοί· πρώτην γὰρ ἀνθρώποις τὴν τροφὴν ταύτην παλὰ θεῶν λόγος ἔχειδοθῆναι. ἄλευρα δὲ καὶ ἄλφιτα τὰ μὲν αὐτὰ τοῖς ἄρτοις σημαίνει, ἤττονα δέ καὶ βαρύτερα .

    76

    Κρεῶν τὰ μὲν ὅσα τις ἐαθίει καὶ ποιεῖ, ἀγαθὰ τετήρηται πλὴν ὀλίγων. προβάτεια μὲν γὰρ πᾶσιν ἄτοπα καὶ πένθος οἰκεῖον σημαίνει (ἔστι γὰρ τὰ πρόβατα οὐδὲν ἄλλο ἄνθρωποι), τούτων δὲ ζώντων οὐ γίνεται κρέα ἤδη δὲ καὶ τὰ βόεια διὰ τὸ δύστριπτον, καὶ μικρὰς ἐργασίας διὰ τὴν εὐτέλειαν σημαίνει· δούλοις δὲ βασάνους διὰ τὸν ἱμάντα καὶ τὴν ταυρείαν. χιμαίρεια δὲ τοῖς ἐν χειμῶνι διάγουσιν ἀγαθὰ τετήρηται, τοῖς δὲ ἄλλοις ἀκερδῆ. ὧν μὲν γὰρ τὰ δεινὰ διαλύει, ὅτι χειμῶνι ὁμώνυμα ὄντα τὰ ζῷα ἀνῄρηται ἐπεὶ οὐκ ἄν ἐβιβρώσκετο οἷς δὲ διὰ τὸ ὀστῶδες μικρὰς τὰς ἐργασίας παρέχει. ἄριστα δὲ πᾶσι τὰ χοίρεια· καὶ [*](p. 64) γὰρ εἰκός. ζῶν μὲν γὰρ χοῖρος οὐδὲν εὔχρηστος ἀνθρώποις, ἀποθανὼν δὲ μᾶλλον ἐδώδιμος τῶν ἄλλων τὰ δὲ ἄλλα ζῶντα βελτίονα ἢ ἀναιρεθέντα. καὶ τὸ μὲν ὀπτὰ δοκεῖν ἐσθίειν τὰ χοίρεια παντελῶς ἀγαθόν· προστίθησι γὰρ τάχος ταῖς ὠφελείαις διὰ τὸ πῦρ· τὰ δὲ ἡψημένα λιτῶς βράδιον τὰς αὐτὰς προαγορεύει ὡφελείας, τὰ δὲ κατηρτυμένα οὕτως ὑπὸ ὀψοποιῶν μετὰ κακουχίας τὰς ὡφελείας ἤη μετὰ προαναλωμάτων φέρει. οὐδαμῶς δὲ τὰ ὠμὰ ἐσθιόμενα κρέα ἀγαθά παραπολέσαι γάρ τι τῶν ὄντων σημαίνει, ἐπεὶ μὴ κρατεῖ ἡ ἡμετέρα φύσις ὠμῶν κρεῶν. τὸ δὲ μέγιστον καὶ ὑπερβολῇ ἀγαθόν, ὡς ἐγὼ ἐτήρησα, ἀνθρωπίνας ἐσθίειν σάρκας, ἀνδρὸς οὐ γνωρίμου οὐδὲ οἰκείου, ἐπεὶ ὅ γέ τινος τῶν οἰκείων φαγών σάρκας καὶ τὸν οὗ

    77
    ἔφαγε κατορύξει καὶ αὐτὸς διʼ οὐδὲν μέγα τῶν ἐσθιομένων παραμένει· εἰκός γε ὑπὸ πολλῆς ἀπορίας, ὥς γε φιλεῖ γενέσθαι ἐν πολέμῳ καὶ λιμῷ, ἐπὶ τοιαύτας ὁρμῆσαι τροφάς. πάντων δʼ ἄν εἴη σκαιότατον τὸ παιδὸς ἰδίου σάρκας ἐσθίειν σύντομον γὰρ ὄλεθρον μαντεύεται, εἰ μὴ ἄρα τις ἀπὸ τοιούτων ἐσθίειν νομίσειε μερῶν τοῦ παιδός, ἀφʼ ὧν ὁ παῖς πορίζεται, οἷον εἰ δρομαίου τοὺς πόδας ἤ χειροτέχνου τὰς χεῖρας ἢ παλαιστοῦ τοὺς ὤμους φάγοι· τότε γὰρ τῷ μὲν παιδὶ εὐπορίαν τὸ ὄναρ τοῦτο, τῷ δὲ πατρὶ ὄνασθαι τοῦ παιδὸς προαγορεύει. τῶν δὲ ἄλλων ἀνθρώπων αἱ σάρκες ἐσθιόμεναι ἀγαθαί. τρόπον γάρ τινα οἱ ἄνθρωποι, ὅταν ὠφελῶνται παρʼ ἀλλήλων, ἐσθίουσιν ἀλλήλους. ἀεὶ δὲ ἄμεινον τὸ ἀνδρῶν ἢ γυναικῶν ἐσθίειν καὶ τὸ παίδων ἢ πρεσβυτέρων. ὀρνίθεια δὲ καὶ χήνεια κρέα ἐσθίειν πᾶσιν ἀγαθόν· φέρει δὲ τὰ μὲν ὀρνίθεια τὰς ὠφελείας ἀπὸ γυναικῶν ἢ δικῶν ὅτι ἐκ γυναικῶν μετέβαλον οἱ ὄρνεις ἢ ὅτι αἰκάλλουσι, τὰ δὲ χήνεια ἀπὸ ἀνδρῶν ἀλαζόνων. ἀγαθὸν δὲ καὶ παντὸς θηρίου σάρκας ἐσθίειν πολλὰ γὰρ ἐκ τῆς τῶν ἐχθρῶν οὐσίας ὠφεληθῆναι σημαίνει τὸ δὲ ποδαπτῶν ἔχθράν ἐπιδείξει ᾐτοῦ βρωθέντος ἰδέα τε καὶ μορφή. περὶ ὧν ἐν τῷ περὶ κυνηγίου λόγῳ ἐπιμνησθήσομαι. ἀγαθὸν δὲ καὶ ἰχθύας ἐσθίειν, μάλιστα [*](p.69) μὲν ὀπτούς, οὐδὲν δὲ ἧττον καὶ τοὺς ἄλλως γεγονότας πάντας πλὴν τῶν μικρῶν· οὗτοι γὰρ πλεῖον τὸ ἀκανθῶδες ἔχοντες τοῦ ἐδωδίμου οὐδαμῶς ὡφελείας σημαίνουσιν, ἔχθρας δὲ πρὸς τοὺς οἰκειοτάτους καὶ ματαίας ἐλπίδας. τὸ δὲ κατὰ μέρος περὶ ἰχθύων ἐν τῷ περὶ ἁλιείας ἀκριβώσω λόγῳ.

    78

    Τάριχοι δὲ καὶ πάντα τὰ ἁλιστὰ κρέα καὶ ἰχθύες ἐν μὲν τοῖς προκειμένοις παρολκὰς καὶ ἀναβολὰς σημαίνει· διὰ γὰρ τῶν ἁλῶν ἐπὶ πολὺ τηρεῖται ἐν δὲ τοῖς ἄλλοις τηκεδόνα καὶ λύπην. πολλάκις δὲ καὶ νόσον σημαίνει διὰ τὸ ὑπὸ τῶν ἁλῶν τετῆχθαι.

    Πλακοῦντες οἱ μὴ τετυρωμένοι ἀγαθοί, οἱ δὲ τετυρωμένοι δόλον καὶ ἐνέδραν σημαίνουσι· ταῦτα γὰρ καὶ ὁ τυρὸς προαγορεύει. κοπταὶ δὲ σησαμίδες καὶ πυρα μοὶ ἀγαθὰ πᾶσι, μάλιστα δὲ τοῖς δίκην ἔχουσιν ἦν γὰρ ὁ πυραμὸς παρὰ τοῖς παλαιοῖς ἐπινίκιος. ἐπὶ δὲ τῶν ἄλλων πεμμάτων τῶν ἐν ἑορταῖς καὶ θυσίαις γινομένων τὰς κρίσεις ἀπὸ τοῦ λόγου τῶν ἑορτῶν ποιητέον. περὶ δὲ καππάρεων καὶ ἐλαιῶν καὶ λαχάνων ἀποθέτων πάντων καὶ ὑποτριμμάτων καὶ πάντων τῶν ὁμοίων ἑκὼν παρέλιπον ὡς φανερῶν ὅτι μὴ ἔστιν ἀγαθά.

    Μῆλα μὲν ἐαρινὰ γλυκέα καὶ πέπανα καὶ ἰδεῖν καὶ φαγεῖν ἐστὶν ἀγαθόν πολλὴν γὰρ ἐπαφροδισίαν σημαίνει μάλιστα τοῖς περὶ γυναικὸς ἐρωμένης φροντίζουσι ταῦτα γὰρ ἀνάκειται τῇ Ἀφροδίτῃ. τὰ δὲ ὀξέα μῆλα στάσεις καὶ φιλονεικίας σημαίνει ἐστι γὰρ Ἐριδος τὰ δὲ χειμερινά, ἃ κυδώνια καλοῦμεν, λυπηρὰ διὰ τὸ στυφόν. ἀμύγδαλα δὲ καὶ κάρυα καὶ τὰ λεγόμενα λεπτοκάρυα καὶ ὅσα κατάσσεται, ταραχὰς διὰ τὸν ψόφον σημαίνει καὶ λύπας διὰ τὸ εἶναι πικρὰ φύσει. οἶδα δέ τινα ἄνθα τῶν [*](p.66) εὐπαρύφων ἐν Ἑλλάδι, ὃς ἔδοξε παρά τινος ὄναρ λαμβάνειν

    79
    κάρυον, καὶ διυπνισθεὶς ἐν τῇ χειρὶ ἔτυχε κρατῶν τὸ κάρυον τοῦτο ὃ εἶδε κατ’ ὄναρ. συνέβη αὐτῷ πολλὰ μὲν καὶ ἄλλα κακὰ --- τέλος δὲ ἀτίμῳ γενέσθαι. ἀλλὰ τοῦτο διὰ τὸ ἐναργές ὡς τέρας τὸ τοιοῦτο εἰς μεγάλα ἀπέβη. σῦκα δὲ κατὰ μὲν τὴν ὥραν τὴν ἰδίαν ἀγαθά, καὶ τούτων τὰ λευκὰ ἡδίονα τῶν μελάνων, παρὰ δὲ τὸν καιρὸν φαινόμενα συκοφαντίας καὶ ἐπηρείας προαγορεύει· συκάζειν ʼ γὰρ καὶ τὸ ἐπηρεάζειν ἔλεγον οἱ παλαιοί. μόνοις δὲ τοῖς ὑπαιθρίοις ἐργαζομένοις τὰ μὲν λευκὰ εὐδίαν τὰ δὲ μέλανα χειμῶνα καὶ ὄμβρον σημαίνει, ἐπεὶ τοῖς γε ἄλλοις οὐδὲν ἄν μαντεύοιτο ἡ συκῆ ἢ τὸ τοῦ ἀέρος ὅπως ἕξει καταστήματος. σταφυλὴ δὲ καὶ παρὰ τὸν καιρὸν ἀγαθὴ καὶ κατὰ τὴν ὤραν, ὡς δὲ ἐπὶ τὸ πλεῖστον τὰς διὰ γυναικῶν ἀπὸ γυναικῶν ὠφελείας σημαίνει· φανερὰς μὲν ἡ λευκή, λαθραίους δὲ ἡ μέλαινα. ῥοαὶ δὲ τραυμάτων εἰσὶ σημαντικαὶ διὰ τὸ χρῶμα καὶ βασάνων διὰ τὰς ἀκάνθας καὶ δουλείας καὶ ὑποταγῆς διὰ τὸν ἐν Ἐλευσῖνι λόγον. περσικὰ δὲ καὶ βερικόκκια καὶ κεράσια καὶ πάντα τὰ ὅμοια πλὴν συκαμίνων προσκαίρους ἡδονὰς καὶ ἀπάτας σημαίνει, παρὰ δὲ τὸν καιρὸν ματαιοπονίας. συκάμινα δὲ τὰ αὐτὰ ταῖς ῥοαῖς σημαίνει, ὅ γε καρπός· ἐπεὶ τὸ δένδρον τὴν γενεὰν τοῦ ἰδόντος σημαίνει. ὅθεν ὐθαλὲς μὲν ὄν ἀγαθόν τι ἐσόμενον προαγορεύει, πρόρριζον δὲ ἀνατρεπόμενον τὴν γενεὰν τοῦ ἰδόντος διαφθείρει. ἄπιοι δὲ οἱ μὲν ἥμεροι ἀγαθοί τούτων γὰρ ὁ καρπὸς καὶ ἀποθησαυρισθεὶς ἄσηπτος μένει, καὶ παραυτίκα ἐσθιόμενος πρὸς
    80
    τῷ τροφίμῳ καὶ τὸ οἰνῶδες ἔχει. οἶδα δὲ ἐξ αὐτῶν παρά τισι καὶ ποτὸν σκευαζόμενον. ἀχράδες δὲ καὶ ὄχναι γεωργοῖς μόνοις συμφέρουσι, τοῖς δὲ ἄλλοις εἰσὶν ἀηδεῖς. περὶ δὲ ταώνων καὶ ἀλεκτρυόνων ἐν τῷ περὶ ζώων ἐροῦμενλόγῳ. [*](p.67) δεῖ δὲ τὰ ὑποδείγματα ἔχοντας ἀπὸ τῶν εἰρημένων περὶ τῶν ἀγράφων τεκμαίρεσθαι κατὰ τὸ ὅμοιον μετάγοντας τὸν λόγον.