Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Ἐπεὶ δὲ τῷ περὶ τροφῆς λόγῳ ἕπεται ὁ περὶ σκευῶν τῶν κατ’ οἶκον, δίκαιον εἰπεῖν ἡγοῦμαι καὶ περὶ τούτων. ἔχει δὲ ὧδε. ποτήρια μέν, καθὼς ἔμπροσθεν εἴρηται, σημαίνειτὸν βίον, πίνακες δὲ καὶ παροψίδες αὐτὴν τὴν τοῦ βίου διαγωγήν. οἵα τίς ἐστιν ἡ ἑστία σημαίνει λαμβάνειν δὲ χρὴ τὸ τοιοῦτον ἀπὸ τῆς πολυτελείας ἀπὸ τοῦ μείζονα γενέσθαι ἐκ μικροτέρων ἢ μικρότερα ἐκ μειζόνων ἢ ἐξ ὑγιῶν οὐχ ὁλόκληρα ἢ ἐκ κατεαγότων ὑγιᾶ, τὴν μὲν ἐπὶ τὸ κρεῖττον μεταβολὴν πρὸς ἀγαθὸν τιθεμένους, τὴν δὲ ἐπὶ τὸ χεῖρον πρὸς κακόν. ὁ δʼ αὐτὸς καὶ περὶ τῶν ἄλλων σκευῶν ἔστω λόγος. λυχνία δὲ γυναῖκα σημαίνει, λύχνος δὲ τὸν τῆς οἰκίας ἄρχοντα καὶ τὸ πνεῦμα τοῦ ἰδόντος διὰ τὸ ἐπιβλέπειν τὰ ἔνδον διὰ τὸ εὐαπόσβεστον, καὶ ἔρωτα διὰ τὸ ἀναλάμπειν, τρίπους δὲ καὶ ἑστία τὸν βίον καὶ τὴν ὅλην κατάστασιν καὶ τὴν γυναῖκα τοῦ ἰδόντος. ὅ τι ἄν οὖν πάθῃ ὁ τρίπους ἢ ἡ ἑστία, εἰς ταῦτα τὴν βλάβην ἀνακτέον. τράπεζα δὲ τρίποδος οὐδὲν διαφέρει οὐδὲ ἄλλο τι σκεῦος, ᾧ τις ἐπιδειπνεῖ. τύλη δὲ καὶ κλίνη καὶ πάντα τὰ πρὸς κοίτην τὴν γυναῖκα τοῦ ἰδόντος σημαίνει καὶ τὸν ὅλον βίον. τὸ δʼ αὐτὸ καὶ σκίμπους. τούτων δὲ οἱ μὲν πόδες οἰκέτας σημαίνουσι, τῶν δὲ ἐνηλάτων τὸ μὲν ἔξω ἰδίως.

81
τὴν γυναῖκα, τὸ δέ ἔσω τὸν ἄνδρα, τὸ δὲ πρὸς τῇ κεφαλῇ τέκνα ἀρσενικά, τὸ δὲ πρὸς τοῖς ποσὶ θηλυκὰ τέκνα. κατὰ ταὐτὰ δὲ τοῖς ἐνηλάτοις καὶ οἱ τοῖχοι τῶν κλινῶν διαλαμβανέσθωσαν. ξέσται δὲ τοὺς θεράποντας, ἀμφορεῖς δὲ τοὺς ὑπηρέτας, τραπεζοφόροι δὲ τοὺς οἰκονόμους, τὰ δέ σιτοδόχα σκεύη τοὺς κατὰ τὸν οἶκον ταμίας σημαίνει, ὁμοίως δὲ καὶ τὸ ταμεῖον. ἀγκῶνες δὲ καὶ πάντα τὰ προσπησσόμενα τὸ κόσμιον τοῦ βίου σημαίνει, κίσται δὲ καὶ πυργίσκοι καὶ θησαυροφυλάκια τὴν γυναῖκα τοῦ ἰδόντος [*](p. 68) διὰ τὸ τὸ τιμιώτατον πεπιστεῦσθαι, στρωματόδεσμοι δὲ καὶ ἐνειλήματα παλλακίδας ἀπελευθέρας. περὶ δὲ τῶν ἄλλων σκευῶν μακρὸν ἂν εἴη λέγειν καὶ ταῦτα ἀπαιτοῦντα παρὰ τῶν ἐντυγχανόντων τοῖς βιβλίοις τὸ μὴ ἀβασανίστως ἀναγνόντας παρʼ αὑτῶν τι προσφιλοτεχνεῖν.

Μυρίζεσθαι γυναιξὶ πάσαις ἀγαθὸν πλὴν τῶν μοιχευομένων, ἀνδράσι δὲ πρὸς αἰσχύνης ἔσται πλὴν τῶν ἔθος ἐχόντων μυρίζεσθαι.

Ὀρχεῖσθαι δοκεῖν ἔνδον παρʼ ἑαυτῷ τῶν οἰκείων παρατυγχανόντων μόνων καὶ μηδενὸς ἀλλοτρίου παρόντος καὶ θεωμένου ἀγαθὸν ἐπίσης πᾶσιν. ἀλλὰ καὶ τὸ γυναῖκα τὴν ἑαυτοῦ καὶ τὰ παιδία καὶ τῶν συγγενῶν ἰδεῖν τινα ὀρχούμενον ἀγαθόν εὐφροσύνην γὰρ πολλὴν καὶ δαψίλειαν βίου δηλοῖ, ἐπεὶ οἱ ἄνθρωποι οὐ πρότερον ὀρχοῦνται ἤν μὴ ὥσπερ δεσπότῃ ἀποτόμῳ καὶ ὠμῷ τῇ ἀρχῇ τὴν ἀποφορὰν ἀποδῶσι τότε δὲ ὀρχοῦνται καὶ ἁπλοῦσι τὰ σώματα. ἀσθενοῦντι δὲ ἀνθρώπῳ καὶ ἀνδρὶ καὶ γυναικὶ πονηρόν· διὰ γὰρ τὴν πολλὴν κίνησιν τῆς ὀρχήσεως παραφρονῆσαι

82
καὶ παρακόψαι δηλοῖ· πονηρὸν δὲ καὶ τῷ νοσοῦντά τινα ἔχοντι· τὰ γὰρ αὐτὰ τῷ κοπτομένῳ καὶ ὁ ὀρχούμενος πάσχει τε καὶ δρᾷ. ἀλλοτρίων δὲ τινων παρόντων ἀνθρώπων πολλῶν ἢ ὀλίγων δοκεῖν ὀρχεῖσθαι τινα τῶν ἰδίων ὀρχούμενον ἰδεῖν οὐδενὶ ἀγαθὸν οὔτε ἐρρωμένῳ οὔτε νοσοῦντι· τῷ μέν γάρ τις ἔνδον ἐν τῷ οἴκῳ τεθνήξεται, ὁ δὲ ὀρχησάμενος ἀσχημονήσει μεγάλως. παιδίον δὲ ἰδεῖν ὀρχούμενον κωφὸν ἅμα καὶ ἄλαλον τὸ παιδίον γενέσθαι δηλοῖ, ἵνα διανεύσῃ ὅσα βούλεται σημαίνειν. ἐν θεάτρῳ δέ δοκεῖν ὀρχεῖσθαι ἀναπεπλασμένον καὶ τὴν ἄλλην ἔχοντα σκευὴν εὐδοκιμεῖν τε καὶ ἐπαινεῖσθαι πένητι μὲν πλουτῆσαι σημαίνει, ἀλλʼ οὐ μέχρι γήρως· βασιλικὰ μὲν γὰρ [*](p. 69) πρόσωπα μιμεῖται καὶ πολλούς ὑπηρέτας ἔχει ὁ ὀρχηστής, ἀλλὰ μετὰ τὸ δρᾶμα μόνος παραλείπεται· πλουσίῳ δέ ταραχάς τινας ἢ δίκας πλείστας προαγορεύει διὰ τὰς ποικίλας τῶν δραμάτων πλοκάς· γυναικὶ δέ οὔτε πλουσίᾳ οὐτε πένητι ἀγαθὸν τοῦτο τετήρηται· μεγάλας γὰρ καὶ περιβοήτους ἀσχημοσύνας ποιοῦνται. ὅπως δʼ ἂν ὀρχήσηται δοῦλος καὶ ὅπου ἄν, πολλὰς λήφεται πληγάς· καὶ ὁ πλέων ἤτοι ναυαγήσει καὶ μόνος ἐκπεσὼν κολυμβήσει· ὁ μέν γὰρ παιόμενος ὁ δὲ νηχόμενος κινηθήσονται διʼ ὅλων τῶν σωμάτων. ἀγαθὸν δέ ἀνδρὶ δεδεμένῳ τὸ ὀρχεῖσθαι λυθήσεται γὰρ διὰ τὸ εὐκίνητον καὶ εὔλυτονμ τοῦ σώματος. εἰ δὲ τις ὑψηλὸς ἐπί τινος ὀρχοῖτο, εἰς φόβον καὶ δέος πεσεῖται, κακοῦργος δέ ὢν σταυρωθήστεαι διὰ τὸ ὕψος καὶ τὴν τῶν χειρῶν ἔκτασιν. τὸ δὲ πυρριχίζειν τὸ αὐτὸ τῷ ὀρχεῖσθαι σημαίνει. τροχοπαικτεῖν δὲ μαχαίραις περιδινεῖσθαι ἐκκυβιστᾶν τοῖς μὲν ἔθος ἔχουσιν
83
οὐ πονηρόν, τοῖς δὲ λοιποῖς εἰς ἔσχατον ἐλάσαι κίνδυνον προσημαίνει. τὸ δʼ αὐτὸ καὶ καλοπαίζοντα ἰδεῖν προαγορεύει. μιμολόγοι δὲ καὶ ἅπαντες οἱ γελωτοποιοὶ ἀπάτας καὶ ἐνέδρας σημαίνουσιν. τὸ δʼ αὐτὸ ποιεῖν γελωτοποιεῖν μιμολογεῖν ὑποκρίνεσθαι καὶ ἐξαπατῆσαί τινας σημαίνει. ᾄσματα δὲ δοκεῖν ᾄδειν καλῶς καὶ εὐφώνως καὶ τοῖς ᾠδικοῖς καὶ μουσικοῖς καὶ τοῖς ἄλλοις πᾶσιν ἀγαθόν, τὸ δὲ πονηρῶς καὶ ἀφώνως ᾄδειν ἀπραξιῶν ἐστι καὶ πενίας σύμβολον. ὁπόταν δέ τῶν ἀσμάτων μεμνημένος ᾖ τις, ἀπʼ αὐτῶν τῶν ᾀσμάτων χρὴ ποιεῖσθαι τὴν κρίσιν. ᾄδειν ἐν ὀδῷ ἀγαθόν, μάλιστα ἑπόμενον ὑποζυγίῳ· ᾄδειν δὲ ἐν βαλανείῳ οὐκ ἀγαθόν τὸ μέν γὰρ εὐπρεπῶς καὶ εὐθύμως τὸν βίον διεξάγειν σημαίνει, τὸ δὲ μὴ σαφεῖ χρῆσθαι τῇ φωνῇ· πολλοὶ δὲ καὶ εἰς δεσμὰ κατεκρίθησαν. τὸ δὲ ἐν ἀγορᾷ ἢ πλατείαις ᾀσματολογεῖν πλουσίῳ μέν ἀσχημοσύνας καὶ καταγέλωτας σημαίνει, πένητι δὲ μανίαν.

Στέφανον ἀναδεδέσθαι πεποιημένον ἐξ ἀνθέων τὸ μέν [*](p. 70) καθόλου καὶ κοινὸν τῶν κατὰ τὴν ὥραν ἀγαθόν, τῶν δὲ παρὰ τὴν ὥραν πονηρόν. ἐπειδὴ δὲ ἀναγκαῖον ὑπέρ σαφηνείας περὶ ἑκάστου εἰπεῖν, ἐντεῦθεν ἄρξομαι. στέφανοι ναρκίσσων πεποιημένοι πᾶσι κακοί, κάν κατὰ τὴν ὥαν βλέπωνται, μάλιστα δὲ διὰ τὴν ἱστορίαν μάλιστα τοῖς ἐξ ὕδατος ἢ διʼ ὕδατος τὸν πορισμὸν ποιουμένοις καὶ τοῖς μέλλουσι πλεῖν. οἱ δὲ ἐκ τῶν ἴων γεγονότες κατὰ μέν τὴν ὤραν ἀγαθοί, παρὰ δὲ τὴν ὥραν μοχθηροί· καὶ τούτων οἱ μέν ἐκ τῶν λευκῶν ἴων φανερὰ τὰ δύσχρηστα καὶ ἐπίσημα

84
σημαίνουσιν, οἱ δὲ ἐκ τῶν κροκέων ἀσημότερα, οἱ δὲ ἐκ τῶν πορφυρῶν καὶ θάνατον σημαίνουσιν· ἔχει γάρ τινα τὸ πορφυροῦν χρῶμα συμπάθειαν καὶ πρὸς τὸν θάνατον. οἱ δὲ ἐκ τῶν ῥόδων κατὰ μὲν τὸν καιρὸν πᾶσιν ἀγαθοὶ πλὴν τῶν νοσούντων καὶ τῶν λανθάνειν πειρωμένων. οὓς μὲν γὰρ ἀναιροῦσι διὰ τὸ εὐμάραντον, οὓς δὲ ἐλέγχουσι διὰ τὴν ὀσμήν. ὅπου δὲ καὶ χειμῶνος ἔστι ῥόδοις χρήσασθαι, ἐνταῦθα πάντοτε ὡς περὶ ἀγαθῶν χρὴ ποιεῖσθαι τὸν λόγον. οἱ δὲ ἐκ τοῦ ἀμαράντου πᾶσιν ἀγαθοί, καὶ μάλιστα τοῖς δικαζομένοις, ἐπεὶ μέχρι παντὸς ὁ ἀμάραντος διὰ τὸ ὄνομα καὶ τὸ χρῶμα διαφυλάττει. νοσοῦσι δὲ οὗτοι κακοί ἢ γὰρ νεκροῖς ἢ θεοῖς ἀνατίθενται, σπάνιον δὲ ἀνθρώποις. οἱ δʼ ἐκ τῶν κρίνων γεγονότες εἰς ἐλπίδας ἀναβάλλονται τὰ πράγματα. σισυμβρίου δὲ καὶ ἀμαράκου Φρυγίου καὶ λαπάθου καὶ ἑλενίου καὶ ἀνεμώνης καὶ σαμψύχου στεφάνους ἀναδεῖσθαι πάσι πονηρόν· ὡς γὰρ ἐπὶ τὸ πολὺ νόσον σημαίνουσι. τὸ δὲ τῆς μαλάχης ἄνθος καὶ τῆς ῥοδοδάφνης κηπουροῖς καὶ γεωργοῖς μόνοις ἀγαθόν, τοῖς δὲ ἄλλοις μόχθους καὶ ἀποδημίας σημαίνει. κατὰ τὰ αὐτὰ δὲ τούτοις καὶ τὸ θύμον καὶ τὸ ἐπίθυμον καὶ τὸ μελίλωτον [*](p. 71) σημαίνει πλὴν ἰατρῶν· τούτοις γάρ ἐστιν ἀγαθά. σελίνων δὲ στέφανος νοσοῦντάς τε ἀναιρεῖ καὶ ὡς ἐπὶ τὸ πολὺ
85
ὑδρωπιάσαντας διὰ τὸ ψυχρὸν καὶ κάθυγρον καὶ ὅτι ἐπιταφίῳ ἀγῶνι ἐπιτήδειός ἐστιν ὁ στέφανος οὗτος ἀθληταῖς δὲ ἀγαθός, τοῖς δὲ λοιποῖς ἄτοπος. φοίνικος δὲ καὶ ἐλαίας στέφανοι γάμους ἐλευθέρων περιποιοῦσι γυναικῶν διὰ τὴν πλοκὴν καὶ τέκνα προαγορεύουσι πολυχρόνια διὰ τὸ ἀειθαλές υἱὸν μὲν ὁ φοῖνιξ, θυγατέρα δὲ ἡ ἐλαία. καὶ τοῖς ἐπὶ τὸ ἄρχειν ὁρμωμένοις καὶ ἀθληταῖς συλλαμβάνουσι καὶ πένησιν· οὓς μὲν γὰρ εὐπόρους οὓς δέ ἐνδόξους ποιοῦσι. καὶ δούλους ἐλευθεροῦσιν ἴδιον γὰρ ἐλευθέρων οἱ στέφανοι καὶ μᾶλλον ὅταν ἀγωνισάμενοι δοκῶσιν εἰληφέναι αὐτούς. τὰ δὲ κρυπτὰ ἐλέγχουσι διὰ τὸ περιβοήτους εἶναι τούς στεφάνους. τὰ δὲ αὐτὰ τούτοις καὶ ὁ δρύινος στέφανος σημαίνει καὶ ὁ δάφνινος· καὶ ὁ μυρσίνης δὲ τὰ αὐτὰ ταῖς ἐλαίαις σημαίνει, γεωργοῖς δὲ καὶ μᾶλλον ἀγαθὸς διὰ τὴν Δήμητραν καὶ γυναιξὶ διὰ τὴν Ἀφροδίτην· κοινὸν γὰρ ταῖς θεαῖς τὸ φυτόν. στέφανοι κήρινοί πᾶσι κακοί, μάλιστα δὲ νοσοῦσιν, ἐπεὶ καὶ τὸν θάνατον κῆρα καλοῦσιν οἱ ποιηταί. οἱ δὲ τῶν ἐρίων πεποιημένοι διὰ τὸ ποικίλον φαρμακίας καὶ καταδέσμους σημαίνουσιν. οἱ δὲ τῶν ἁλῶν τοῦ θείου βαρηθῆναι πρός τινων ὑπερεχόντων τὸν ἰδόντα σημαίνουσιν· εἰσὶ γὰρ φύσειβαρεῖς καὶ οὐδὲν ἔχοντες τερπνόν. στέφανον δοκεῖν ἔχειν χρύσεον
86
πονηρὸν δούλῳ, εἰ μὴ καὶ τὰ ἅμα τῷ στεφάνῳ ἔχοι, πορφύραν λέγω καὶ παραπομπήν· πονηρὸν δὲ καὶ πένητι διὰ τὸ παρʼ ἀξίαν. τοιγαροῦν ὁ μὲν βασανισθήσεται, ὁ δέ ἐπὶ μεγάλοις ἁμαρτήμασι κατάφωρος ἔσται. εἰκὸς δὲ καὶ τοῦτον βασανισθῆναι. νοσοῦντι δὲ σύντομον προαγορεύει θάνατον· χλωρός τε γὰρ ὁ χρυσὸς καὶ βαρὺς καὶ ψυχρός, καὶ διὰ τοῦτο θανάτῳ προσείκασται. καὶ τὰ κρυπτὰ ἐλέγχει· πάντως γὰρ ἀπόβλεπτον χρὴ εἶναι τὸν χρυσοφοροῦντα. πλουσίοις δὲ καὶ δημαγωγοῖς καὶ τοῖς ἄρχειν προῃρημένοις ἀγαθὸν ἐτήρησα τὸν στέφανον ὄναρ. ἀμπέλου δὲ καὶ κισσοῦ μόνοις τοῖς περὶ τὸν Διόνυσον τεχνίταις συμφέρει, τοῖς δὲ ἄλλοις δεσμὰ σημαίνει διὰ τοὺς ἕλικας καὶ τὰς προσπλοκὰς τοῦ κισσοῦ νόσον διὰ ταὐτά. κακούργοις δὲ τραχηλοκοπηθῆναι σημαίνει διὰ τὸ τέμνεσθαι ταῦτα σιδήρῳ. κρομμύοις δὲ ἐστεφανῶσθαι δοκεῖν τὸν μέν ἰδόντα ὠφελεῖ, τούς δὲ περὶ αὐτὸν βλάπτει.

Ἐν τῷ περὶ συνουσίας ἀφροδισίων λόγῳ διαίρεσιν τὴν ἀρίστην ποιούμενος εἴποι τις ἂν πρῶτον περὶ τῆς κατὰ φύσιν καὶ νόμον καὶ ἔθος συνουσίας, εἶτα περὶ τῆς παρὰ νόμον, καὶ τρίτον περὶ τῆς παρὰ φύσιν. πρῶτον μέν οὖν περὶ τῆς κατὰ νόμον συνουσίας ὧδέ πως ἔχει. γυναικὶ τῇ ἑαυτοῦ μιγῆναι ἑκούσῃ καὶ προσιεμένῃ καὶ πρὸς τὴν συνουσίαν μὴ ἀντιβαινούσῃ ἀγαθὸν ἐπίσης πᾶσιν· ἔστι γὰρ ἡ γυνὴ ἤτοι τέχνη τοῦ ἰδόντος ἢ πραγματεία, ἀφʼ ἧς τὰς ἡδονὰς πορίζεται, ἢ οὗ προΐσταται καὶ ἄρχει, ὡς καὶ τῆς γυναικός. σημαίνει δέ ὁ ὄνειρος τὴν ἀπὸ τῶν τοιούτων ὠφφέλειαν ἥδονται μέν γὰρ οἱ ἄνθρωποι τοῖς ἀφροδισίοις,

87
ἥδονται δὲ καὶ ταῖς ὠφφελείαις. εἰ δὲ ἀντιβαίνοι ἡ γυνὴ ἢ μὴ παρέχοι ἑαυτήν, τὰ ἐναντία σημαίνει. ὁ δὲ αὐτὸς καὶ περὶ ἐρωμένης ἔστω λόγος. γυναιξὶ δὲ ἑταίραις ταῖς ἐπὶ κασωρίοις ἑστώσαις μίγνυσθαι μικρὰν μέν αἰσχύνην καὶ βραχὺ ἀνάλωμα σημαίνει αἰδοῦνται γὰρ ἅμα καὶ ἀναλοῦσι ταύταις πλησιάζοντες οἱ ἄνθρωποι· πρὸς δὲ πᾶσαν ἐγχείρησίν εἰσιν ἀγαθαί· καὶ γὰρ πρός τινων ‘ἐργάσιμοι’ λέγονται, καὶ οὐδὲν ἀρνησάμεναι παρέχουσιν ἑαυτάς. εἴη δʼ ἄν ἀγαθὸν τὸ εἰσιέναι εἰς τὰ πορνεῖα καὶ ἐξιέναι δύνασθαι, ἐπεὶ τό γε μὴ δύνασθαι ἐξιέναι πονηρόν. οἶδα δέ τινα, ὅς ἔδοξεν εἰσελθεῖν εἰς πορνεῖον καὶ μὴ δύνασθαι ἐξελθεῖν, καὶ ἀπέθανεν οὐ μετὰ πολλὰς ἡμέρας κατὰ λόγον δὲ τούτου ἀποβάντος αὐτῷ· κοινὸς γὰρ ὁ τόπος [*](p. 73) οὗτος καλεῖται, ὡς καὶ ὁ τοὺς νεκροὺς δεχόμενος, καὶ πολλῶν σπερμάτων ἀνθρωπίνων ἐνταῦθα γίνεται φθορά. εἰκότως οὖν ὁ τόπος οὗτος ἔοικε θανάτῳ. οὐδὲν μέντοι κοινὸν αἱ γυναῖκες ἔχουσι τῷ τόπῳ· αὐταὶ μέν γὰρ ἀγαθὰ σημαίνουσιν, ὁ δέ τόπος οὐκ ἀγαθός. ὅθεν αἱ πλαζόμεναι τῶν ἑταίρων λυσιτελέστεραι ὄναρ ὀφθῆναι. ἀγαθαὶ δέ καὶ αἱ ἐπὶ ἐργαστηρίων καθεζόμεναι καὶ πιπράσκουσαί τι καὶ δεχόμεναι ἐμπολὰς καὶ ὁραθεῖσαι καὶ μιγεῖσαι. εἰ δέ τις γυναῖκα ἣν οὐκ οἶδεν ὑπολάβοι περαίνειν, εἰ μέν εὔμορφος εἴη καὶ χαρίεσσα καὶ σκευὴν ἔχουσα ἱματίων πολυτελῶν καὶ μαλακῶν καὶ ὅρμων χρυσέων καὶ ἑαυτὴν παρέχουσα, καλὸν τῷ ἰδόντι καὶ οὐ μικρὸν τελεσθησόμενον δείκνυσιν εἰ δέ πρεσβῦτις εἴη καὶ εἰδεχθὴς ἢ καὶ ἄμορφος καὶ κακοείμων καὶ λυπηρῶς διάγοι καὶ
88
εἰ μὴ παρέχοι ἑαυτήν, τἀναντία τῇ προτέρᾳ σημαίνει· χρὴ γὰρ ἡγεῖσθαι τὰς ἀγνοουμένας γυναῖκας εἰκόνας εἶναι πράξεων τῶν συμβησομένων τῷ ἰδόντι. οἵα ἂν οὖν ᾖ ἡ γυνὴ καὶ ὅπως διακειμένη, οὕτω καὶ ἡ πρᾶξις διαθήσει τὸν ἰδόντα. δούλῃ ἰδία καὶ δούλῳ μιγῆναι ἀγαθόν εἰσὶν γὰρ οἱ δοῦλοι κτήματα τοῦ ἰδόντος. διὸ σημαίνουσιν ἐπὶ τοῖς ἑαυτοῦ κτήμασιν ἡσθῆναι τὸν ἰδόντα ὡς εἰκὸς πλείοσι καὶ πολυτελεστέροις γινομένοις. περαίνεσθαι δὲ ὑπʼ οἰκέτου οὐκ ἀγαθόν καταφρονηθῆναι γὰρ σημαίνει καὶ βλαβῆναι παρὰ τοῦ οἰκέτου. τοῦτο δὲ καὶ ὑπὸ τοῦ ἀδελφοῦ, ἐάν τε νεώτερος ᾖ ὁ περαίνων ἐάν τε πρεσβύτερος, ἢ καὶ ὑπὸ ἐχθροῦ. γυναικὶ δὲ γνωρίμῃ καὶ συνήθει μίγνυσθαι εἰ μέν ἐρωτικῶς διακείμενός τις καὶ ἐπιθυμῶν τῆς γυναικὸς ἴδοι τὸν ὄνειρον, οὐδέν προαγορεύει διὰ τὴν ἐπιτεταμένην ἐπιθυμίαν εἰ δὲ μὴ ἐπιθυμοίη τῆς γυναικός, ἀγαθὸν αὐτῷ, ὅταν ἡ γυνὴ [*](p. 74) εὔπορος ᾖ πάντως γάρ τι πράξει λυσιτελές παρὰ τῇ γυναικὶ ἢ διὰ τῆς γυναικός, ἣν εἶδεν ὁ ἀνήρ. ἡ γὰρ τὸ σῶμα τὸ ἑαυτῆς τινι παρέχουσα εἰκότως καὶ τὰ περὶ τὸ σῶμα παρέχοι ἄν. πολλάκις δὲ τὸ τοιοῦτον ὄναρ καὶ ἐν μυστηρίοις τῆς γυναικὸς γενόμενον τὸν ἐδόντα ὠφέλησε παρέχει γὰρ ἡ τοιαύτη καὶ τῶν ἀπορρήτων ἅψασθαι. ὕπανδρον δὲ κατὰ νόμους γεγαμημένην περαίνειν οὐκ ἀγαθὸν διὰ τὸν νόμον οἵοις γὰρ τὸν ἐπὶ μοιχεία ἁλόντα ὁ νόμος ὑπάγει, τοῖς αὐτοῖς καὶ τὸ ὄναρ. περαίνεσθαι δὲ ὑπό τινος γνωρίμου γυναικὶ μέν ἡδὺ καὶ λυσιτελές, οἷος ἂν ᾖ ὁ περαίνων· ἀνδρὶ δὲ ὑπὸ πλουσιωτέρου καὶ πρεσβυτέρου περαίνεσθαι ἀγαθόν παρὰ γὰρ τῶν τοιούτων ἔθος ἐστὶ λαμβάνειν ὑπὸ δὲ νεωτέρου καὶ ἀπόρου περαίνεσθαι πονηρόν· τοῖς γὰρ τοιούτοις ἔθος ἐστὶ προσδιδόναι. τὸ δʼ
89
αὐτὸ σημαίνει καὶ ἐὰν πρεσβύτερος ᾖ ὁ περαίνων καὶ πτωχός. χειροτονεῖν δὲ τὸ αἰδοῖον εἴ τις ὑπολάβοι, δοῦλον ἢ δούλην περανεῖ διὰ τὸ τὰς χεῖρας τὰς προσαγομένας τῷ αἰδοίῳ ὑπηρετικὰς εἶναι εἰ δὲ μὴ ἔχοι θεράποντας, ζημίαν ὑπομενεῖ διὰ τὴν εἰς ἄχρηστον τοῦ σπέρματος ἀπόκρισιν. οἶδα δέ τινα δοῦλον, ὃς ἔδοξε τὸν δεσπότην αὐτοῦ δέφειν, καὶ ἐγένετο τῶν παίδων αὐτοῦ παιδαγωγὸς καὶ τροφός· ἔσχε γὰρ ἐν ταῖς χερσὶ τὸ τοῦ δεσπότου αἰδοῖον ὂν τῶν ἐκείνου τέκνων σημαντικὸν. καὶ πάλιν αὖ οἶδὰ τινα ὃς ἔδοξεν ὑπὸ τοῦ δεσπότου δέφεσθαι, καὶ προσδεθεὶς κίονι πολλὰς ἔλαβε πληγάς, καὶ οὕτως ὑπὸ τοῦ δεσπότου ἐνετάθη.

Περὶ δὲ τῆς παρανόμου συνουσίας οὕτω κρίνειν δέον ἐστίν. υἱὸν περαίνειν οὐδέπω πενταετῆ γεγονότα θάνατον τῷ παιδὶ σημαίνει, καθὼς πολλάκις ἐτήρησα· εἰκὸς δὲ τοῦτο σημαίνειν διὰ τὸ φθείρεσθαι τὸ βρέφος, φθορὰν δὲ καλοῦμεν τὸν ὄλεθρον. εἰ δὲ ὑπὲρ ὰ πέντε ἔτη ὁ παῖς εἴη γεγονώς, ἔτι δὲ τῶν δέκα ἐντός, νοσήσει μὲν ὁ παῖς, ἀφρόνως δέ τι πραγματευσάμενος ὁ ἰδὼν τὸν ὄνειρον βλαβήσεται· ὁ μέν γὰρ διὰ τὸ παιδικὸν τῆς ἡλικίας πρὸ τῆς ὥρας περαινόμενος διὰ τὸ ἀλγεῖν νοσήσει, ὁ δὲ βλαβήσεται διʼ φροσύνην· [*](p. 75) οὐ γάρ ἐστιν ἐρρωμένου τὴν γνώμην οὐχ ὅτι τὸν ἑαυτοῦ υἱὸν ἀλλʼ οὐδὲ ἄλλον τηλικοῦτον περαίνειν. εἰ δὲ ἀντίπαις εἴη ὁ υἱός, ἐὰν μὲν πένης ἡ ὁ πατήρ, εἰς διδασκάλου πέμπων τὸν υἱὸν μισθούς τε αὐτῷ χορηγῶν τὰς εἰς αὐτὸν ἀποκρίσεις ποιήσεται καὶ ἀποκρίσεις. εἰ δὲ πλούσιος τὸ τοιοῦτον ἴδοι, πολλὰ τῷ υἱῷ δωρούμενος καὶ καταγράφων εἰς αὐτὸν ἀπουσίας ποιήσεται. ἀνδρὶ δὲ τελείῳ

90
ἤδη ὄντι τῷ υἱῷ μιγῆναι ἀποδημοῦντι μὲν ἀγαθόνσυνελθεῖν γὰρ καὶ συναναστραφῆναι σημαίνει τὸ ὄναρ διὰ τὸ τῆς συνουσίας ὄνομα· συνόντι δὲ καὶ συνδιατρίβοντι πονηρόν· χωρὶς γὰρ ἀλλήλων γενέσθαι αὐτοὺς ἀνάγκη διὰ τὸ τὴν τῶν ἀνδρῶν συνουσίαν ὡς ἐπὶ τὸ πλεῖστον ἐξ ἀποστροφῆς γίνεσθαι. περαίνεσθαι δέ ὑπὸ τοῦ υἱοῦ βία βλαβῆναι ὑπὸ τοῦ υἱοῦ σημαίνει, ἐφʼ ᾗ βλάβῃ καὶ ὁ υἱὸς οἰμώξει εἰ δὲ τὸν ἑαυτοῦ πατέρα δόξειέ τις περαίνειν, φυγὰς ἔσται τῆς ἑαυτοῦ ἢ πρὸς τὸν πατέρα εἰς ἔχθραν κατασταθήσεται· ἢ γὰρ αὐτὸς ἀποστραφήσεται αὐτὸν ὁ πατὴρ ἢ ὁ δῆμος ὁ τῷ πατρὶ τὸν αὐτὸν ἔχων λόγον. θυγάτριον μικρόν μὲν παντελῶς καὶ οὐδέπω πενταετές γεγονὸς --- ἐντὸς δʼ ἔτι τῶν δέκα, ἐπίσης τῷ υἱῷ σημαίνει ὅταν δʼ ὡραία γάμων ἡ παῖς τύχῃ αὖσα, εἰς ἀνδρὸς πορεύσεται, καὶ ὁ ἰδὼν τὸν ὄνειρον φερνὴν ἐπιδοὺς οὕτως εἰς τὴν θυγατέρα ἀπουσιάσει. οἶδα δέ τινα, ὃς ἐπὶ τούτῳ τῷ ὀνείρῳ τῆς γυναικὸς ἐστερήθη ὀρθῶς καὶ κατὰ λόγον· λοιπὸν γὰρ ἦν αὐτῷ ἡ θυγάτηρ διὰ τῆς οἰκουρίας καὶ τὰ γυναικὸς καὶ τὰ θυγατρὸς ἔργα παρέχουσα. εἰ δὲ παρὰ ἀνδρὶ οὔσῃ τῇ θυγατρὶ τῇ ἑαυτοῦ τις ὑπολάβοι συνεῖναι, χωρισθεῖσα τοῦ ἀνδρὸς ἡ θυγάτηρ πρὸς αὐτὸν ἀφίξεται, ἴνα αὐτῷ συνῇ καὶ συναναστρέφηται. ἀγαθὸν δὲ πένητι πλουσίαν ἔχοντι θυγατέρα μιγῆναι αὐτῇ· πολλὰ γὰρ ἀπὸ τῆς θυγατρὸς ὠφελούμενος ἡσθήσεται ἐπʼ αὐτῇ. πολλάκις [*](p. 76) δὲ οἱ πλουτοῦντες καὶ παρὰ προαίρεσιν ἐπέδωκάν τι ταῖς θυγατράσι τοῦτον ἰδόντες τὸν ὄνειρον, καὶ οἱ νοσοῦντες ἀπέθανον ἐπὶ κληρονόμοις ταῖς θυγατράσι. περὶ δὲ ἀδελφῆς περισσὸν λέγειν τὰ αὐτὰ γὰρ τῇ θυγατρὶ σημαίνει. ἀδελφὸν δέ περαίνειν καὶ πρεσβύτερον καὶ νεώτερον ἀγαθὸν
91
τῷ ἰδόντι· ὑπέρτερος γὰρ τοῦ ἀδελφοῦ ἔσται καὶ καταφρονήσει αὐτοῦ. καὶ φίλον δὲ ὁ περαίνων εἰς ἔχθραν αὐτῷ καταστήσεται βλαβέντι πρότερον ὑπʼ αὐτοῦ.

ὁ περὶ μητρὸς λόγος περὶ ἀφροδίσιων ὢν ποικίλος καὶ πολυμερὴς καὶ πολλὴν ἐπιδεχόμενος διαίρεσιν πολλοὺς τῶν ὀνειροκριτῶν διέφυγεν. ἔχει δὲ ὧδε. οὐχ ἡ μίξις αὐτὴ καθʼ ἑαυτὴν ἱκανή ἐστι τὰ σημαινόμενα δεῖξαι, ἀλλὰ καὶ αἱ συμπλοκαὶ καὶ τὰ σχήματα τῶν σωμάτων διάφορα ὄντα διαφόρους τὰς ἀποβάσεις ποιεῖ. πρῶτον μὲν οὖν περὶ τῆς σύγχρωτα περαινομένης καὶ ἅμα ζώσης λεκτέον, ἐπειδὴ καίῃ ζῶσα οὐ τὰ αὐτὰ τῇ νεκρᾷ σημαίνει. εἴ τις οὖν τὴν ἑαυτοῦ μητέρα σύγχρωτα, ὅπερ καὶ κατὰ φύσιν τινές λέγουσι, καὶ ζῶσαν ἔτι περαίνοι, εἰ μὲν εἴη ἔτι αὐτῷ ὁ πατὴρ ἐρρωμένος, ἔχθρα αὐτῷ πρὸς τὸν πατέρα ἔσται διὰ τὴν καὶ ἐπὶ τῶν ἄλλων ἀνθρώπων γινομένην ζηλοτυπίαν ἣ μᾶλλον ἂν ἐπὶ τούτων γένοιτο· εἰ δὲ νοσῶν ὁ πατὴρ τύχοι, τεθνήξεται ὁ γὰρ ἰδὼν τὸν ὄνειρον προστήσεται τῆς μητρὸς υἱὸς ἅμα καὶ ἀνήρ. ἀγαθὸν δὲ παντὶ χειροτέχνῃ καὶ ἐργοπόνῳ· καὶ γὰρ τὴν τέχνην μητέρα καλεῖν ἔθος ἐστί, τὸ δὲ ταύτῃ πλησιάζειν τί ἂν εἴη ἄλλο ἢ τὸ μὴ σχολὴν ἔχειν ἀλλʼ ἀπὸ τῆς τέχνης πορίζειν; ἀγαθὸν δὲ καὶ παντὶ δημαγωγῷ καὶ πολιτερυτῇ· σημαίνει γὰρ τὴν πατρίδα ἡ μήτηρ. ὥσπερ οὖν ὁ μιγνύμενος κατὰ νόμον

92
Ἀφροδίτης παντὸς ἄρχει τοῦ σώματος τῆς συνούσης πειθομένης καὶ ἑκούσης, οὕτως ὁ ἰδὼν πάντων προστήσεται τῶν τῆς πόλεως πραγμάτων. καὶ ὁ ἐχθρὸς ὢν τῇ μητρὶ εἰς φιλίαν αὐτῇ καταστήσεται διὰ τὴν μίξιν· καὶ γὰρ [*](p. 77) φιλότης καλεῖται. πολλάκις δὲ καὶ τοὺς χωρίς οἰκοῦντας ἐπὶ τὸ αὐτὸ συνήγαγε τὸ ὄναρ τοῦτο καὶ ἐποίησε συνεῖναι. διὸ καὶ τὸν ἀπόδημον εἰς τὴν οἰκείαν ἐπανάγει, ὅταν γε ἡ μήτηρ ἐν τῇ πατρίδι τυγχάνῃ οὖσα εἰ δὲ μή, ὅπου ἂν ἡ μήτηρ διάγῃ, ἐκεῖ σημαίνει πορευθῆναι τὸν ἰδόντα. καὶ εἴ τις πενόμενος καὶ ἐν ἐνδείᾳ ὢν τῶν ἐπιτηδείων πλουσίαν ἔχοι μητέρα, λήψεται παρʼ αὐτῆς ὅσα βούλεται ἀποθανοῦσαν μετ᾿ οὐ πολὺ κληρονομήσει, καὶ οὕτως ἐπὶ τῇ μητρὶ ἡσθήσεται. πολλοὶ δὲ καὶ ἀναλαβόντες τὰς μητέρας ἔθρεψαν, ἐκείνων ἐπ᾿ αὐτοῖς ἡδομένων. νοσοῦντα δὲ ἀνίστησι τὸ ἄναρ καὶ σημαίνει κατὰ φύσιν ἕξειν, μήτηρ γὰρ κοινὴ πάντων ἡ φύσις, φαμὲν δὲ τούς ἐρρωμένους καὶ οὐχὶ τοὺς νοσοῦντας κατὰ φύσιν ἔχειν. μέμνηται δέ τοῦ τοιούτου καὶ Ἀπολλόδωρος ὁ Τελμησσεύς, ἀνὴρ ἐλλόγιμος. γένοιτο δʼ ἂν ἐπὶ τῶν νοσούντων οὐχ ὅμοιον τὸ σημαινόμενον, εἶπερ εἴη νεκρὰ ἡ μήτηρ, ἐπεὶ αὐτίκα μάλα τεθνήξεται ὁ ἰδών τῆς τε γὰρ νεκρᾶς τὸ σύγκριμα ἀναλύεται εἰς τὴν ὕλην, ἐξ ἧς συνέστη καὶ συνεκρίθη, καὶ τὸ πλεῖστον γεῶδες ὄν εἰς τὴν οἰκείαν ὕλην μεταβάλλει καὶ τὴν γῆν οὐδέ αὐτὴν οὐδέν ἧττον μητέρα καλοῦμεν. τὸ δὲ μιγῆναι νεκρᾷ τῇ μητρὶ νοσοῦντι τί ἂν ἄλλο σημαίνοι ἢ τὸ τῇ γῇ μιγῆναι; ἀγαθὸν δέ τῷ περὶ γῆς ἔχοντι δίκην καὶ τῷ τὴν γῆν πρίασθαι βουλομένῳ καὶ τῷ γεωργεῖν
93
ἐθέλοντι τὸ νεκρᾷ τῇ μητρὶ μιγῆναι. λέγουσι δʼ ἔνιοι ὅτι γεωργῷ μόνῳ κακόν· ὡς ἐπὶ νεκρὰν γὰρ τὴν γῆν καταβαλεῖ τὰ σπέρματα, τοῦτ᾿ ἔστιν ἀκαρπήσει· ἐμοὶ δὲ οὐδαμῶς δοκεῖ ἀληθὲς εἶναι, εἰ μὴ ἄρα τις ἐπὶ τῇ συνουσίᾳ μεταγινώσκειν ἢ ἀνιᾶσθαι νομίζοι. ἔτι καὶ ὁ ἀπόδημος εἰς τὴν οἰκείαν ἀνακομιοθήσεται καὶ ὁ περὶ τῆς οὐσίας τῆς μητρῴας ἀμφισβητῶν νικήσει ἐπὶ τούτῳ τῷ ὀνείρῳ ὁ μὲν εἰς τὴν γῆν τὴν οἰκείαν ἀνακομιζόμενος, ὁ δί οὐκ ἐπὶ τῷ σώματι ἀλλʼ ἐπὶ τῇ οὐσία τῆς μητρὸς τερπόμενος. εἰ δέ τις ἐν τῇ πατρίδι ἴδοι τὸ ὄναρ, ἐξελεύσεται τῆς πατρίδος· [*](p. 78) οὐ γὰρ ἔνεστιν ἐπὶ τοσούτῳ ἁμαρτήματι μένειν ἐπὶ τῆς μητρῴας ἑστίας. καὶ εἰ μέν ἀνιῷτο ἐπὶ τῇ συνουσίᾳ ἢ μεταγινώσκοι, φεύξεται τὴν πατρίδα εἰ δὲ μή, ἑκὼν ἀποδημήσει. ἀπεστραμμένην δὲ τὴν μητέρα περαίνειν οὐκ ἀγαθόν ἢ γὰρ αὐτὴ ἡ μήτηρ ἀποστραφήσεται τὸν ἰδόντα ἢ ἡ πατρίς ἢ ἡ τέχνη ἢ ὅ τι ἂν ἡ τὸ προκείμενον τῷ ἰδόντι. πονηρὸν δὲ καὶ ὀρθῇ παρεστάναι τῇ μητρὶ κατὰ τὴν συνουσίαν· ἀπορία γὰρ κοίτης ἢ στρωμάτων τοιούτῳ χρῶνται σχήματι ἄνθρωποι. διὸ θλίψεις καὶ στενοχωρίας σημαίνει. καὶ εἰς γόνατα κειμένῃ τῇ μητρὶ μιγῆναι πονηρόν ἔτι καὶ ἄσχημον καὶ ὑπτία βεβλημένῃ· πολλὴν γὰρ ἀπορίαν σημαίνει διὰ τὸ τῆς μητρὸς ἀκίνητον. γένεσιν γὰρ ἢ τύχην ἢ δαίμονά τινα τοῦ ἰδόντος τὸν διέποντα καὶ τῶν ὅλων αἴτιον νομίζομεν εἶναι τὴν μητέρα. τὸ δὲ ἄνωθεν ἐπικειμένην καὶ ἐφιππαζομένην τὴν μητέρα περαίνειν λέγουσιν ἔνιοι θάνατον τῷ ἰδόντι σημαίνειν· γῇ γὰρ ἔοικεν ἡ μήτηρ, ἐπειδὴ τροφὸς πάντων καὶ γενέτειρα
94
ἡ γῆ αὕτη δὲ τῶν νεκρῶν ἄνωθεν καὶ οὐχὶ τῶν ζώντων γίνεται. ἐγὼ δὲ ἐτήρησα τοὺς μὲν νοσοῦντας ἐπὶ τούτῳ τῷὀνείρῳ πάντοτε ἀποθανόντας τοὺς δέ ἐρρωμένους μετὰ πολλῆς ῥᾳστώνης καὶ κατὰ προαίρεσιν τὸ λοιπὸν τοῦ. βίου διαγαγόντας, ὀρθῶς καὶ εὐλόγως τοῦ τοιούτου γινομένου· ἐν μέν γὰρ τοῖς ἄλλοις σχήμασι καὶ ὁ κάματος καὶ τὸ ἆσθμα περὶ τὸν ἄρσενα ὡς ἐπὶ τὸ πολὺ συνίσταται, ἡ δὲ θήλεια ἀπονωτέρα διατελεῖ ἐν δὲ τούτῳ τῷ σχήματι πᾶν τουναντίον ἥδεται ὁ ἀνὴρ ἄνευ κόπου. ἀλλὰ καὶ τοὺς πλησίον λαθεῖν ἐπιτρέπει μὴ ἐν φωτὶ γινόμενον διὰ τὸ τοῦ ἄσθματος τὸ πολὺ ἀφαιρεῖσθαι. πολλοῖς δὲ καὶ διαφόροις σχήμασιν ἐπὶ τῆς μητρὸς οὐ συμφέρει χρῆσθαι [*](p. 79) οὐ γὰρ ἐνυβρίζειν δίκαιόν ἐστι τῇ μητρί. ὅτι δέ τὰ μέν ἄλλα σχήματα διʼ ὕβριν καὶ ἀκολασίαν καὶ παροινίαν εὗρον ἄνθρωποι, τὸ δέ σύγχρωτα μόνον ὑπὸ τῆς φύσεως διδαχθέντες, δῆλον ἀπὸ τῶν ἄλλων ζῴων· πάντα γὰρ τὰ γένη συνήθει τινὶ χρῆται σχήματι, καὶ οὑ μεταβάλλει διὰ τὸ τῷ κατὰ φύσιν ἀκολουθεῖν λόγῳ. οἷον τὰ μέν ὄπισθεν ἐπιβαίνει, ὡς ἵππος ὄνος αἴξ βοῦς ἔλαφος καὶ τὰ λοιπὰ τετράποδα τὰ δέ συμβάλλει πρότερον τὰ στόματα, ὡς
95
ἔχιδναι καὶ περιστεραὶ καὶ γαλαῖ τὰ δὲ κατὰ βραχὺ συνέρχεται, ὡς στρουθός τὰ δὲ ἐπιβαίνοντα τῷ βάρει τὰς θηλείας συνιζάνειν ἀναγκάζει, ὡς πάντες ὄρνιθες· τὰ δὲ οὐδὲ πρόσεισιν ἀλλήλοις, ἀλλʼ ὑπὸ τῶν ἀρσένων ἀποθλιβέντα ἀναλέγουσιν αἱ θήλειαι τὰ σπέρματα, ὡς ἰχθύες. οὕτως εἰκὸς καὶ ἀνθρώπους τὸ μὲν οἰκεῖον σχῆμα τὸ πρόσχρωτα ἔχειν, τὰ δὲ λοιπὰ ἐπιτεχνήσασθαι ὕβρει καὶ ἀκολασία εἴκοντας. πάντων δὲ δεινότατον ἐτήρησα τὸ δοκεῖν ὑπὸ τῆς μητρὸς ἀρρητοποιεῖσθαι· καὶ γὰρ τέκνων ὄλεθρον καὶ οὐσίας ἀπώλειαν καὶ νόσον σημαίνει μεγάλην τῷ ἰδόντι. οἶδα δὲ τινα, ὃς ἐπὶ τούτῳ τῷ ὀνείρῳ ἀφῃρέθη τὸ αἰδοῖον· καὶ γὰρ εἰκὸς ἦν ἥμαρτε ἐν μέρει τοῦ σώματος, τούτῳ καὶ κολασθῆναι. εἰ δὲ ὑπὸ τῆς ἑαυτοῦ γυναικὸς ἢ ἐρωμένης δόξειέ τις ἀρρητοποιεῖσθαι, ἔχθρα ἢ λύσις τοῦ γάμου ἢ τῆς φιλίας ἔσται οὐ γὰρ ἔνεστι τῇ τοιαύτῃ οὔτε τραπέζης οὔτε φιλήματος κοινωνῆσαι, εἰ μὴ ἄρα ἐν γαστρὶ ἔχοι ἡ γυνή· φθερεῖ γὰρ τὸ κατὰ γαστρὸς διὰ τὸ παρὰ φύσιν δέχεσθαι τὰ σπέρματα. ἔτι καὶ ἡ εὐπορωτέρα τοῦ ἀνδρὸς πολλὰ δάνεια διαλύσει ὑπέρ τοῦ ἀνδρός, καὶ ἡ δούλῳ συνοικοῦσα παρʼ ἑαυτῆς εἰσφέρουσα χρήματα ἐλευθερώσει τὸν ἄνδρα, καὶ οὕτω συμβήσεται τοῦ ἀνδρὸς [*](p. 80) τὸ ἀναγκαῖον (τοῦτο γὰρ τὸ αἰδοῖον καλεῖται) τοῦτʼ ἔστι τὴν ἀνάγκην καθαρὰν γενέσθαι. ὁ δὲ ὑπὸ φίλου ἢ συγγενοῦς ἢ τέκνου μηκέτι βρέφους ὄντος ἀρρητοποιηθεὶς εἰς
96
ἔχθραν τῷ ἀρρητοποιήσαντι καταστήσεται, ὁ δὲ ὑπὸ βρέφους ἀρρητοποιηθεὶς κατορύξει τὸ βρέφος· οὐ γὰρ ἔτι τοῦτο οἷόν τέ ἐστι φιλῆσαι. ὁ δέ ὑπὸ ἀγνῶτός τινος ἀρρητοποιηθεὶς ζημιωθήσεται ζημίαν ἡντιναοῦν οὐ γὰρ ἔστιν ἐπʼ ἀκριβές εἰπεῖν διὰ τὴν εἰς ἄχρηστον ἀπόκρισιν τοῦ σπέρματος. εἰ δὲ αὐτὸς δόξειέ τις ἀρρητοποιεῖν, εἰ μέν γνώριμόν τινα εἴτε ἄνδρα εἴτε γυναῖκα, εἰς ἔχθραν αὐτῷ καταστήσεται διὰ τὸ μὴ δύνασθαι στομάτων ἔτι κοινωνεῖν εἰ δέ εἰς ἀγνῶτα, πᾶσι βλαβερὸν πλὴν τῶν διὰ στόματος ἐχόντων τὴν ἐργασίαν, αὐλητὰς λέγω καὶ σαλπιγκτὰς καὶ ῥήτορας καὶ σοφιστὰς καὶ εἴ τινες ἄλλοι τούτοις εἰσὶν ὅμοιοι.

Περὶ δὲ τῆς παρὰ φύσιν συνουσίας ταῦτα ἄν τις λέγοι. ἑαυτῷ μιγῆναι δοκεῖν πλουσίῳ μέν ἀπώλειαν τῆς οὐσίας καὶ πολλὴν ἀπορίαν καὶ λιμὸν μαντεύεται τὸ ὄναρ ὡς οὐ παρόντος ἄλλου σώματος, πένητι δέ νόσον μεγάλην βασάνους ὑπερβαλλούσας ἄνευ γὰρ μεγάλης βασάνου οὐκ ἄν τις ἑαυτῷ μιγείη. εἰ δὲ τις ὑπολάβοι καταφιλεῖν τὸ ἑαυτοῦ αἰδοῖον, εἰ μὲν ἄπαις εἴη, παῖδες ἔσονται αὐτῷ· εἰ δὲ ἀποδημοῦντας ἔχοι παῖδας, ἀνακομισθέντας ὄψεται τούτους καὶ καταφιλήσει πολλοὶ δὲ καὶ ἕγημαν ἐπὶ τούτῳ τῷ ὀνείρῳ γυναῖκας οὐκ ἔχοντες. εἰ δʼ ἑαυτόν τις ἀρρητοποιεῖν ὑπολάβοι, πένητι μέν καὶ δούλῳ καὶ καταχρέῳ συμφέρει· τὴν γὰρ ἑαυτῶν ἀνάγκην περιελοῦσι· κακὸν δὲ τῷ παῖδας ἔχοντι καὶ τῷ τεκνῶσαι βουλομένῳ· τῷ μέν γὰρ οἱ ὄντες παῖδες φθαρήσονται, τῷ δὲ οὐκ ἔσονται·

97
τὸ μὲν γὰρ αἰδοῖον παισὶν ἔοικε, τὸ δὲ στόμα τάφῳ· ὅσα γὰρ ἄν λάβῃ τὸ στόμα, ταῦτα διαφθείρει καὶ οὐ φυλάττει. [*](p. 81) ἔτι καὶ γυναικὸς στερίσκει καὶ ἐρωμένης τὸ ὄναρ τοῦτο· ὁ γὰρ ἑαυτῷ δυνάμενος τὰ ἀφροδίσια παρέχειν γυναικὸς οὐ δεῖται· τοῖς δὲ λοιποῖς ἢ ἀπορίαν βαρεῖαν ἢ νόσον μαντεύεται, ἵνα ἐπὶ τὰ ἀναγκαῖα τροφῆς ἕνεκεν ἔλθωσι, τοῦτ᾿ ἔστιν ὅσα μὴ βούλονται ἀποδῶνται, ἢ ἵνα ὑπὸ τῆς νόσου τακέντος τοῦ σώματος δύνωνται διὰ τὴν ἰσχνότητα τὸ στόμα τῷ αἰδοίῳ προσενεγκεῖν. γυνὴ δὲ γυναῖκα ἐὰν περαίνῃ, τὰ ἑαυτῆς μυστήρια τῇ περαινομένῃ κοινώσεται. ἐὰν δὲ ἀγνοῇ τὴν περαινομένην, ματαίοις ἐπιχειρήσει πράγμασιν. ἐὰν δὲ γυνὴ ὑπὸ γυναικὸς περαίνηται, χωρισθήσεται τοῦ ἀνδρὸς ἢ χηρεύσει· τὰ μέντοι μυστήρια τῆς μιγνυμένης οὐδὲν ἧττον μαθήσεται. θεῷ δέ θεᾷ μιγῆναι ἢ ὑοὸ θεοῦ περανθῆναι νοσοῦντι μὲν θάνατον σημαίνει· τότε γὰρ ἡ ψυχὴ τὰς τῶν θεῶν συνόδους τε καὶ μίξεις μαντεύεται, ὅταν ἐγγὺς ᾖ τοῦ καταλιπεῖν τὸ σῶμα ᾧ ἐνοικεῖ· τοῖς δέ ἄλλοις, ἐὰν μὲν ἥδωνται ἐπὶ τῇ συνουσίᾳ, τὰς ἀπὸ τῶν βελτιόνων ὡφελείας σημαίνει, ἐὰν δὲ μὴ ἥδωνται, φόβους καὶ ταραχάς. Ἀρτέμιδι δέ καὶ Ἀθηνᾷ καὶ Ἑστίᾳ καὶ Ῥέᾳ καὶ Ἥρᾳ καὶ Ἑκάτῃ μιγῆναι μόναις οὐ συμφέρει, κἂν ἥδηταί τις ὄλεθρον γὰρ οὐκ εἰς μακρὰν τῷ ἰδόντι τὸ ὄναρ μαντεύεται· σεμναὶ γὰρ αἱ θεαί, καὶ τοὺς ἐπιχειρήσαντας αὐταῖς οὐκ ἀγαθῶν τῶν ἐπιχείρων τυχεῖν ὑπειλήφαμεν. σελήνῃ δέ ἐπιμιγῆναι ναυκλήροις καὶ κυβερνήταις καὶ ἐμπόροις καὶ τοῖς τὰ οὐράνια διασκεπτομένοις καὶ φιλαποδήμοις καὶ πλάνησι πάνυ συμφέρει, τοῖς δὲ λοιποῖς ὑδρωπιάσαι σημαίνει· τοῖς μὲν γὰρ
98
διὰ τὴν κίνησιν, τοῖς δὲ διὰ τὸ μὴ ἄνευ αὐτῆς τὰ θεωρήματα συνεστάναι συλλαμβάντεαι, τοὺς δὲ ὑγρὰ οὖσα διαφθείρει. νεκρῷ δὲ μιγῆναι καὶ ἀνδρὶ καὶ γυναικὶ πλὴν μητρὸς καὶ ἀδελφῆς καὶ γυναικὸς καὶ ἐρωμένης καὶ τὸ [*](p. 82) περανθῆναι ὑπὸ νεκροῦ πάνυ ἄτοπον οἱ μὲν γὰρ ἀποθανόντες εἰς γῆν μετέβαλον, τὸ δὲ περαίνειν αὐτούς οὐδέν ἐστιν ἄλλο εῖς γῆν ὠθεῖαθαι, καὶ τὸ περαίνεσθαι γῆν εἰς τὸ σῶμα παραδέχεσθαι. ἃ δὴ ἀμφότερα θάνατον σημαίνει πλὴν τῶν ἐν ἀλλοδαπῇ ὄντων καὶ μὴ ἔνθα οἱ νεκροί εἰσι κατατεθαμμένοι· τούτοις γὰρ εἰς ἐκείνην τὴν γῆν ἀνακομιδὴν μαντεύεται. καὶ τούς ἐκ τῆς γῆς τῆς ἑαυτῶν ἀπαλλακτιῶντας κατέχει. οἵῳ δʼ ἄν τις ὑπολάβῃ θηρρίῳ μιγῆναι, ἐὰν μὲν αὐτὸς ὀχεύῃ, ὠφεληθήσεταί τινας ὡφελείας ἀπὸ τοιούτου τινός, οἷον ἂν ᾖ τὸ θηρίον δείξομεν δὲ τούτων ἕκαστον ἐν τῷ περὶ κυνηγίου καὶ περὶ ζῴων λόγῳ ἐὰν δὲ ὀχεύηται, βίαια καὶ πονηρὰ ὑπομενεῖ πράγματα. πολλοὶ δὲ ἐπὶ τούτοις καὶ ἀπέθανον. περὶ μὲν οὖν συνουσίας ταῦτα.

Αὐτὸ μέν τὸ καθεύδειν δοκεῖν ἄπρακτον, καὶ τὸ μέλλειν ὑπνοῦν καὶ αὐτὸ ἄπρακτον καὶ πονηρὸν πᾶσι πλὴν τῶν φοβουμένων βασάνους προσδοκώντων· πάσης γὰρ ἀπαλλάττει φροντίδος καὶ παντὸς δέους ὁ ὕπνος. τὸ δὲ ἀνίστασθαι ἐξ ὕπνου πράξεις καὶ ἐργασίας προαγορεύει, μόνοις δὲ τοῖς φοβουμένοις ἐστὶ πονηρόν. ἐν ἱερῷ δὲ καθεύδειν

99
δοκεῖν νοσοῦντι μὲν ὑγείαν, ἐρρωμένῳ δὲ νόσον ἢ μεγάλας φροντίδας προαγορεύει· ὁ μὲν γὰρ ἀνάπαυλαν ἕξει τῆς νόσου διὰ τὸ τοὺς καθεύδοντας μὴ ἀντιλαμβάνεσθαι πόνων, ὁ δʼ ἐπʼ ἰατρείαν θεῶν κατελεύσεται. ἐν μνήμασι δὲ καὶ τάφοις καὶ ἐν ὀδῷ καθεύδειν τοῖς μὲν νοσοῦσι θάνατον προαγορεύει, τοῖς δὲ ἐρριμένοις ἀπραξίαν· ἄπρακτοι γὰρ αἱ τοιαῦται διατριβαὶ καὶ τὰ χωρία.

‘Ἔρρωσο’ δὲ καὶ ὑγίαινεʼ οὔτε λέγειν οὔτε ἀκούειν ἀγαθόν [*](p. 83) οὔτε γὰρ προσμόντες ἀλλήλοις οὔτε μέλλοντές τι πράττειν ταῦτα λέγουσιν οἱ ἄνθρωποι, ἀλλὰ ἀπαλλαττόμενοι ἀλλήλων καὶ πρὸς ὕπνον τρεπόμενοι. διὸ καὶ γάμους καὶ κοινωνίας διίστησι καὶ τοὺς νοσοῦντας ἀναιρεῖ. Ἡ μὲν οὖν πρώτη τῆς πραγματείας βίβλος, Κάσσιε Μάξιμε, τὸν ἐπιβάλλοντα λόγον ἀποχρώντως καὶ ὡς μήτε ἐνδεῖν τι τῶν ἀναγκαίων μήτε ὑπερβάλλειν τι τῶν δεόντων ἀπείληφεν ἐν δὲ τῇ δευτέρα βίβλῳ ὧν ἐπηγγειλάμεθα ἐν ἀρχῇ τῆσδε τῆς βίβλου λόγον ἀποδώσομεν.

100
[*](προοίμιον p. 84)

Ἐν μὲν τῇ πρὸ ταύτης βίβλῳ, Κάσσιε Μάξιμε, μετὰ τὰς τεχνικὰς ὑποθήκας καὶ τὴν τοῦ ὅπως δεῖ κρίνειν τοὺς ὀνείρους διδασκαλίαν καὶ ἐπαγγελίαν τῶν ἐν ἀμφοτέραις ταῖς βίβλοις γραφησομένων περὶ πάντων τῶν περὶ ἄνθρωπον κοινῶν τε καὶ ἐν χρήσει ὄντων ἐποιησάμην τὸν λόγον ἀεί τε φυλαττό μενος, ὅπου γε μὴ μεγάλη ἀνάγκη ἐπείγοι, μὴ συνεμπεσεῖν τοῖς παλαιοῖς, καὶ παραλείπων οὐδὲν τῶν δεόντων εἴ τι προλαβόντες οἱ παλαιοὶ διδασκαλικῶς ἐξηγήσαντο· περὶ ὧν οὐκ ἐχρῆν ἐμέ λέγειν, ἵνα μὴ ἀντιλέγειν ἐπιχειρῶν ψεύδεσθαι ἀναγκάζωμαι τὰ αὐτὰ λέγων ἀποκλείω τῆς εἰς μέσον παρόδου τὸν πόνον τῶν παλαιῶν ἐν δὲ ταύτῃ τῇ βίβλῳ τὴν ὀφειλομένην διαίρεσιν ἀποδώσω. αἰτοῦμαι δὲ παρὰ σοῦ τῇ τῶν πραγμάτων ἀκολουθία καὶ τῷ ἀκριβεῖ τῶν κρίσεων ἐφʼ ᾧ καὶ μόνῳ μέγα φρονῶ παρακολουθεῖν, τὸ δὲ κατὰ τὴν φράσιν μὴ παραβάλλειν τοῖς σοῖς λόγοις, ἀλλʼ ὅσον ἐν νυκτὶ λύχνος τὴν ἡλίου χρείαν τοῖς χρῄζουσι παρέχει, τοσαύτην ἡγήσασθαι πρὸς τὴν τῶν νοουμένων ἀπαγγελίαν δύναμιν ἐμὲ ἔχειν. λοιπὸν δὲ (καιρὸς γὰρ καλεῖ) ἐπὶ τὰς κρίσεις τρέφομαι.

101

Περὶ μὲν τοῦ δοκεῖν ἐξ ὕπνου ἐγείρεσθαι ἐν τῷ περὶ ὕπνου προείρηκα λόγῳ, αὐτὸ δὲ τὸ ἐγρηγορέναι δοκεῖν [*](p.85) νυκτὸς κατακεκλιμένον ἐν τῇ κοίτῃ φροντίδας ὑπερβαλλούσας τινὰς τοῖς εὐποροῦσι προαγορεύει, πένησι δὲ καὶ τοῖς ἐπιτιθεμένοις τισὶν ἀμαθόν οἱ μὲν γὰρ οὐχ ἕξουσι σχολήν, οἱ δὲ μετὰ πολλῆς προνοίας ἐπιτιθέμενοι οὐκ ἀστοχήσουσιν. ὅμοιον δʼ ἂν εἴη τούτῳ καὶ τὸ ὀξὺ τοῖς ὀφθαλμοῖς ὁρᾶν καὶ τὸ ἐν νυκτὶ καὶ σκότει φῶς ἰδεῖν αἰφνίδιον ἀναλάμεψαν.

Προϊέναι δὲ ἕωθεν εὐμαρῶς καὶ μήτε κωλύεσθαι ὑπό τινος τῶν ἔνδον μήτε ἐναποκλείεσθαι ἀγαθόν τὰ γὰρ κατὰ προαίρεσιν καὶ κατὰ γνώμην πρᾶξαι σημαίνει· τὸ δὲ μὴ δύνασθαι προϊέναι ἢ τὰς ἐξόδους τῆς οἰκίας τῆς ἑαυτοῦ ἢ ἡστινοσοῦν ἐν ᾖ ἂν ὑπολάβῃ τις εἶναι μὴ εὑρίσκειν κατοχὰς μὲν τοῖς ἀποδημεῖν προῃρημένοις, ἐμπόδια δέ τοῖς πράττειν τι βουλομένοις, μακρὰν δέ νόσον τῷ κάμνοντι καὶ τῇ πάλαι νοσοῦντι θάνατον προαγορεύει. ἀσπάζεσθσι δὲ τοὺς συνήθεις καὶ προσαγορεύειν καὶ καταφιλεῖν ἀγαθόν ἡδεῖς γὰρ λόγους καὶ εἰπεῖν καὶ ἀκοῦσαι σημαίνει· τοὺς δὲ μὴ συνήθεις, ἄλλως δέ γνωρίμους προσαγορεύειν ἧττον ἀγαθόν ἐχθρούς δέ προσαγορεύειν καὶ καταφιλεῖν δοκεῖν τῆς ἔχθρας λύσιν ποιεῖ, νεκροὺς δὲ καταφιλεῖν δοκεῖν νοσοῦντι μὲν ἄτοπον ὄλεθρον γὰρ αὐτῷ μαντεύεται· ἐρρωμένῳ δέ παραγγέλλει λόγοις σπουδαίοις

102
κατὰ τὸ παρὸν μὴ χρῆσθαι διὰ τὸ νεκρῷ στόματι συμβάλλειν τὰ χείλη· τοὺς δὲ ὅτε ἔζων φιλτάτους τε καὶ ἡδίστους γεγονότας νεκροὺς καταφιλεῖν οὐ κωλύει οὔτελόγοις χρῆσθαι οὔτε ἄλλο τι πράττειν.

Περὶ ἐσθῆτος καὶ κόσμου παντοδαποῦ ποιούμενος τὸν λόγον πρῶτον περὶ ἀνδρείας σκευῆς ἐγχωρίου τε καὶ ξενικῆς ἡγοῦμαι δεῖν διαλαβεῖν. ἐσθὴς ἡ συνήθης πᾶσιν [*](p. 86) ἀγαθὴ καὶ ἡ κατὰ τὴν ὥραν τοῦ ἔτους· θέρους μέν γὰρ ὄντος ἀθόνια καὶ τριβακὰ ἱμάτια δοκεῖν φορεῖν ἀγαθὸν ἂν εἴη καὶ ὑγείας σύμβολον, χειμῶνος δέ ἐρεᾶ ἱμάτια καὶ καινά. μόνῳ δέ τῷ δίκην ἕχοντι καὶ τῷ δουλείας ἀπαλλακτιῶντι πονηρὰ τὰ καινὰ ἱμάτια, κἂν χειμῶνος βλέπηται, διὰ τὸ πολλὴν ἔχειν τρίψιν καὶ ἐπὶ πολὺ ἀντέχειν. λευκὰ δέ ἱμάτια τοῖς ἠθάσι μόνοις συμφέρει καὶ δούλοις Ἑλλήνων, τοῖς δέ ἄλλοις ταραχὰς σημαίνει διὰ τὸ τοὺς ἐν ὄχλῳ ἀνμστρεφο μένους λευκὰ ἔχειν ἱμάτια, χειροτέχναις δὲ ἀργίαν καὶ σχολήν, καὶ ὅσῳ ἂν πολυτελέστερα ᾖ τὰ ἱμάτα, τοσούτῳ πλείονα· οὐ γὰρ πρὸς ἔργῳ ὄντες οἱ ἄνθρωποι, καὶ μάλιστα οἱ τὰς βαναύσους τέχνας ἐργαζόμενοι, λευκοῖς ἱματίοις χρῶνται. δούλοις δέ Ῥωμαίων μόνοις ἀγαθὰ τοῖς εὖ πράσσουσι, τοῖς δὲ ἄλλοις πονηρά· ἐλέγχει γὰρ αὐτοὺς κακῶς πράσσοντας. διὰ γὰρ τὸ τὴν αὐτὴν τοῖς δεσπόταις ὡς ἐπὶ τὸ πλεῖστον ἔχειν ἐσθῆτα ἐπὶ τούτῳ τῷ ὀνείρῳ οὐ γίνονται ἐλεύθεροι, ὥσπερ οἱ τῶν Ἑλλήνων. ἀνδρὶ δέ νοσοῦντι λευκὰ ἔχειν ἱμάτια θάνατον προαγορεύει διὰ τὸ τοὺς ἀπσθανόντας ἐν λευκοῖς ἐκφέρεσθαι, τὸ

103
δὲ μέλαν ἱμάτιον σωτηρίαν προσημαίνει· οὐ γὰρ οἱ ἀποθανόντες ἀλλʼ οἱ τοὺς ἀποθνήσκοντας πενθοῦντες τοιούτοις χρῶνται ἱματίοις. οἶδα δὲ ἐγὼ πολλοὺς καὶ πένητας καὶ δούλους καὶ δεσμώτας νοσοῦντας, οἳ καὶ μέλανα δοκοῦντες ἔχειν ἱμάτια ἀπέθανον· ἦν γὰρ εἰκὸς τούτους μὴ ἐν λευκοῖς διὰ τὴν ἀπορίαν ἐκκομισθῆναι. ἔστι δὲ καὶ ἄλλως ἡ μέλαινα ἐσθὴς πᾶσι πονηρὰ πλὴν τῶν τὰ λαθραῖα ἐργαζομένων. ποικίλην δὲ ἐσθῆτα ἔχειν ἢ ἁλουργίδα ἱερεῦσι μὲν καὶ θυμελικοῖς καὶ σκηνικοῖς καὶ τοῖς περὶ τὸν Διόνυσον τεχνίταις μόνοις ουμψέρει, τοῖς δὲ λοιποῖς ταραχάς καὶ κινδύνους ἐπιφέρει καὶ τὰ κρυπτὰ ἐλέγχει, τοὺς δέ νοσοῦντας ὑπὸ δριμέων χυμῶν καὶ πολλῆς [*](p.87) χολῆς ἐνοχληθῆναι σημαίνει. πορφυρᾶ δὲ ἐσθὴς δούλοις ἀγαθὴ καὶ πλουσίοις· οἷς μὲν γὰρ διὰ τὸ μὴ μετεῖναι ἐλευθερίαν σημαίνει, οἷς δέ διὰ τὸ ἐπιβάλλειν καὶ τῷ ἀξιώματι. κατάλληλον εἶναι τιμὴν καὶ εὐδοξίαν προαγορεύει. νοσοῦντα δὲ ἀναιρεῖ καὶ πένητα βλάπτει, πολλοῖς δέ καὶ δεσμὰ προήγγειλε· χρὴ γὰρ τὸν ἔχοντα πορφύραν πάντως διάδημα στέφανον ἔχειν καὶ πολλοὺς ἀκολούθους καὶ φύλακας. τοῖς δὲ περὶ τὸν Διόνυσον τεχνίταις τὰ αὐτὰ τῇ ἁλουργίδι σημαίνει. κοκκίνη δὲ ἐσθὴς καὶ πᾶσα ἡ φοινικοβαφὴς οἷς μὲν τραύματα οἷς δέ πυρετὸν ἐπιφέρει. γυναικεία δὲ ἐσθὴς ἀγάμοις μόνοις συμφέρει καὶ τοῖς ἐπὶ θυμέλην ἀναβαίνουσιν· οἱ μὲν γὰρ γαμήσουσιν οὕτωο καταθυμίους γυναῖκας ὥστε τοῖς αὐτοῖς χρῆσθαι κόσμοις, οἱ δέ διὰ τὸ ἐν τῇ ὑποκρίσει ἔθος μεγάλας ἐργασίας καὶ μισθοὺς λήψονται· τούς δὲ λοιποὺς ἢ τῶν γυναικῶν στερίσκει ἢ νόσῳ μεγάλῃ περιβάλλει διὰ τὸ μαλθακὸν καὶ ἀαθενὲc
104
τῶν τὰ τοιαῦτα φορούντων. ἐν μέντοι ταῖς ἑορταῖς καὶ πανηγύρεσιν οὔτε ποικίλη οὔτε γυναικεία βλάπτει τινὰ ἐσθής. βαρβαρικὴν δὲ ἐσθῆτα ἔχειν καὶ ἐνεσκευάσθαι ὥσπερ οἱ βάρβαροι ἐκεῖ μὲν ἀπιέναι βουλομένῳ, ὅπου τοιαύτῃ ἐσθῆτι χρῶνται οἱ ἐκεῖ διατρίβοντες , ἀγαθὰς τὰς ἐκεῖ γενέσθαι διατριβὰς σημαίνει, πολλάκις δὲ καὶ τὸ ἐκεῖ καταβιῶναι προαγγέλλει. τοῖς δὲ λοιποῖς νόσον σημαίνει ἢ ἀπραξίαν. τὰ δʼ αὐτὰ καὶ ἡ Ῥωμαϊκὴ ἐσθής, ἣν τήβεννον καλοῦσιν ἀπὸ Τημένου τοῦ Ἀρκάδος, ὃς πρῶτος τὴν ἑαυτοῦ χλαμύδα τοῦτον περιεβάλετο τὸν τρόπον εἰσπλεύσας κατὰ τὸν Ἰόνιον κόλπον καὶ ὑποδεχθεὶς ὑπὸ τῶν ταύτῃ κατοικούντων. ἀφʼ Ο΄ μαθόντες καὶ οἱ ἑγχώριοι [*](p.88) τὸν αὐτὸν ἐνεσκευάζοντο τρόπον καὶ ἐκάλουν τὴν ἐσθῆτα τημένειον ἐπώνυμον Τ ἡμένου τοῦ εὑρόντος· ὕστερον δὲ τῷ χρόνῳ παραφθαρέντος τοῦ ὀνόματος τήβεννος ἐκλήθη. μαλακῇ δὲ καὶ πολυτελεῖ ἐσθῆτι χρῆσθαι πλουσίοις μὲν ἀγαθὸν καὶ πένησιν· οἶς μὲν γὰρ ἡ παροῦσα διαμενεῖ τρυφή, οἷς δὲ φαιδρότερα τὰ πράγματα ἔσται δούλοις δέ καὶ ἀπόροις νόσον προαγγέλλει. κολοβοὶ δὲ καὶ ἀπρεπεῖς ἐσθῆτες ζημίας καὶ ἀπραξίας σημαίνουσι. χλαμὺς
105
δέ, ἣν ἔνιοι μανδύην οἱ δὲ ἐφεστρίδα οἱ δὲ βίρρον καλοῦσι, θλίψεις καὶ στενοχωρίας καὶ τοῖς δικαζομένοις καταδίκην μαντεύεται διὰ τὸ ἐμπεριέχειν τὸ σῶμα, τὸ δὲ αὐτὸ καὶ ὁ λεγόμενος φαινόλης καὶ εἴ τι ἄλλο τούτοις ὅμοιον εἴη. ὅθεν ἀπολλύειν τὰ ἱμάτια ταῦτα ἄμεινον ἔχειν· τῶν δὲ ἄλλων ἱματίων οὐδέν ἀπολλύμενον συμφέρει, εἰ μή που τοῖς πένησι καὶ δούλοις καὶ δεδεμένοις καὶ καταχρέοις καὶ πᾶσι τοῖς ἐν συνοχῇ οὗσιν· ἀπολλύμενα γὰρ ταῦτα τῶν περιεχόντων τὸ σῶμα κακῶν ἀπώλειαν σημαίνει. τοῖς δὲ ἄλλοις οὔτε γυμνοῦσθαι οὔτε τὰ ἱμάτια ἀπολλύειν ἀγαθόν πᾶν γὰρ τὸ πρὸς κόσμον τεῖνον ἀπολέσαι σημαίνει. γυναικὶ δέ ποικίλη καὶ ἀνθηρὰ ἐσθὴς συμφέρει, μάλιστα δὲ ἑταίρᾳ καὶ πλουσίᾳ· ἡ μὲν γὰρ διὰ τὴν ἐργασίαν ἡ δὲ διὰ τὴν τρυφὴν ἀνθηραῖς ἐσθῆσι χρῶνται. τὰ δὲ ἰδιόχρωμα ἱμάτια πᾶσιν ἀγαθά, καὶ μόλιστα τοῖς εὐλαβουμένοις ἐλεγχθῆναι· οὐ γὰρ ἀνήσει ποτὲ τὸ χρῶμα. ἀεὶ δὲ ἄμεινον λαμπρὰ καὶ καθαρὰ ἱμάτια ἔχειν καὶ πεπλυμένα καλῶς ἢ ῥυπαρὰ καὶ ἄπλυτα πλὴν τῶν τὰς ῥυπώδεις ἐργασίας ἐργαζομένων.

τὸ δὲ δοκεῖν πλύνειν τὰ ἑαυτοῦ ἱμάτια [*](p.89) ἢ τὰ ἄλλων ἀπσθέσθαι τι τῶν δυσχρήστων κατὰ τὸν βίον σημαίνει διὰ τὸ καὶ τὰ ἱμάτια τὸν ῥύπον ἀποβάλλειν. καὶ τὰ κρυπτὰ ἐλέγξαι καὶ μαθεῖν πλύνειν γὰρ καταχρηστικῶς καὶ τὸ ἐλέγχειν ἔλεγον οἱ παλαιοί, ὥς που καὶ Μένανδρος

106
  • ἢν γὰρ κακῶς μου τὴν γυναῖχʼ οὕτω λέγῃς,
  • τὸν πατέρα καὶ σὲ τούς τε σοὺς ἐγὼ πλυνῶ,
  • ἀντὶ τοῦ ἐλέγξω. ὅθεν καὶ τοῖς εὐλαβουμένοις ἐλεγχθῆναι πονηρὸν τὸ πλυνόμενα ἱμάτια ἰδεῖν.

    Δακτύ λιοι σιδηροῖ ἀγαθοὶ μέν, οὐκ ἄνευ δὲ καμάτου τὰ ἀγαθὰ σημαίνουσι· πολύκμητον γὰρ καὶ ὀ ποιητὴς τὸν σίδηρον καλεῖ ἀγαθοὶ δέ καὶ οἱ χρυσοῖ, οἵ γε ψήφους ἔχοντες, ἐπεὶ οἵ γε ἄψηφοι ἀκερδεῖς τὰς ἐγχειρήσεις σημαίνουσι διὰ τὸ ἄψηφον· ψῆφον γὰρ καλοῦμεν λίθον τὴν ἐν τῷ δακτυλίῳ, ταὐτὸ δὲ καὶ τὸν τῶν χρημάτων ἀριθμόν. ἀεὶ δὲ ἀμείνονες οἱ ὁλόσφυροι· οἱ γὰρ κενοὶ καὶ θεῖον ἔνδον ἔχοντες δόλους καὶ ἐνέδρας σημαίνουσι διὰ τὸ ἐμπεριέχειν τι ἐγκεκρυμμένον μείζονας τὰς προσδοκίας τῶν ὠφελειῶν διὰ τὸ μείζονα τὸν ὄγκον τοῦ βάρους ἔχειν. σούκινοι δὲ καὶ ἐλεφάντινοι καὶ ὅσοι ἄλλοι δακτύλιοι γίνονται γυναιξί μόναις συμφέρουσιν. ὅρμοι δέ καὶ ἁλύσεις καὶ ἐνώῦτια καὶ λίθοι πολυτελεῖς καὶ πᾶς κόσμος περιδέραιος γυναικεῖος γυναιξὶ μὲν ἀγαθός· καὶ γὰρ ἀγάμοις γάμον προαγορεύει καὶ ἀτέκνοις τέκνα καὶ ταῖς ἀμφότερα ἐχούσαις πρόσκτησιν καὶ περιουσίαν πολλήν ὥσπερ γὰρ ὑπὸ τούτων κοσμοῦνται γυναῖκες, οὕτω καὶ ὑπὸ ἀνδρῶν καὶ ὑπὸ τέκνων καὶ ὑπὸ πλούτου (καὶ γὰρ φύσει εἰσὶ φιλόπλουτοι, ὥσπερ καὶ φιλόκοσμοι), ἔτι καὶ ταῦτα περιπλέκεται τῷ τραχήλῳ,

    107
    ὥσπερ καὶ ἀνὴρ καὶ τέκνα. ἀνδρὶ δὲ δόλους καὶ ἐνέδρας καὶ καταπλοκὴν τῶν πραγμάτων πολλὴν σημαίνει οὐ διὰ [*](p.90) τὴν ὕλην ἀλλὰ διὰ τὸ σχῆμα καὶ τὴν κατασκευήν· ἔστι γὰρ ὁ χρυσὸς οὐχ ὥσπερ τινὲς ἔλεγον πονηρὸς διὰ τὴν ὕλην, ἀλλὰ πᾶν τοὐναντίον ἀγαθός, ὡς πολλάκις ἐτήρησα, ἀλλʼ ὅ γε μὴ ἄμετρος μηδὲ πολὺς μηδέ ἀνοίκειος διὰ τὸ σχῆμα, ὡς τοῖς ἀνδράσιν οἱ ὅρμοι, μηδὲ ὑπὲρ τὴν ἀξίαν, ὡς τοῖς πένησιν οἱ στέφανοι καὶ τὰ μεγάλα σκεύη καὶ τὰ πολλὰ νομίσματα· ἐπεὶ ὅταν τοιοῦτον ἴδῃ τις, οὐκέτι διὰ τὴν ὕλην ἀλλὰ διὰ τὸ ποιὸν τῆς κατασκευῆς πονηρὸς γίνεται ὁ χρυσός. ἀπολλύμενα δὲ ἢ κατεασσόμενα ἢ διαλυόμενα γυναικὶ μὲν τὰ περὶ τὸν τράχηλον ἀπώλειαν ὧν ἔμπροσθεν εἶπον σημαίνει, ἀνδρὶ δὲ τὰ περὶ τὴν χεῖρα οὐ μόνον ἀπώλειαν τῶν πιστευομένων κατὰ τὸν οἶκον, γυναικὸς λέγω ἤ οἰκονόμου, ἀλλὰ καὶ αὐτῶν τῶν ὑπαρχόντων διαφθορὰν δηλοῖ, καὶ τοῖς πιστευομένοις τὸ μηκέτι πιστεύεσθαι· οὐ γὰρ ἔτι δεῖ τοῖς τοιούτοις δακτυλίων. πολλοῖς δὲ καὶ ὀφθαλμῶν πήρωσιν προηγόρευσε τὸ τοιοῦτον ὄναρ· ἔχει γάρ τινα συμπάθειαν τὰ ὄμματα πρὸς τοὺς δακτυλίους διὰ τὰς ψήφους. τὰ δʼ αὐτὰ τῇ ἐσθῆτι καὶ αἱ ὑποδέσεις σημαίνουσιν.

    Κτενίζεσθαι καὶ ἀνδρὶ καὶ γυναικὶ συμφέρει· ἔστι γὰρ ὁ κτεὶς χρόνος ὁ τὰ σκληρὰ διαλύων καὶ ἀπευθύνων ἅπαντα. ἐμπλέκεσθαι δὲ γυναιξὶ μόναις συμφέρει καὶ ἀνδρῶν τοῖς ἔθος ἔχουσι, τοῖς δὲ λοιποῖς καταπλοκὰς τῶν χρεῶν καὶ δάνεια πολλὰ προαγορεύει, ἐνίοτε δὲ καὶ δεσμιά.

    Κατοππτρίζεσθαι δὲ καὶ ὁρᾶν τὴν ἑαυτοῦ εἰκόνα ἐν κατόπτρῳ ὁμοίαν ἀγαθὸν τῷ γῆμαι βουλομένῳ καὶ ἀνδρὶ καὶ

    108
    γυναικί. σημαίνει γὰρ τὸ κάτοπτρον ἀνδρὶ μὲν γυναῖκα, γυναικὶ δὲ ἄνδρα, ἐπεὶ πρόσωπα δείκνυσιν ὥσπερ οὗτοι. ἀλλήλοις τὰ τέκνα. ἀγαθὸν δέ καὶ λυπουμένοις· ἄλυπον γάρ [*](p.91) ἐστι τὸ κατοπτρίζεσθαι. νοσοῦντας δὲ ἀναιρεῖ· γήινον γάρ ἐστι τὸ κάτοπτρον, ἐξ οἵας ἂν ᾖ πεποιημένον ὕλης. τοὺς δὲ λοιποὺς μετανίστησιν, ἵνα ἐν ἄλλῃ γῇ τὰ ἑαυτῶν πρόσωπα ἴδωσιν. ἀνόμοιον δʼ ἑαυτὸν ἐν κατόπτρῳ δοκεῖν ὁρᾶν νόθων ἢ ἀλλοτρίων παίδων κληθῆναι πατέρα προαγορεύει. κακίονα δὲ ἢ ἀμορφότερον ἑαυτὸν ἰδεῖν οὐδενὶ συμφέρει· νόσους γὰρ καὶ δυσθυμίας σημαίνει, ὥσπερ καὶ τὸ ἐν ὕδατι κατοπτρίζεσθαι θάνατον προαγορεύει αὐτῷ τῷ ἰδόντι τινι τῶν οἰκειοτάτων αὐτῷ.

    Ἀὴρ καθαρὸς καὶ λαμπρὸς ὁρώμενος πᾶσίν ἐστιν ἀγαθός, μάλιστα δὲ τοῖς τὰ ἀπολωλότα ζητοῦσι καὶ τοῖς ἀποδημεῖν βουλομένοις· πάντα γὰρ ἐν καθαρῷ τῷ ἀέρι εὐσύνοπτα γίνεται· ὁ δέ σκοτεινὸς ἤ γνοφερὸς ἢ συννεφὴς πρὸς ταῖς ἀπραξίαις καὶ λύπας σημαίνει. εἰς ὁποίαν δʼ ἂν ὕλην μεταβάλῃ, τοῖς τὴν αὐτὴν ἐργαζομένοις ὕλην ἀγαθός· τοῖς δὲ λοιποῖς πονηρὸς τετήρηται. καὶ ὁ ταπεινὸς γενόμενος μόνοις μάντεσι καὶ τοῖς τὰ οὐράνια διασκεπτομένοις ἀγαθός, τῶν δὲ λοιπῶν τὸν βίον εἰς τὸ ταπεινὸν κατάγει.

    ἐτὸς ἄνευ χειμῶνος καὶ πολλοῦ ἀνεμίου πᾶσιν ἀγαθὸς πλὴν τῶν εἰς ἀποδημίαν στελλομένων καὶ τῶν τὰς ἐργασίας

    109
    ὑπαίθρους ἐχόντων· τούτοις γὰρ ἐμπόδιος γίνεται. ψεκάδες δὲ καὶ πάχναι γεωργοῖς μὲν σφόδρα ἀγαθαί, τοῖς δὲ λοιποῖς μικρὰς ἐργασίας προαγορεύουσιν. ὄμβρος δὲ καὶ λαίλαψ καὶ χειμὼν κινδύνους καὶ ζημίας ἐπάγουσι, μόνοις δὲ δούλοις καὶ πένησι καὶ τοῖς ἔν τινι περιστάσει οὖσιν ἀπαλλαγὴν τῶν ἐν ποσὶ κακῶν προαγορεύουσι· μετὰ γὰρ τοὺς μεγάλους χειμῶνας εὐδία γίνεται. χιὼν δὲ καὶ πάγος κατὰ μὲν τὴν ὥρον τὴν οἰκείαν ὁρώμενα οὐδὲν σημαίνει· [*](p.) μέμνηται γὰρ τοῦ μεθʼ ἡμέραν κρύους καὶ καθεύδοντος τοῦ σώματος ἡ ψυχή· παρὰ δέ τὴν ὥραν ὁρώμενα γεωργοῖς μόνοις συμφέρει, τοῖς δὲ λοιποῖς ψυχρὰς τὰς ἐγχειρήσεις καὶ τὰς προκειμένας πράξεις ἔσεσθαι προαγορεύει, ὁδεύειν δὲ κωλύει. χάλαζα δὲ ταραχὰς καὶ δυσθυμίας δηλοῖ καὶ τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ χρῶμα. βροντὴ δὲ χωρίς ἀστραπῆς δόλους καὶ ἐνέδρας διὰ τὸ ἀπροσδόκητον, ἀστραπὴ δέ χωρίς βροντῆς φόβον μάταιον σημαίνει, ὅτι μετὰ τὴν ἀστραπὴν προσδοκήσειεν ἄν τις βροντήν, ἣ διὰ τὸν ψόφον οὐδέν ἄλλο ἐστὶν ἢ ἀπειλή. ἐπειδὰν οὗν μὴ γένηται, ἀτέλεστον τὸν φόβον ποιεῖ.

    Ἕπεται δὲ τούτῳ τῷ λόγῳ ὁ περὶ πυρὸς λόγος. περὶ οὗ διπλῇ τῇ κρίσει χρῆσθαι καλῶς ἔχει, πῇ μὲν ὡς περὶ οὐρανίου καὶ θείου, πῇ δὲ ὡς περὶ ἐπιγείου καὶ τοῦ ἐν χρήσει. πρῶτον μὲν οὖν περὶ τοῦ οὐρανίου ὧδε χρὴ ποιεῖσθαι τὰς κρίσεις. πῦρ ἐν οὐρανῷ ἰδεῖν λαμπρὸν καὶ καθαρὸν καὶ ὀλίγον ἀπειλὴν ἔκ τινων ὑπερεχόντων σημαίνει, τὸ δὲ πολὺ καὶ ἄμετρον πολεμίων ἔφοδον καὶ

    110
    ἀφορίαν καὶ λιμὸν μαντεύεται. ὅπου δʼ ἂν ᾖ τὸ πῦρ ἢ ὁπόθεν ἂν φέρηται, οἷον ἀπʼ ἄρκτου ἢ μεσημβρίας ἢ δύσεως ἢ ἀνατολῆς, ἐκεῖθεν ἔρχονται οἱ πολέμιοι κατ’ ἐκεῖνα τὰ κλίματα ἡ ἀφορία ἔσται. πονηρότατον δʼ ἂν εἴη καταφερόμενον εἰς γῆν τὸ πῦρ ἰδεῖν. τὸ δʼ αὐτὸ σημαίνουσι καὶ λαμπάδες ἐν οὐρανῷ καιόμεναι. ἃ δὴ πάντα τοῖς ἰδοῦσι περὶ τὴν κεφαλὴν τὸν κίνδυνον συνίστησιν. ὥσπερ γὰρ ὁ οὐρανὸς τοῦ παντὸς ὑπερέχει κόσμου, οὕτω καὶ ἡ κεφαλὴ τοῦ παντὸς οώματος.

    Κεραυνὸς δὲ ἄνευ χεπιμῶνος πλησίον πεαὼν καὶ μὴ ἁψάμενος τοῦ σώματος ἐκβάλλει τῶν τόπων τὸν ἰδόντα, ἐν οἷς [*](p.93) ἐστιν· οὐ γὰρ ἄν τις ὑπομείνειε πλησίον κεραυνοῦ. εἰ δὲ ἔμπροσθεν πέσοι, κωλύει προϊέναι εἰς τοὔμπροσθεν. τὸ δὲ κατ’ ἄκρας ὑπὸ κεραυνοῦ πεπλῆχθαι οἱ μὲν πάνυ παλαιοὶ διχῇ διῄρουν λέγοντες πένησι μὲν ἀγαθὸν εἶναι πλουσίοις δὲ κακὸν λόγῳ τῷδε. ἐοίκασιν οἱ πένητες χωορίοις λιτοῖς καὶ ἀσήμοις, εἰς ἃ κόπρια ῥίπτεται ἄλλο τι τῶν φαύλων· οἱ δὲ πλούσιοι τεμένεσι θεῶν ἢ ἀνθρώπων ἢ ναοῖς ἢ οἴκοις θεῶν ἄλσεσιν ἢ ἄλλῳ γένει χωρίων ἐλλογίμων. ὧσπερ οὖν ὁ κεραυνὸς τὰ μὲν ἄσημα τῶν χωρίων ἐπίσημα ποιεῖ διὰ τοὺς ἐνιδρυμένους βωμοὺς καὶ τὰς γινομένας ἐν αὐτοῖς θυσίας, τὰ δὲ πολυτελῆ χωρία ἔρημα καὶ ἄβατα

    111
    ποιεῖ (οὐδεὶς γὰρ ἐν αὐτοῖς ἐνδιατρίβειν ἔτι θέλει), οὕτως ὁ ὄνειρος πένητα μὲν ὠφελεῖ, πλούσιον δὲ βλάπτει. ἔτι καὶ ὁ κεραυνὸς οὐδέν ἐστιν ἄλλο ἢ πῦρ, ἴδιον δὲ πυρὸς πᾶσαν ὕλην φθείρειν. ἔχει δὲ ὁ μέν πένης πενίαν ὁ δέ πλούσιο,, πλοῦτον. τοιγαροῦν τοῦ μὲν τὴν πενίαν τοῦ δὲ τὸν πλοῦτον φθερεῖ, ἐπεὶ καὶ ὁ κεραυνωθεὶς αἰφνίδιον παρασημότερος γίνεται. ὁμοίως δέ καὶ ὁ πένης αἰφνίδιον πλουτήσας καὶ ὁ πλούσιος αἰφνίδιον ἀπολέσας τὴν ὕπαρξιν παρασημότεροι γίνονται. τούτοις μὲν οὖν τοῖς λόγοις ἐτείθοντο οἱ πρῶτοι· οἱ δέ μεταγενέστεροι ἤδη τινὰ καὶ περὶ δούλων ἔλεγον καὶ ἔφασκον εἶναι ἀγαθὸν δούλοις τὸ κεραυνοῦσθαι, ὅτι οὔτε δεσπότας ἔτι οἱ κεραυνωθέντες ἔχουσιν οὔτε κάμνουσι, λαμπρὰ δὲ ἱμάτια αὐτοῖς περιτίθεται, ὡς καὸ τοῖς ἐλευθερωθεῖσι, καὶ προσίασιν αὐτοῖς ὡς ὑπὸ Διὸς τετιμημένοις οἱ ἄνθρωποι, ὡς καὶ τοῖς ἐλευθερωθεῖσιν ὑπὸ δεσποτῶν τετιμημένοις. πολλὰ δὲ καὶ Ἀλέξανδρος ὁ Μύνδιος καὶ Φοῖβος ὁ Ἀνττοχεὺς περὶ τοῦ δοκεῖν κεραυνοῦσθαι ἀπὸ πείρας τε καὶ ἰδίας ἐννοίας προσέθεσαν, πλὴν οὐ [*](p. 94) πάντα ἀκριβῶς ἴσχυσαν εὑρεῖν. ἔχει δὲ ὧδε. δούλων μὲν τοὺς μὴ ἐν πίστει ὄντας ἐλευθεροῖ, τοὺς δέ ἐν πίστει ὄντας ἢτιμῇ παρὰ τοῖς δεσπόταις πολλὰ κτήματα ἔχοντας ἀφαιρεῖ τῆς πίστεως καὶ τῆς τιμῆς καὶ τῶν κτημάτων. ἐλευθέρων δὲ πένητας μὲν τοὺς μὴ λανθάνειν πειρωμένους ἐφʼ οἷς ἁμαρτάνουσιν ἀφελεῖ, τοὺς δέ ἀποκρυπτομένους καὶ λανθάνειν βουλομένους ἐλέγχει· οὔτε γὰρ λάθρᾳ πίπτει
    112
    κεραυνὸς διὰ τὸ μετὰ μεγάλων βροντῶν καὶ πολλοῦ χειμῶ νος καταφέρεσθαι οὔτε κεραυνωθέντα λαθεῖν ἔστιν· πλουσίων δὲ τοὺς μὲν χρυσοφορεῖν μέλλοντας διά τινα ἀρχὴν ἢ ἱερωσύνην οὐ βλάπτει, ἀλλὰ καὶ ἐπισημοτέρως ἄρξαι ἢ ἱερώσασθαι προαγορεύει· ἔοικε γὰρ πυρὶ τὸ χρυσίον κατά γε τὴν χρόαν, ἔστι δέ καὶ παρὰ Πινδάρῳ ὁ δὲ χρυσός αἰθόμενον πῦρ ἅτε.ʼ τοὺς δὲ λοιποὺς ἀφαιρεῖ τῆς οὐσίας διὰ τὸν ἔμπροσθεν λόγον, εἰ μή τι ἄλλο κωλύοι. ἀγάμοις δὲ γάμον προαγορεύει καὶ πένησι καὶ πλουσίοις· οὐδὲν γὰρ οὕτω τὸ σῶμα θερμαίνει ὡς πῦρ καὶ γυνή· γεγαμηκότας δὲ διίστησι καὶ κοινωνοὺς καὶ ἀδελφοὺς καὶ φίλους ἐχθροὺς ποιεῖ· οὐδὲν γὰρ ὁ κεραυνὸς ἑνοῖ, ἀλλὰ καὶ τὰ ἡνωμένα χωρίζει. ἔτι καὶ τὸν παῖδας ἔχοντα τῶν παίδων στερίσκει ἤτοι ἀποθανόντων, ἐὰν ἀλγῇ πρὸς τῷ κεραυνοῦσθαι, ἢ ἄλλως ἀπαλλαγέντων, ἐὰν μὴ ἀλγῇ καὶ γὰρ τὰ δένδρα, ὅταν κεραυνωθῇ, αὖα γίνεται καὶ τοὺς βλαστούς ἀπόλλυσιν. ὧσπερ δὲ τῶν δένδρων τέκνα εἰσὶν οἱ βλαστοί, οὕτω καὶ τῶν ἀνδρῶν τέκνα εἰσὶν οἱ βλαστοί. ἀθλητὰς δὲ ἐνδόξους ὁ κεραυνὸς ποιεῖ καί πάντας φιλολόγους καὶ τοὺς εἰς τὸ μέσον παρέρχεσθαι βουλομένους. ἐν δὲ ταῖς δίκαις ταῖς περὶ ἐπιτιμίας συμφέρει τὸ δοκεῖν κεραυνοῦσθαι οὐδεὶς γὰρ κεραυνωθεὶς ἄτιμός ἐστιν, ὅπου γε καὶ ὡς θεὸς τιμιᾶται. τοῖς δὲ περὶ κτημάτῶν [*](p. 95) πάντων πλὴν γῆς καὶ τῶν ἐν γῇ δικαζομένοις καταδίκην μαντεύεται· καὶ γὰρ τοὺς καταδικασθέντας
    113
    ἐν τῇ συνηθείᾳ κεκεραυνῶσθαί φαμεν. ἐν δὲ ταῖς περὶ γῆς δίκαις τοὺς μὲν νεμομένους τὴν γῆν καὶ δεδιότας ἐκβληθῆναι μενεῖν λέγει οὐδὲ γὰρ οἱ κεραυνωθέντες μετατίθενται, ἀλλʼ ὅπου ἂν ὑπὸ τοῦ πυρὸς καταληφθῶσιν, ἐνταῦθα θάπτονται. τοὺς δὲ ἀντιποιουμένους γῆς ἀλλοτρίας μὴ εἰσελθεῖν εἰς αὐτὴν προαγορεύει, ἀλλʼ ὅπου ἂν ὦσιν, ἐκεῖ μεῖναι, τοῦτ᾿ ἔστιν ἔξω, εἰ μὴ ἄρα τις οὐκ αὐτὸς δόξειε κεκεραυνῶσθαι, ἀλλʼ εἰς γῆν ἴδοι τὸν σνηπτὸν πεσόντα· καὶ γὰρ τὸ τοιοῦτον ὄναρ τοῖς ἐνοικοῦσιν ἄβατον τὴν γῆν καθίστησιν. ἔτι ὁ κεραυνὸς τοὺς μὲν ἀποδήμους εἰς τὴν οἰκείαν ἐπανάγει, τοὺς δὲ ἐνδήμους ἐν τῇ οἰκεία κατέχει. μεμνῆσθαι δὲ χρὴ τοῦτο, ὅτι ταῦτα σημαίνει τὸ δοκεῖν κεραυνοῦσθαι, ὅσα εἰρήκαμεν, ἐπειδάν τις καταπεφλέχθαι ὑπὸ τοῦ κεραυνοῦ νομίσῃ ἢ κατὰ κεφαλῆς ἢ κατὰ στέρνου τὸν σκηπτὸν πεπτωκέναι, ἐπεὶ ὅταν γε ἄλλο τι μέρος τοῦ σώματος ὁ κεραυνὸς καταφλέξῃ καὶ μὴ ὅλον τὸ σῶμα ἢ μὴ τοιοῦτό τι κατάλαβοι, ἐξ οὗ εἰκὸς θάνατον ἐπακολουθεῖν τῷ κεκεραυνωμένῳ, τότε μικρότερα τὰ ἀποτελέσματα γίνεται. καὶ οὕτω χρὴ ποιεῖσθαι τὰς κρίσεις ὡσπερεὶ βλαπτομένων μερῶν καὶ οὐχὶ παντὸς τοῦ σώματος. περὶ ὡν ἀκριβῶς καὶ ἀνενδεῶς ἐν τῷ περὶ σώματος λόγῳ κατὰ μέρος ἐν τῷ πρώτῳ βιβλίῳ
    114
    διῄρηκα. ἔτι κἀκεῖνο. οὔτε πλέοντα οὔτε ἐν τῇ κοίτῃ κατακείμενον οὔτε ἐπὶ γῆς ὕπτιον πρηνῆ ὑπὸ κεραυνοῦ [*](p.96) καταφλέγεσθαι συμφέρει, ὑπολείπεται δὲ μόνον ἀγαθὸν εἶναι τὸ ὀρθὸν ἑστῶτα ἢ ἐπὶ θρόνου καθεζόμενον ἢ ἐπʼ ἄλλου τινὸς τοιούτου κεραυνοῦσθαι. οἶδα δέ τινα, ὃς ἔδοξε τῆς κλίνης τὸ ἔξω ἐνήλατον ὑπὸ κεραυνοῦ διεφθάρθαι, καὶ ἡ γυνὴ αὐτοῦ ἀπέθανεν.

    Πῦρ δὲ τὸ χρήσει ὀλίγον μὲν καὶ καθαρὸν ἰδεῖν ἡ Φημονόη λέγει ἀγαθὸν εἶναι, πολὺ δὲ καὶ ἄμετρον πονηρόν. ἔστιν οὖν ἄριστον τὸ ἐφʼ ἑστίας πῦρ λαμπρὸν καὶ καθαρὸν ὁρώμενον. πολλὴν γὰρ εὐπορίαν σημαίνει· ἄνευ γὰρ τοῦ τροφὰς παρασκευάζεσθαι οὐκ ἔστιν ἐφʼ ἑστίας πῦρ ἰδεῖν. σβεννύμενον δὲ τοῦτο ἀπορίαν σημαίνει, καὶ εἴ τις κατὰ τὸν οἶκον νοσοίη, θάνατον αὐτῷ προαγγέλλει. ἀγαθὸν δὲ καὶ λαμπάδα δοκεῖν ἔχειν καιομένην νυκτός, μάλιστα δὲ νέοις· ὡς γὰρ ἐπὶ τὸ πολὺ ἔρωτας οὐκ ἀηδεῖς σημαίνει καὶ πράξεις προαγορεύει διὰ τὸ δύνασθαι τὰ πρὸ ποδῶν ὁρᾶν. ἄλλον δὲ ὁρᾶν ἔχοντα λαμπάδα πονηρὸν τοῖς λανθάνειν ἐθέλουσι. λύχνος δὲ καιόμενος ἐν οἰκίᾳ λαμπρὸς ἀγαθός πρόσκτησιν γὰρ σημαίνει καὶ εὐπορίαν πᾶσι καὶ τοῖς ἀγάμοις γάμον καὶ τοῖς νοσοῦσιν ὑγεῖαν· ὁ δέ μὴ λαμπρὸς ἁλλὰ ἀμαυρὸς δυσθυμίαν σημαίνει καὶ τοὺς νοσοῦντας οὐκ εἰς μακρὰν ἀναιρεῖ. ὁ δέ ἐσβεσμένος σώζει· μέλλει γὰρ ἀνάπτεσθαι. λύχνος χάλκεος καὶ τὰ ἀγαθὰ βεβαιότερα καὶ τὰ κακὰ ἰσχυρότερα μαντεύεται, ὁ δὲ ὀστράκινος

    115
    ἔλαττον· ἀμφότεροι δὲ τὰ κρυπτὰ ἐλέγχουσι. λύχνος δὲ ἐν πλοίῳ ὁρώμενος δεινῆς νηνεμίας ἐστὶ σημαντικός.

    Οἶκοι καιόμενοι καθαρῷ πυρὶ καὶ μὴ συμπίπτοντες μηδὲ διαφθειρόμενοι πένησι μὲν εὐπορίαν, πλουσίοις δὲ ἀρχὰς περιποιοῦσιν. οἱ δὲ σμυχόμενοι μὴ καθαρῷ πυρὶ καὶ καταιθαλού μενοι καὶ συμπίπτοντες καὶ ὑπὸ τοῦ πυρὸς [*](p.97) διαφθειρόμενοι πᾶσι πονηροὶ καὶ τοιούτων ὄλεθρον σημαίνουσιν ἀνθρώπων, οἷοι ἂν ὧσιν οἱ οἶκοι ἢ οἱ τοῖχοι, οἷον ὁ μὲν θάλαμος τὴν γυναῖκα σημαίνει, ὅταν ὑπάρχῃ· εἰ δὲ μή, τὸν δεσπότην τῆς οἰκίας· ὁ δὲ ἀνδρὼν τοὺς κατὰ τὸν οἶκον ἀνθρώπους συγγενεῖς τε καὶ θεράποντας, ἡ δὲ γυναικωνῖτις τὰς θεραπαίνας καὶ τὰ πρόθυρα τῆς οἰκείας τοὺς δεσπότας. ταμεῖα δὲ καὶ ἀποθῆκαι τὰ κτήματα ἢ τοὺς ταμίας ἢ τοὺς οἰκονό μους σημαίνουσι.

    Ταῦτα μὲν ἐφʼ ὅλων οἴκων· τοίχων δὲ ὁ μὲν τὴν θύραν ἔχων τὸν δεσπότην σημαίνει, ὁ δὲ τὴν θυρίδα τὴν δέσποιναν. ὅπου δὲ μὴ ἔστι θυρίς, ὁ μὲν μέσος τὸν δεσπότην ὁ δὲ δεξιὸς τὰ τέκνα ὁ δὲ εὐώνυμος τὴν γυναῖκα. ἐπειδὰν δέ πολλὰς ἔχῃ θυρίδας ὁ οἶκος, καὶ ἀδελφοῖς καὶ κοινωνοῖς θάνατον προαγορεύει· πρεσβυτέροις μὲν τὰ πρὸς ἀνατολὴν τοῦ οἴκου, νεωτέροις δὲ τὰ πρὸς ἑσπέραν. τὰ δέ πρὸς ἄρκτον ὁμοίως τῇ ἀνατολῇ καὶ τὰ πρὸς μεσημβρίαν ὁμοίως τῇ δύσει κρινέσθω. οἱ δὲ μετὰ τὸ πῦρ αὐξηθέντες τοῖχοι ἢ λαμπρότεροι φαινόμενοι πολυτελέστερον τὸν βίον ἐπὶ τὸ

    116
    βέλτιον μετάγουσι. θύραι δὲ καιόμεναι γυναικὸς ὄλεθρον σημαίνουσι καὶ τὸν βίον τοῦ ἰδόντος οὐκ ἐν ἀσφαλεῖ κεῖσθαι. τούτων δὲ ἡ μὲν τὸν μάνδαλον ἔχουσα ἐλευθέραν γυναῖκα σημαίνει, ἡ δὲ ἐχομένη δούλην, καὶ πάλιν ἡ μὲν τὸν μάνδαλον ἔχουσα καὶ τὸν ἄνδρα, ἡ δὲ ἐχομένη τὴν γυναῖκα. κίονες δὲ καθαρῷ πυρὶ καιόμενοι καὶ μὴ διαφθειρόμενοι τὰ τέκνα σημαίνουσι τοῦ ἰδόντος ἐπὶ τὸ βέλτιον καὶ λαμπρότερον μεταβῆναι οἱ δὲ συντριβόμενοι υἱῶν ὄλεθρον σημαίνουσι·
  • στύλοι γὰρ οἴκων παῖδες εἰσὶν ἄρσενες,
  • ὥς φησιν Εὐριπίδης. τέρεμνα δὲ καὶ ὑπέρθυρα καὶ δρύφακτοι [*](p.98) κατακαέντες παίδων ὄλεθρον καὶ οὐσίας ἀπώλειαν μαντεύονται, οἱ δὲ θεμιέλιοι δεσποτῶν, οἱ δὲ θριγκοὶ συγγενῶν καὶ φίλων, δένδρων δὲ τὰ μὲν πρὸ τῆς οἰκίας πεφυκότα δεσποτῶν, τὰ δέ ἔνδον ἐν τῇ οἰκίᾳ τὰ μὲν μεγάλα καιόμενα ὁμοίως δεσποτῶν, τὰ μὲν ἀρσενικὰ ἀνδρῶν, τὰ δὲ θηλυκὰ γυναικῶν, τὰ δὲ μικρὰ φίλων καὶ συγγενῶν, τὰ δὲ παντελῶς χθαμαλά, οἷον πύξοι καὶ μυρρίναι, οἰκετῶν. ἀνακαίειν δὲ δοκεῖν πῦρ ταχέως ἀναπτόμενον καὶ ἐφʼ ἑστίας καὶ ἐν κλιβάνῳ ἀγαθὸν καὶ παίδων σημαίνει γονήν· ἔοικε γὰρ καὶ ἡ ἑστία καὶ ὁ κλίβανος γυναικὶ διὰ τὸ δέχεσθαι τὰ πρὸς τὸν βίον εὔχρηστα τὸ δὲ ἐν αὐτοῖς πῦρ ἔγκυον ἔσεσθαι τὴν γυναῖκα μαντεύεται· τότε γὰρ καὶ ἡ γυνὴ θερμοτέρα γίνεται. τὸ δέ καταλαβόντα τὸ
    117
    πῦρ ἐν τούτοις εἶτα ἀποσβεννύειν ἑαυτῷ αἴτιον ζημιῶν σημαίνει γενέσθαι.