Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Ὅ τι δʼ ἂν περὶ τὸν τράχηλον ἢ τὴν ὑπήνην ἕλκος ἢ πάθος ὄναρ ἔχειν νομίσῃ τις, νόσον ἐπίσης πᾶσι προαγορεύει· ἐξήρτηται γὰρ τρόπον τινὰ τῆς κεφαλῆς καὶ τοῦ τραχήλου πᾶν τὸ σῶμα, καὶ τούτων ἐρρωμένων μὲν ἔρρωται, καμνόντων δὲ νοσεῖ τε καὶ οὐκ ἔρρωται.

Ἀφῃρῆσθαι δὲ δοκεῖν τῆς κεφαλῆς εἴτε ἐκ καταδίκης [*](p. 36) εἴτε ὑπὸ λῃστῶν εἴτε ἐν μονομαχίᾳ εἴτε οἱῳδήποτε τρόπῳ (οὐ γὰρ διαφέρει) πονηρὸν τῷ γονεῖς ἔχοντι καὶ τῷ τέκνα· γονεῦσι μὲν γὰρ ἔοικεν ἡ κεφαλὴ διὰ τὸ τοῦ ζῆν αἰτίαν εἶναι· τέκνοις δὲ διὰ τὸ πρόσωπον καὶ τὴν εἰκόνα. ἤδη δέ τινες καὶ γυναικὸς καὶ φίλου καὶ οἰκονόμου ἀγαθοῦ ἐπὶ τούτῳ τῷ ὀνείρῳ ἐστερήθησαν καὶ οὐκέτι ἔσχον τὸ ἐπιβλέπον τὰ κτήματα πρόσωπον. καί τις οἰκίαν ἔχων ἀπώλεσε τὴν οἰκίαν· καὶ γὰρ ἡ κεφαλὴ ὡς εἰπεῖν οἶκός ἐστι τῶν αἰσθήσεων. εἰ δέ τις ὁμοῦ πάντα ταῦτα ἔχοι, φανερὸν ὅτι μὴ εἰς πάντα ἀποβήσεται τὸ ὄναρ, ἀλλʼ, ὡς ἐγὼ ἐτήρησα, εἰς τὸν μᾶλλον ἐσπουδασμένον καὶ φιλούμενον

44
καὶ ἀναγκαῖον ὄντα τῷ ἰδόντι. ἀγαθὸν δὲ τὸ ὄναρ τοῦτο τῷ φεύγοντι θανάτου δίκην· ὅσα γὰρ ἅπαξ περί τινα γίνεται καὶ ἀδύνατόν ἐστι δὶς αὐτὰ γενέσθαι, ταῦτα ὄναρ γενόμενα οὐκέτι ἔσται· ἔφθασε γὰρ γενέσθαι. τραπεζίταις δὲ καὶ δανεισταῖς καὶ ἐρανάρχαις καὶ ναυκλήροις καὶ ἐμπόροις καὶ πᾶσι τοῖς χρήματα συνάγουσιν ἀπώλειαν τῶν κεφαλαίων διὰ τὸ ὁμώνυμον σημαίνει. ἀγαθὸν δὲ καταχρέοις διὰ τὰ αὐτά. ὁ δὲ ἐπὶ ξένης ὢν εἰς τὴν ἑαυτοῦ κατέλθοι ἄν, καὶ ὁ περὶ γῆς δίκην ἔχων νικήσει· ἀφαιρεθεῖσα γὰρ ἡ κεφαλὴ εἰς τὴν γῆν πίπτει καὶ ἐν αὐτῇ μένει καὶ τῷ λοιπῷ σώματι παρέχει τὸ μηκέτι λυπεῖσθαι. δούλῳ δὲ ἐν πίστει μὲν ὄντι τῆς πίστεως παραλυθῆναι σημαίνει· οὐ γάρ τις πρὸ καταγνώσεως τραχηλοκοπεῖται ἢ ὅτι μὴ ἔχων κεφαλὴν οὐ πιστεύεται· ‘ἀκέφαλον’ γὰρ λέγομεν τὸν ἄτιμον· τοῖς δὲ λοιποῖς πᾶσιν ἐλευθερίαν σημαίνει τὸ ὄναρ· κυρία [*](p.37) γὰρ τοῦ σώματος οὖσα ἡ κεφαλὴ ἐπειδὰν ἀφαιρεθῇ, χωυρισθέντα τοῦ δεσπότου τὸν οἰκέτην ἐλεύθερον σημαίνειἔσεσθαι. πολλοὶ δὲ αὐτὸ μόνον ἐπράθησαν. ἐν δὲ ταῖς περὶ ἐπιτιμίας ἢ χρημάτων δίκαις καταδίκην μαντεύεται τὸ ὄναρ, καὶ ἡ αἰτία φανερά. εἰ δέ τις πλέων ἴδοι τὸν ὄνειρον τοῦτον, ἀπολεῖσθαι τοῦ πλοίου τὴν ἱστοκεραίαν σημαίνει, εἰ μὴ τῶν ναυτῶν τις εἴη ὁ ἑορακώς· ἐπὶ γὰρ τούτων ἐτήρησα τοῖς ἄρχουσι θάνατον σημαῖνον· ἄρχει δὲ περινέου μὲν ὁ τοίχαρχος, τοιχάρχου δὲ ὁ πρῳρεύς, πρῳρέως δὲ ὁ κυβερνήτης, κυβερνήτου δὲ ὁ ναύκληρος· ἐπὶ δὲ τῶν ἐμπόρων
45
καὶ ἐπιβατῶν τοῦ παντὸς σώματος εἰς τὴν ναῦν διῃρημένου κεφαλὴν ἄν τις λέγοι τὴν ἱστοκεραίαν. οἶδα δέ τινα, ὅς ἔδοξε τετραχηλοκοπῆσθαι καὶ ὢν Ἕλλην ἔτυχε τῆς Ῥωμαίων πολιτείας καὶ οὕτως ἀφῃρέθη τοῦ προτέρου ὀνόματός τε καὶ ἀξιώματος.

Δύο δὲ ἔχειν κεφαλὰς ἢ τρεῖς ἀγαθὸν ἀθλητῇ τοσούτους γὰρ ἀγῶνας στεφανωθήσεται. ἀγαθὸν δὲ καὶ πένητι· πρὸς γὰρ τῷ πολλὰ κεφάλαια κτήσασθαι καὶ οὐσίαν περιβάλλεσθαι πολλὴν καὶ παῖδες αὐτῷ ἀγαθοὶ καὶ γυνὴ καταθύμιος ἔσται. πλουσίῳ δὲ ἐπανάστασιν σημαίνει ἔκ τινων συγγενῶν. καὶ ἐὰν μὲν ἡ προτέρα ὑπερέχῃ κεφαλή, οὐ καθελοῦσιν αὐτὸν οἱ ἐπαναστάντες ἐὰν δὲ ὑπερέχηται, κίνδυνον αὐτῷ καὶ θάνατον σημαίνει.

Ἀπεστραμμένην ἰδεῖν τὴν ἑαυτοῦ κεφαλήν, ὥστε τὰ ὀπίσω βλέπειν, κωλύει μὲν τῆς ἑαυτοῦ μετανίστασθαι πατρίδος μετάνοιαν ἐπὶ τῇ ἀποδημίᾳ προαγορεῦον, κωλύει δὲ καὶ πᾶν ὁτιοῦν πράττειν ἄλλο· οὐ γὰρ τὰ νῦν κεχαρισμένα ἀλλὰ τὰ μέλλοντα βλέπειν κελεύει. τοῖς δʼ ἐπὶ ξένης οὖσι τὴν εἰς οἶκον ἀνακομιδὴν προαγορεύει ὀψὲ καὶ παρὰ [*](p.38) προσδοκίαν· ἰδεῖν γὰρ καὶ παρὰ δύναμιν σημαίνει τὴν οἰκείαν.

Λέοντος καὶ λύκου καὶ παρδάλεως καὶ ἐλέφαντος κεφαλὴν δοκεῖν ἔχειν ἀντὶ τῆς ἑαυτοῦ ἀγαθόν· μείζοσι γὰρ ἢ

46
καθ’ ἑαυτὸν ἐγχειρήσας ὁ ἰδὼν πράγμασιν ἐπὶ τούτοις νίκης τεύξεται καὶ περιγενόμενος ὠφεληθήσεται πολλά, φοβερὸς μὲν τοῖς ἐναντίοις ἐπαχθὴς δὲ τοῖς ἰδίοις γενόμενος. πολλοὶ δὲ καὶ ἐπʼ ἀρχὰς καὶ ἡγεμονίας ὁρμήσαντες ἐπὶ τούτοις --- ἔτυχον. κυνὸς δὲ ἢ ἵππου ἢ ὄνου τινος τῶν ἄλλων τετραπόδων ἢ πετεινοῦ κεφαλὴν δοκεῖν ἔχειν ἀντὶ τῆς ἑαυτοῦ, εἰ μὲν τετραπόδου, δουλείαν καὶ ταλαιπωρίαν σημαίνει· εἰ δέ τινος τῶν πετεινῶν, τὸ μὴ μεῖναι ἐν τοῖς οἰκείοις χωρίοις, ἢ διὰ τὴν πτῆσιν, ὅτι τὰ ὀρνιθογενῆ οὐ μένει παρὰ τοῖς γονεῦσιν.

Ἐν ταῖς χερσὶ τὴν κεφαλὴν ἔχειν τὴν ἑαυτοῦ ἀγαθὸν ἄπαιδι καὶ ἀγάμῳ καὶ τῷ ἀπόδημον προσδεχομένῳ. εἰ δέ τις τημελήσειε τὴν κεφαλήν, οἰκονομήσει τι τῶν περὶ αὐτὸν κακῶς ἐχόντων καὶ διαλύσει τι τῶν ἐν τῷ βίῳ μοχθηρῶν. τὸ δʼ αὐτὸ σημαίνει καὶ εἴ τις ἅμα κρατῶν ἐν ταῖς χερσὶ τὴν ἑαυτοῦ κεφαλὴν ἑτέραν ἔχειν νομίσειε τῆς κατὰ φύσιν.

Κέρατα ἔχειν προσπεφυκότα βοὸς ἢ ἄλλου τινὸς ζῷου βιαίου ἐπάγει βιαίους θανάτους· ὡς δʼ ἐπὶ τὸ πολὺ τραχηλοκοπηθῆναι τὸν ἰδόντα σημαίνει· τοῦτο γὰρ καὶ τοῖς κέρατα φοροῦσι ζῴοις συμβαίνει.

Ὦμοι παχεῖς καὶ εὔσαρκοι πᾶσιν ἀγαθοὶ πλὴν τῶν ἐν δεσμοῖς ὄντων καὶ εἰρκτῇ· εὐανδρίαν γὰρ καὶ εὐπραξίαν [*](p.39) σημαίνοντες τούτοις μόνοις εἰσὶ πονηροί· πλείονι γὰρ χρόνῳ ὑπομενοῦσι τὰ δεινά, ὡς ἔτι τῶν ὤμων ἀντέχειν

47
δυναμένων. εἰ δέ τι πάθοιεν οἱ ὦμοι, τὰ ἐναντία τοῖς προειρημένοις σημαίνουσι, πολλάκις δὲ καὶ ἀδελφοῦ θάνατον ἢ νόσον· καὶ γὰρ οἱ ὦμοι ἀδελφοί εἰσιν ἀλλήλων.

Στῆθος ὑγιὲς καὶ ἀπαθὲς ἀγαθόν. τὸ δὲ λάσιον καὶ πεπυκνωμένον θριξὶν ἀνδράσι μὲν ἀγαθὸν καὶ κερδαλέον, γυναιξὶ δὲ χηρείαν μαντεύεται· ἀμελέστερον γὰρ διάγουσι καὶ δασύνονται, ἐπειδὰν μὴ παρῇ διʼ ὃν ἀσκοῦσι τὰ σώματα. ἀγαθοὶ δὲ καὶ οἱ μαζοὶ πάσης ἐκτὸς ὄντες αἰκίας. εἰ δὲ καὶ μείζονές τινι γίγνοιντο τὸ εὔρυθμον καὶ χάριεν φυλάσσοντες, τέκνων ἅμα καὶ σωμάτων ἐπίκτησιν προαγορεύουσι· παθόντες δέ τι καὶ οἷον ἡλκομένοι νόσον σημαίνουσιν, ἀποπίπτοντες δὲ θάνατον παισὶ τοῦ ἰδόντος· οὐκ ὄντων δὲ παίδων ἀπορίας εἰσὶ σημαντικοί, πολλάκις δὲ καὶ πένθους, μάλιστα δὲ γυναιξίν αὗται γὰρ ἐν τῷ πένθει καὶ τοὺς μαζοὺς λωβῶνται. τροφῷ δέ, εἰ τέκνον ἔχοι, εἰς τὸ τρεφόμενον ἀποβήσεται. πολλοὺς δὲ ἔχειν μαζοὺς τὸ αὐτὸ σημαίνει τῷ δοκεῖν τοὺς ὄντας μείζονας γεγονέναι, γυναικὶ δὲ καὶ μοιχείαν. τιτρώσκεσθαι δὲ κατὰ τὸ στῆθος ὑπὸ οὑτινοσοῦν γνωρίμου λυπηρὰν ἀκοῦσαί ποθεν ἀγγελίαν σημαίνει τοῖς πρεσβύταις· νέοις δὲ καὶ ἀνδράσι καὶ γυναιξὶν ἔρωτα δηλοῖ.

Χεῖρες εὔτονοι καὶ καλαὶ εὐπραξίαν σημαίνουσι μάλιστα χειροτέχναις καὶ τοῖς διὰ δόσεως καὶ λήψεως ποριζομένοις· φοβουμένῳ δὲ δεθῆναι οὐκ ἄφοβον τὸ ὄναρ. ἤδη δὲ

48
[*](p.40) κατὰ μέρος περὶ τῶν χειρῶν ἐρῶ. ὅ τι ἂν οἱ βραχίονες πάθωσι, πένθος σημαίνουσιν· ὅ τι δʼ ἂν οἱ πήχεις, παραλύουσι τῶν ἐν χερσὶ πραγμάτων καὶ τῶν ὑπηρετούντων στερίσκουσιν. ἤκουσα δέ τινος τῶν περὶ ταῦτα δεινῶν λόγον λέγοντος ἐμοὶ μὲν ἀρέσκοντα, ἐπεὶ καὶ ταῖς ἀποβάσεσιν ἀκόλουθον ὄντα εὗρον αὐτόν· εἰ δέ τῳ μὴ πιθανὰ δοκῶ λέγειν, οἷς ἀρέσκεται χρήσθω. σημαίνειν γὰρ ἔφη τὴν μὲν δεξιὰν χεῖρα τὰ ποριζόμενα τὴν δὲ εὐώνυμον τὰ πεπορισμένα· ἡ μὲν γὰρ πρὸς τὸ λαβεῖν ἕτοιμος, ἡ δὲ ἐπιτήδειος πρὸς τὸ φυλάξαι. ἔστι δὲ παλαιὰ διαίρεσις καὶ ἀληθὴς καὶ ἥδε. σημαίνει ἡ μὲν δεξιὰ χείρ υἱὸν πατέρα φίλον καὶ ἄλλον ὃν ἐν τῇ συνηθείᾳ καταχρώμενοι λέγομεν ὅτι ἡ δεξιὰ χείρ ἐστι τοῦ δεῖνος· ἡ δὲ εὐώνυμος γυναῖκα μητέρα ἀδελφὴν θυγατέρα δούλην. ὁποτέρας οὖν ἄν τις δόξῃ ἀφῃρῆσθαι, στερηθήσεταί τινος τῶν ὑπʼ αὐτῆς σημαινομένων. κοινῇ δὲ αἱ χεῖρες ἀμφότεραί σημαίνουσί τέχνας χειρόγραφα λόγους· τέχνας μὲν ἐπεὶ διὰ χειρῶν αἱ τέχναι, χειρόγραφα δὲ ὅτι καὶ αὐτὰ χεῖρες λέγονται, λόγους δὲ ἐπεὶ ἅμα τοῖς λόγοις αἱ χεῖρες κινοῦνται. ὅτι μὲν γὰρ ναύταις καὶ ὀρχησταῖς καὶ θαυματοποιοῖς μὴ ἔχειν τὰς χεῖρας οὐκ ἀγαθόν, ἐπειδὴ ἄνευ τούτων οὐχ οἷοί τέ εἰσιν ἐργάζεσθαι, δῆλον δήπουθέν ἐστι πᾶσιν.

49

Δάκτυλοι χειρῶν ἀποβαλλόμενοι πάντες ἢ ἐκ μέρους βλάβας σημαίνουσι καὶ ὑπηρετῶν ἀπώλειαν, γραφεῦσι δὲ καὶ φιλολόγοις σχολὴν καὶ ἀργίαν, τοῖς δὲ ὀφείλουσι πλέον τοῦ δέοντος ἀποδοῦναι καὶ τοῖς δανείζουσιν ἧττον ἀπολαβεῖν. οἶδα δέ τινα, ὃς μέλλων δανείζεσθαι ἔδοξε δακτύλους οὐκ ἔχειν. τούτῳ ὁ δανειστὴς καὶ μὴ γράψαντι ἐπίστευσεν.

Πλείονας ἔχειν δακτύλους τἀναντία σημαίνει τῷ δοκεῖν [*](p. 41) ἥττονας ἔχειν· ὅσοι γὰρ προσγίνονται τοῖς κατὰ φύσιν δακτύλοις, αὐτοί τε ἅμα εἰσὶν ἀργοὶ καὶ τοὺς ἐξ ὧν πεφύκασιν ἀργοὺς ποιοῦσι. πλανώμενοι δέ τινες ἀγαθὸν ὑπέλαβον εἶναι τὸ τοιοῦτο.

Τρίχας ἔχειν ἐκ τῶν χειρῶν πεφυκυίας ἀπὸ μὲν τῶν καρπῶν δεσμὰ σημαίνει, ἀπὸ δὲ τῶν πλατειῶν τῶν ἐντὸς σχολὴν καὶ ἀγρίαν πᾶσι σημαίνει, μάλιστα δὲ γεωργοῖς καὶ χειροτέχναις· οὐκέτι γὰρ περὶ τὰ ἔργα τριβομένων τῶν χειρῶν οὐδὲ πυκνουμένης τῆς ἐπιφανείας εἰκὸς ἂν εἴη καὶ τρίχας ἀναφανῆναι.

Πολλὰς χεῖρας ἔχειν ἀγαθὸν χειροτέχνῃ· οὐ γὰρ παύσεται ἐργαζόμενος· τρόπον γάρ τινά φησιν αὐτῷ τὸ ὄναρ ‘δεῖ σοι χειρῶν πλειόνων διὰ τὸ τῶν ἔργων πλῆθος.ʼ ἀγαθὸν δὲ καὶ τοῖς δικαιοπραγοῦσι· πρόσκτησιν γὸρ καὶ τέκνων καὶ οἰκετῶν σημαίνει καὶ χρημάτων ὁ ὄνειρος, ὡς πολλάκις ἐτήρησα· κακούργοις δὲ δεσμὰ καὶ οὕτως περὶ ἓν σῶμα πολλὰς γενέσθαι χεῖρας σημαίνει.

50

Λαγόνας καὶ ὑπογάστριον καὶ πάντα τὰ μέχρι βουβώνων τὴν τοῦ σώματος ἰσχύν τε καὶ ὕπαρξιν σημαίνειν νομιστέον. τοιγαροῦν ἐάν τι ταῦτα τὰ μέρη πάθῃ, νόσον μέν τῷ σώματι, ἔνδειαν δὲ κατὰ τὸν βίον προαγορεύει. αὐτὸς δέ ὁ ὀμφαλὸς ὄντων μὲν γονέων τοὺς γονεῖς, οὐκ ὄντων δέ τὴν πατρίδα σημαίνει, ἧς ἐξέφυ τις καὶ ἐξεγένετο, ὥσπερ καὶ τοῦ ὀμφαλοῦ. ἐὰν οὖν τι περὶ τὸν ὀμφαλὸν δυσχερὲς γένηται, στερηθῆναι γονέων ἢ τῆς πατρίδος σημαίνει, καὶ τὸν ἐπὶ ξένης ὄντα οὐκ ἐπανάγει.

Ἀνατετμῆσθαι δοκεῖν καὶ ἰδεῖν τὰ ἐντὸς ἑαυτοῦ κατὰ [*](p. 42) φύσιν καὶ ἕκαστον κοσμίως κείμενον ἀγαθὸν ἄπαιδι καὶ πένητι· ὁ μέν γὰρ ὄψεται παῖδας ἰδίους, ὁ δὲ κτήματα· καὶ γὰρ οἱ παῖδες σπλάγχνα λέγονται ὡς ἐντόσθια, καὶ ὥσπερ οἴκῳ κτήματα, οὕτω τὰ σπλάγχνα ταῖς λαγόσιν ἔγκειται. πλουσίῳ δέ καὶ παντὶ τῷ λανθάνειν πειρωμένῳ ἀσχημοσύνην καὶ ἔλεγχον μαντεύεται. δεινὸν δέ πᾶσι τὸ ὑπό τινος κατανοεῖσθαι τὰ σπλάγχνα· πραγμάτων γὰρ πονηρῶν καὶ δικῶν ἐπαγογὴν σημαίνει καὶ τὰ κρυπτὰ ἐλέγχει. ἀνατμηθέντα δέ δοκεῖν κενὸν εἶναι, μηδενὸς τῶν σπλάγχνων ἐντὸς ὄντων, ἔρημον τὸν οἶκον τοῦ ἰδόντος ἔσεσθαι σημαίνει καὶ τέκνων ὄλεθρον καὶ τῷ νοσοῦντι θάνατον. ἀγαθὸν δʼ ἄν εἴη μόνῳ τῷ ἐν πολλοῖς κακοῖς ὄντι καὶ ἀνιωμένῳ· τῶν γὰρ ἐν ποσὶ κακῶν παῦλαν προσημαίνει· ὁ γὰρ τὰ περιεκτικὰ τῶν φροντίδων ἀπολέσας εἰκότως ἄλυπός ἐστιν. ἔτι κἀκεῖνο χρὴ σκοπεῖν· ἡ καρδία γυναῖκα

51
σημαίνει ἀνδρὸς ἰδόντος, ἄνδρα δὲ γυναικὸς ἰδούσης διὰ τὸ τὴν ὅλην τοῦ σώματος ἔχειν διοίκησιν. καὶ τὸν θυμὸν τοῦ ἰδόντος καὶ τὸ πνεῦμα· τούτων γάρ ἐστι περιεκτική. καὶ ὁ πνεύμων ὁμοίως. ἧπαρ δὲ τέκνον καὶ βίον καὶ φροντίδας, χολὴ δὲ τὸν θυμὸν καὶ χρήματα καὶ γυναῖκα, σπλήν δὲ ἡδονὰς καὶ γέλωτα καὶ τὰ ἔπιπλα τῶν σκευῶν, κοιλία δὲ καὶ ἔντερα τέκνα πρῶτον, εἶτα δανειστάς, ἐπεὶ μετὰ πολλῆς βίας ἀπαιτεῖ τροφάς. νεφροὶ δὲ ἀδελφοὺς καὶ συγγενεῖς καὶ ---τέκνα. ὅθεν μένοντα μὲν ταῦτα μεῖναι καὶ τὰ σημαινόμενα ὑπʼ αὐτῶν σημαίνει, διπλούμενα δὲ πάντα ἢ ἕκαστον ἰδίᾳ διπλᾶ ἔσεσθαι τὰ σημαινόμενα δηλοῖ.

Τὸ αἰδοῖον ἔοικε γονεῦσι μέν, ἐπεὶ τὸν σπερματικὸν ἐπέχει λόγον· τέκνοις δέ, ἐπεὶ καὶ αὐτὸ τέκνων αἴτιον. γυναικὶ δὲ καὶ ἐρωμένῃ, ὅτι πρὸς ἀφροδίσια ἐπιτήδειόν ἐστιν. ἀδελφοῖς δὲ καὶ πᾶσι τοῖς καθʼ αἷμα προσήκουσιν, ἐπεὶ [*](p. 43) τοῦ παντὸς οἴκου ὁ λόγος ἤρτηται ἀπὸ τοῦ αἰδοίου. ἰσχύι δὲ καὶ τῇ τοῦ σώματος ἀνδρείᾳ, ὅτι καὶ αὐτὸ τούτων αἴτιον διὸ ἀνδρεία πρός τινων καλεῖται. λόγοις δὲ καὶ παιδείᾳ, ὅτι γονιμώτατον πάντων τὸ αἰδοῖόν ἐστιν ὥσπερ καὶ ὁ λόγος. εἶδον δὲ καὶ ἐν Κυλλήνῃ γενόμενος Ἑρμοῦ ἄγαλμα οὐδὲν ἄλλο ἢ αἰδοῖον δεδημιουργημένον λόγῳ τινὶ

52
φυσικῷ. ἔτι καὶ περιουσίᾳ καὶ κτήσει διὰ τὸ ποτὲ μέν ἐπιτετάσθαι ποτὲ δὲ ἀνεῖσθαι καὶ παρέχειν καὶ ἀποκρίνεινδύνασθαι. βουλεύμασι δέ ἀπορρήτοις, ὅτι μήδεα καλεῖται τά τε βουλεύματα καὶ τὸ αἰδοῖον. πενία δέ καὶ δουλεία καὶ δεσμοῖς ὅτι ἀναγκαῖον καλεῖται καὶ τῆς ἀνάγκης ἐστὶ σύμβολον. πρὸς δὲ καὶ ἀξιώματος ἐπτιμία· αἰδὡς γὰρ καὶ ἐπιτιμία καλεῖται. τοιγάρτοι παρὸν μὲν καὶ μένον ἐν τῇ τάξει τῇ οἰκεία ἐπιδιαμεῖναι τὸ παρὸν ἑκάστῳ ὅ τι ἄν ᾖ ὅμοιον τῷ αἰδοίῳ σημαίνει, αὐξῆσαν δὲ καὶ ἐπαύξει, ἀφαιρεθὲν δὲστερίσκει. διπλοῦν δὲ γενό μενον διπλᾶ τὰ ὄντα ἔσεσθαι σημαίνει πάντα πλὴν γυναικὸς ἢ ἐρωμένης· τούτων δὲ στερίσκει δυσὶ γὰρ ἅμα αἰδοίοις οὐκ ἔνεστι χρῆσθαι. οἶδα δέ τινα, ὃς ἔδοξε τρία ἔχειν αἰδοῖα δοῦλος ὤν, καὶ ἐγένετο ἐλεύθερος καὶ ἀνθʼ ἑνὸς ὀνόματος τρία ἔσχε, τὰ δύο τοῦ ἀπελευθερώσαντος προσλαβών. ἀλλὰ τοῦτο ἅπαξ ἐγένετο δεῖ δὲ μὴ ἀπὸ τῶν σπανίων ἀλλὰ τῶν ὡς ἐπὶ τὸ πολὺ ἐχόντων τὰς κρίσεις ποιεῖσθαι.

Οἱ βουβῶνες οὐ μακρὰν τῶν αἰδοίων --- οὐδὲ διάφορόν τι σημαίνουσιν. ὅθεν χρὴ κατὰ ταὐτὰ τοὺς [*](p. 44) βουβῶνας τοῖς αἰδοίοις ἐκλαμβάνειν. οἱ δὲ μηροὶ τὰ μὲν ἄλλα πάντα ἐπίσης τοῖς αἰδοίοις σημαίνουσι, μόνον δὲ πιαλέοι γενόμενοι τοῖς πλουσίοις ἀηδεῖς τετήρηνται· ὡς γὰρ ἐπὶ τὸ πλεῖστον περὶ τὰ ἀφροδίσια δαπάνας σημαίνουσι σχεδὸν δέ οὐδέ δαπάνας ἀλλὰ βλάβας.

53

Τὰ γόνατα πρός τε ἰσχὺν καὶ εὐανδρίαν ἐστὶ ληπτέα καὶ πρὸς κινήσεις καὶ πράξεις. ὅθεν ἐρρωμένα καὶ σῶα ὄντα ἀποδημεῖν τε καὶ ἄλλην κίνησιν ἡντιναοῦν ἐπιτρέπει κινεῖσθαι καὶ πράξεις ὑπαγορεύει καὶ ὑγεῖαν τῷ ἰδόντι ἤν δέ τι πάθῃ, τἀναντία. ὅ τι δʼ ἂν ἐκ τῶν γονάτων φυτὸν πεφυκέναι δόξῃ τις ἀργοῖς χρήσεται τοῖς γόνασιν· ἐὰν δὲ νοσῶν ἴδῃ, τεθνήξεται γῆθεν γὰρ φύεται τὰ φυτά, εἰς γῆν δὲ καὶ τὰ τῶν σωμάτων ἀναλύεται συγκρίματα. οἶδα δέ τινα, ὅς ἔδοξεν ἐκ τοῦ γόνατος τοῦ δεξιοῦ ἰδεῖν πεφυκότα κάλαμον, καὶ συνέβη αὐτῷ σύριγγα ἐν τῷ γόνατι γενέσθαι καὶ γὰρ ὁ κάλαμος γόνυ τε ἔχει καὶ σύριγξ γίνεται. πολλάκις δέ τὰ γόνατα πρὸς ἀδελφοὺς καὶ κοινωνοὺς διατείνει, ἐπεὶ καὶ αὐτὰ ἀδελφά ἐστιν ἀλλήλων καὶ κοινωνεῖ τῆς πορείας. ἔτι καὶ ἀπελευθέρους σημαίνει· ἐπίσης γὰρ τοῖς ποσὶν ὑπηρετεῖ, πλὴν ὑπὲρ τοὺς πόδας ὄντα εἰκότως οὐχὶ δούλους ἀλλʼ ἀπελευθέρους σημαίνει.

Αἱ κνῆμαι ἔμπροσθέν τε καὶ ὄπισθεν τὰ αὐτὰ τοῖς γόνασι σημαίνουσι. σφυρὰ δὲ καὶ πόδες ἄκροι τὰ μὲν ἄλλα ἐπίσης τοῖς γόνασι σημαίνουσιν, ἐν δὲ τῷ μὴ ἀπελευθέρους ἀλλὰ δούλους σημαίνειν διαφέρουσί.

Πλείονας πόδας ἔχειν ἀγαθὸν ἐμπόρῳ καὶ ναυκλήρῳ καὶ παντὶ τῷ μισθωτοὺς τρέφοντι· σομάτων γὰρ πλειόνων [*](p. 45) ἄρξουσι. κυβερνήτῃ δὲ ἰδόντι τὸ ὄναρ γαλήνην σημαίνει·

54
πλείοσι γὰρ τοσὶ χρήσεται τῆς ωεὼς ἐρεσσομένης. ἀγαθὸν καὶ πένητι· κτήσεται γὰρ οἰκέτας. πλουσίῳ δὲ νόσον σημαίνει, ἵνα μὴ τοῖς αὑτοῦ ποσὶ μόνοις ἀλλὰ καὶ τοῖς τῶν βασταζόντων χρώμενος πλείονας ἔχειν δοκῇ. πολλούς δὲ τὸ ὄναρ τοῦτο καὶ τυφλοὺς ἐποίησεν, ἵνα χειραγωγοῖς χρήσωνται· καὶ πανούργους ἔδησεν, ἵνα μετὰ φυλάκων καὶ μὴ μόνοι προέρχωνται. οἶδα δέ τινα, ὃς ἔδοξε τοῦ παντὸς σώματος ἀτρέμα μένοντος τοὺς πόδας αὐτοῦ μόνους βαδίζειν καὶ προβαίνειν μὲν μηδὲ βραχύ, ὅμως δὲ κινεῖσθαι. συνέβη αὐτῷ εἰς ἀντλίαν καταδικασθῆναι· καὶ γὰρ τοῖς ἀντλοῦσι συμβέβηκε διαβαίνειν μὲν ὡς βαδίζουσιν, ἀεὶ δέ μένειν ἐν τῷ αὐτῷ τόπῳ. ἔτι καὶ ἄλλος ἔδοξεν ἀπὸ τῶν ποδῶν αὐτοῦ ῥεῖν ὕδωρ, καὶ συνέβη καὶ τούτῳ εἰς ἀντλίαν καταδικασθῆναι ὄντι πανούργῳ, καὶ τοῦτον τὸν τρόπον ἀπὸ τῶν ποδῶν αὐτοῦ ἔρρευσεν ὕδωρ. ἕτερος δὲ τὸν αὐτὸν ἰδὼν ὄνειρον οὐκ ὢν πανοῦργος ὑδρωπίασε. τὸ δὲ δοκεῖν καιομένους ἰδεῖν τοὺς πόδας πᾶσιν ἐπίσης κακὸν καὶ σημαίνει ἀποβολὴν καὶ διαφθορὰν τῶν ὑπαρχόντων, ναὶ μὴν καὶ παίδων καὶ δούλων ἐπίσης γὰρ τοῖς θεράπουσιν οἱ παῖδες ὑπηρετοῦσί τε τοῖς γονεῦσι καὶ θεραπεύουσιν αὐτοὺς ὥσπερ οἰκέται. ὅπερ τοὺς πολλοὺς ἔλαθε τῶν ὀνειροκριτῶν ἡγουμένους ὅτι οἱ πόδες μόνους οἰκέτας σημαίνουσι. μόνοις δέ τὸ ὄναρ τοῦτο δρομεῦσι συμφέρει, ὅταν πρὸς ἀγῶνα ὄντες ἴδωσι θᾶττον γὰρ καὶ ὡς εἰπεῖν ἐκ πυρὸς ἁρπάσουσι τὰ σκέλη.

55

Νῶτον δὲ καὶ τὰ ὀπίσθια πάντα τοῦ γήρως εἶναι σημαντικὰ [*](p.46) νομίζομεν. ὅθεν ὀρθῶς ἔνιοι καὶ Πλούτωνος αὐτὰ καλοῦσιν ἴδια. τοιγαροῦν ὁποῖα ἄν τις αὐτὰ δόξῃ ἔχειν, τοιούτῳ χρήσεται τῷ γήρᾳ.

Ἐν τοῖς περὶ ἀλλοώσεως πρῶτον χρη τὸ ποσὸνὅπερ κατὰ μέγεθος θεωρεῖται, σκοπεῖν, δεύτερον τὸ ποιόν, ὃ κατὰ τὴν ὕλην θεωρεῖται, τρίτον τὸ κατὰ τὴν ἰδέαν ὅπερ ἴδιον τῆς μορφῆς. καὶ τὸ μὲν ποσόν, τοῦτ’ ἔστιν ἐκ μικροῦ μέγαν γενέσθαι ἢ ἐκ τοῦ ὄντος μείζω, ἀγαθόν, εἰ μὴ ὑπὲρ ἄνθρωπόν τις μέγας δόξειε γεγονέναι· οὐ γὰρ τὸ σῶμα ἀλλὰ τὰς πράξεις αὐξῆσαι σημαίνει τὸ ὄναρ καὶ τὸν βίον τοῦ ἰδόντος. τὸ δὲ ὑπὲρ ἄνθρωπον μέγαν δοκεῖν γεγονέναι θάνατον τῷ ἰδόντι σημαίνει· καὶ εἴ τις τὸ ἑαυτοῦ παιδίον βραχὺ ὄν ἄνδρα δόξειε γεγονέναι, τεθνήξεται τὸ παιδίον. δεινὸν δὲ καὶ πρεσβύτῃ τὸ εἰς παῖδα μεταβάλλειν θάνατον γὰρ αὐτῷ σημαίνει. ἀγαθὸν δὲ ἀνδρὶ τὸ εἰς νεανίσκον μεταβάλλειν καὶ νεανίσκῳ τὸ εἰς παῖδα ἕκαστος γὰρ αὐτῶν ἐπὶ τὸ ὡραιότερον μεταβάλλει. ἀγαθὸν δὲ καὶ παιδὶ εἰς νεανίσκον καὶ νεανίσκῳ εἰς ἄνδρα καὶ ἀνδρὶ εἰς γέροντα μεταβάλλειν ἕκαστος γὰρ αὐτῶν ἐπὶ τὸ ἐντιμότερον μεταβάλλει. εἰ δὲ νεανίσκος εἰς γέροντα μεταβάλοι, τεθνήξεται μὲν οὐχὶ ὡς ὁ παῖς, νοσήσει δέ. καὶ εἰ ἀνὴρ εἰς παῖδα μεταβάλοι,

56
ἀφρόνως τι πραγματευσάμενος βλαβήσεται τὸ γὰρ ποιητικὸν ὀρθῶς εἴρηται
  • αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται.
  • Τὸ δὲ ποιὸν τῆς μεταβολῆς ὧδε ἔχει. εἰ μὲν εἰς γυναῖκα [*](p.47) μεταβάλοι ποτὲ ἀνήρ, πένητι μὲν ἀγαθὸν καὶ δούλῳ ὁ μὲν γὰρ ἕξει τὸν θρέψοντα αὐτὸν ὥσπερ καὶ γυνή, ὁ δὲ ἀπονώτερον δουλεύσει· μικρότεροι γὰρ οἱ γυναικῶν πόνοι. πλουσίῳ δὲ πονηρόν, καὶ μόλιστα πολιτευομένῳ· ὡς γὰρ ἐπὶ τὸ πολὺ οἰκουροῦσιν αἱ γυναῖκες. διὸ παραλύσει πάσης ἀρχῆς τὸν ἰδόντα τὸ ὄναρ. τοῖς δὲ σωμασκοῦσι νόσον σημαίνει θηλύτεραι γὰρ γυναῖκες ἀνδρῶν. εἰ δὲ γυνὴ εἰς ἄνδρα μεταβάλοι, ἄγαμος μὲν οὖσα γαμηθήσεται καὶ ἄπαις οὖσα τεκνώσει ἄρρεν, καὶ οὕτως εἰς τὴν ἀνδρείαν μεταβάλλει φύσιν. ἄνδρα δὲ ἔχουσα καὶ υἱὸν χήρα διατελέσει οὐ γὰρ ἀνδρὶ ἀνδρὸς ἀλλὰ γυναικὸς δεῖ. δούλῃ δὲ τὸ ὄναρ πλείονα τὴν δουλείαν ἐπάγει, ἀγαθὸν δὲ ἑταίρᾳ· ἡ μὲν γὰρ ἐπὶ πλεῖον ὡς ἀνὴρ ὑπομενεῖ τοὺς πόνους, ἡ δὲ οὐ παύσεται κινουμένη. εἰ δέ τις ἀργύρεος ἢ χρύσεος δόξειεν εἶναι ἀνὴρ ἢ γυνή, δοῦλος μὲν ὢν πραθήσεται, ἵνα ἀπαργυρωθῇ ἢ ἀποχρυσωθῇ, πένης δὲ εὐπορήσει, ἵνα περὶ αὐτὸν γένηται ἡ τοιαύτη ὕλη, πλούσιος δὲ ἐν ἐπιβουλαῖς ἔσται, πάντα γὰρ τὰ ἀργύρεα καὶ χρύσεα ἐπιβούλους ἔχει πολλούς. νοσοῦντι δὲ θάνατον προαγορεύει παντὶ δήπουθεν τὸ ὄναρ, ὥσπερ καὶ τὸ χάλκεον δοκεῖν γεγονέναι, πλὴν ἀθλητοῦ καὶ δούλου· ὁ μὲν γὰρ νικήσας ἀνδριάντος τεύξεται, ὁ δὲ ἐλευθερωθήσεται·

    57
    χάλκεαι γὰρ εἰκόνες τῶν ἐλευθέρων ἀνατίθενται. τὸ δʼ αὐτὸ σημαίνει κἂν εἰκόνα τις ἑαυτοῦ ἢ ἀνδριάντα ἴδῃ χάλκεον ἐν ἀγορᾷ κεί μενον. τὸ δὲ εἰς σίδηρον μεταβάλλειν συμφορὰς ἀτλήτους σημαίνει, ἃς ὑπομείνας ὁ ἰδὼν εἰς γῆρας ἀφίξεται· σιδηρέους γὰρ καλοῦμεν τοὺς κακὰ ὑπομείναντας πολλά· πήλινον δὲ ἢ ὀστράκινον δοκεῖν γεγονέναι πᾶσι θάνατον σημαίνει χωρὶς τῶν διὰ γῆς ἢ πηλοῦ ἐργαζομένων. [*](p.48) τὸ δὲ λίθινον δοκεῖν γεγονέναι τραύματα καὶ κατακοπὰς τῷ ἰδόντι σημαίνει· οὐ γὰρ ἐνδέ χεται ἄνευ σιδήρου λίθινόν τινα γενέσθαι. ὁμοίως δὲ καὶ περὶ τῆς ἄλλης ὕλης ἐκλαμβάνειν δεῖ. εἰ δὲ εἰς θηρίον μεταβάλοι τις, ἀπὸ τῆς τοῦ θηρίου φύσεως τεκμαίρεσθαι δεῖ τὰς κρίσεις, δείξει δέ τὸ τοιοῦτον ἐν τῷ περὶ κυνηγίου λόγῳ ἡ δευτέρα βίβλος.

    Ἀγαθὸν δὲ ἐπίσης πᾶσιν ἐτήρησα τὸ κάλλος καὶ τὴν τοῦ σώματος εὐφυΐαν καὶ τὴν ἰσχύν, ὅταν μὴ ὑπὲρ ἄνθρωπον ᾖ ταῦτα, ἐπεὶ τό γε ὑπερβαλλόντως καλὸν εἶναι δοκεῖν ἢ εὐπρεπῆ ἢ ἰσχυρὸν ἐπίσης τῷ αἰσχρὸν εἶναι δοκεῖν ἢ παραλελύσθαι ἢ μὴ ἰσχύειν ἀποβαίνει. ἃ δὴ πάντα θάνατον μὲν τοῖς νοσοῦσιν ἀπραγίαν δέ καὶ μακρονοσίαν τοῖς ἐρρωμένοις σημαίνει.

    Περὶ διδασκαλίας τεχνῶν καὶ ἔργων καὶ ἐπιτηδευμάτον τὸ μὲν καθόλου καὶ ἐπὶ πάντων ἄπταιστον τοῦτό

    58
    ἐστιν. ὅσα τις ἔμαθε καὶ ἐδιδάχθη καὶ ἐπετήδευσε καὶ ποιεῖ ἔργα ἢ τέχνας, ταῦτα ὄναρ ἐργάζεσθαι καὶ ἐπιτηδεύειν καὶ τυγχάνειν τοῦ προκειμένου ἀγαθὸν πᾶσιν· ἃ γάρ τις ἐν νῷ ἔχει, περανεῖ καὶ κατὰ προαίρεσιν ἀνύσει· ἀποτυγχάνειν δέ μοχθηρόν, τὰ γὰρ ἐναντία τῇ προαιρέσει σημαίνει. ὅσα δέ τις οὐ μαθὼν οὐδὲ ἐπιτηδεύσας ὄναρ δοκεῖ ποιεῖν, ἐπιτυγχάνοντι μὲν ἀγαθόν, δυσεργὲς δὲ καὶ μόλις τελεσθησόμενον· ἀποτυγχάνοντι δὲ πρὸς τῇ ματαιοπονίᾳ παντὸς τοῦ προκειμένου καὶ χλεύη ἀκολουθεῖ. τὰ δὲ κατὰ μέρος ὧδέ πως ἔχει. γεωργεῖν ἢ σπείρειν ἢ φυτεύειν ἢ ἀροτριᾶν ἀγαθὸν τοῖς γῆμαι προῃρημένοις καὶ τοῖς ἄπαισιν· ἄρουρα μὲν γὰρ οὐδὲν ἄλλο ἐστὶν ἢ γυνή, σπέρματα δέ καὶ φυτὰ οἱ παῖδες, πυροὶ μὲν υἱοί, κριθαὶ δὲ [*](p.49) θυγατέρες, ὄσπρια δὲ τὰ ἐξαμβλώματα· τοῖς δὲ ἄλλοις πόνον καὶ κακοπάθειαν σημαίνει. καὶ ἐάν τις νοσῇ κατὰ τὸν οἶκον τοῦ ἰδόντος, τεθνήξεται· τὰ γὰρ σπέρματα καὶ τὰ φυτὰ ὥσπερ καὶ οἱ ἀποθανόντες καταχώννυται. θερίζειν δέ καὶ τρυγᾶν καὶ κλαδεύειν παρὰ μὲν τὸν καιρὸν ὁρώμενα τὰς πράξεις τὰς τοιαύτας καὶ τὰς ἐγχειρήσεις πάσας εἰς ἐκεῖνο καιροῦ καὶ ὥρας ἀναβάλλεται. κυβερνᾶν δὲ πᾶσιν, ἐὰν μὲν καθορμίζωνται καλῶς ἢ ἀνάγωνται ἀκινδύνως, ἀγαθόν, οὐ μέντοι ἄνευ τινὸς πόνου καὶ φόβου ἐσόμενον ἐὰν δὲ ἢ χειμάζωνται ἢ ναυαγῶσιν, ὑπερβολῇ
    59
    κακόν, ὡς ἐγὼ παρεφύλαξα. σκυτεύειν δὲ καὶ τεκτονεύειν ἀγαθὸν πᾶσι τοῖς κατὰ νόμον ζῶσι διὰ τὰ μέτρα καὶ τοῖς γῆμαι ἤ κοινωνῆσαι θέλουσι διὰ τὰς ῥαφὰς καὶ τοὺς ἁρμούς. τὸ δὲ βυρσοδεψεῖν πάσι πονηρόν· νεκρῶν γὰρ ἅπτεται σωμάτων ὁ βυρσοδέψης καὶ τῆς πόλεως ἀπῴκισται· ἔτι καὶ τὰ κρυπτὰ ἐλέγχει διὰ τὴν ὀδμήν. ἰατροῖς δὲ καὶ χαλεπώτατον ἀπάντων. χρυσοχοεῖν δὲ πανουργίας περὶ τὸν ἰδόντα σημαίνει διὰ τὰ ὑποκείμενα τῶν ἔργων καὶ διὰ τοὺς ὑποπεπλεγ μένους ἁρμούς. πλάσσειν δὲ καὶ πυξογραφεῖν καὶ τορεύειν καὶ ποιεῖν ἀγάλματα ἀγαθὸν μοιχοῖς καὶ ῥήτορσι καὶ πλαστογράφοις καὶ πᾶσι τοῖς ἀπατεῶσι διὰ τὸ τὰ μὴ ὄντα ὡς ὄντα δεικνύειν τὰς τέχνας ταύτας· τοῖς δὲ λοιποῖς περιβοησίας σημαίνει καὶ ὄχλων συνδρομὰς διὰ τὸ τὰ ἔργα ταῦτα πολλοῖς ἐπιδείκνυσθαι.

    χαλκεύειν δὲ καὶ παρεστάναι ἄκμονι ταραχὰς καὶ λύπας σημαίνει, τῷ δὲ γῆμαι προῃρημένῳ εὔνουν μὲν τὴν γυναῖκα διὰ τὰς φύσας (συμπνέουσι γάρ), μάχιμον δὲ διὰ τὰς σφύρας, ἠχοῦσι γάρ. περὶ δὲ τῶν ἄλλων τεχνῶν ἔχοντας τὰ ὑποδείγματα ὁμοίως συμβάλλειν χρὴ πρὸς τὰς ὑποστάσεις ἀφορῶντας τάς τε τῶν τεχνῶν καὶ τὰς τοῦ ἰδόντος. ἔτι κἀκεῖνο. ὅσα σημαίνουσιν αἱ τέχναι, ἤν τις αὐτὰς ἐργάζεσθαι δόξῃ, τὰ αὐτὰ σημαίνουσι καὶ οἱ τεχνῖται ὁρώμενοι καὶ τὰ ἐργαστήρια αὐτῶν καὶ τὰ ἐργαλεῖα, μικρᾶς ἐπὶ τῶν ἐργαλείων ὑπεξαιρέσεως τηρουμένης· ὅσα γὰρ τέμνει καὶ διχάζει, ταῦτα πάντα διχονοίας καὶ στάσεις καὶ βλάβας σημαίνει, ὅσα δὲ τῶν ἐργαλείων ἑνοῖ συνδεῖ, ταῦτα

    60
    ὠφελείας καὶ γάμους καὶ κοινωνίας προαγορεύει, ἀποδημεῖν δὲ κωλύει ὅσα δὲ λειοῖ, τὰς ἔχθρας παύει ὅσα δὲ ἀπευθύνει, ἢ τὴν εὐθεῖαν δείκνυσι, τὰ κρυπτὰ ἐλέγχει. διὸ καὶ τὴν γεωμετρίαν πρὸς τὰ τοιαῦτα ἐπιτήδειον νενομίκαμεν καὶ τοὺς γεωμέτρας ὄναρ ὁρωμένους.

    Γράμματα μανθάνειν μὴ εἰδότα ἀγαθόν τι μετὰ πόνου καὶ φόβου τῷ ἰδόντι ἐσόμενον προαγορεύει· φοβοῦνται γὰρ ἅμα καὶ πονοῦσιν οἱ μανθάνοντες, πλήν ἐπὶ τῷ συμφέροντι μανθάνουσιν. εἰ δέ τις εἰδὼς γράμματα πάλιν μανθάνοι, πονηρὸν καὶ ἄτοπον νομίζειν χρή· παιδαριῶδες γὰρ τὸ μανθάνειν. διὸ ἀπραξίας ἅμα τοῖς φόβοις καὶ πόνοις σημαίνει. μόνῳ δὲ τῷ ἐπιθυμοῦντι παιδὸς ἀγαθὸν τὸ τοιοῦτον οὐ γὰρ αὐτὸς ἀλλʼ ὁ ἐξ αὐτοῦ γενησόμενος παῖς μαθήσεται γράμματα. εἰ δέ τις Ἑλληνικὰ μανθάνοι γράμματα Ῥωμαῖος ὢν ἢ Ῥωμαϊκὰ Ἕλλην, ὁ μὲν εἰς Ἑλληνικὰς διατριβὰς ὁ δὲ εἰς Ῥωμαϊκὰς ἀφίξεται. πολλοὶ δὲ καὶ ἔγημαν Ῥωμαῖοι μὲν Ἑλληνίδας Ἕλληνες δὲ Ῥωμαίας τοιοῦτον ἰδόντες ὄνειρον. οἶδα δέ τινα, ὃς ἔδοξε Ῥωμαϊκὰ γράμματα μανθάνειν, καὶ εἰς δοῦλον κατεκρίθη· οὐδὲ γὰρ ἓν δοῦλος Ἑλληνιστὶ διδάσκεται. βαρβαρικὰ δὲ γράμματα ἀναγινώσκειν δοκεῖν καλῶς καὶ ἑκτικῶς εἰς βαρβάρους σημαίνει χώρας καὶ διατριβὰς ἀφικέσθαι κἀκεῖ πρᾶξαί τι λαμπρόν τὸ δὲ κακῶς ἀναγινώσκειν τὰ βαρβαρικὰ γράμματα [*](p.51) κακῶς ἐν βαρβάροις ἀπαλλάξαι σημαίνει ἢ νοσήσαντα παρακόψαι διὰ τὸ ξένον τῆς φονῆς. οἷα δʼ ἄν γράμματά τις μὴ δύνηται γράφειν ἀναγινώσκειν, ἀπραγήσει· καὶ εἰ μὲν ὀλίγα, πρὸς ἡμέρας· εἰ δὲ πολλά, πρὸς μῆνας.

    61