Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Εἴ τις δόξειε γεννᾶσθαι ὑπὸ γυναικὸς ἡστινοσοῦν, ὧδε κρίνειν προσήκει. πένητι μὲν ἀγαθόν ἕξει γὰρ τὸν θρέψοντα αὐτὸν καὶ ἐπιμελησόμενον αὐτοῦ ὥσπερ καὶ τὰ βρέφη, εἰ μὴ ἄρα χειροτέχνης εἴη· τῷδε γὰρ σχολὴν προαγορεύει· ἀργὰ γὰρ τὰ βρέφη καὶ ἐνειλημένα τὰς χεῖρας τυγχάνει. χεῖρες δὲ αἱ πράξεις εἴρηνται. πλουσίῳ δὲ τὸ μὴ κρατεῖν τῆς οἰκίας σημαίνει ἀλλʼ ὑπό τινων ἄρχεσθαι ὧν οὐ βούλεται καὶ γὰρ τὰ βρέφη ὑπὸ ἄλλων ἄρχεται ὧν οὐ κατὰ γνώμην αὐτοῖς. ἀνδρὶ δὲ γυναῖκα ἔχοντι μὴ ἔγκυον σημαίνει τῆς γυναικὸς στερηθῆναι οὐδὲ γὰρ τὰ βρέφη γυναιξὶ γαμεῖται ἢ σύνεστιν. ἔτι τῷ ἔχοντι ἔγκυον γυναῖκα σημαίνει παῖδα αὐτῷ γενήσεσθαι ὅμοιον κατὰ πάντα· οὕτω γὰρ ἂν ἄνωθεν αὐτὸς δόξειε γεννᾶσθαι. δούλῳ δὲ σημαίνει τὸ φιλεῖσθαι παρὰ τοῦ δεσπότου κἂν ἁμάρτῃ συγγνώμης ἀξιοῦσθαι, ἐλευθερωθῆναι δὲ οὐδέπω· καὶ γὰρ οὐδὲ τὰ βρέφη ἑαυτῶν ἄρχει, κἂν ἐλεύθερα [*](p. 18)

22
ᾖ. ἀθληταῖς δὲ κακόν οὔτε γὰρ βαδίζει τὰ βρέφη οὔτε τρέχει, οὔτε ῥῆξαί τινα δύναται, ὅπου γε οὐδὲ αὐτὰ βαδίζειν δύναται. τῷ δὲ ἐπὶ ξένης ὄντι τὴν εἰς οἶκον ἀνακομιδὴν σημαίνει, ἵνα ἐπʼ ἀρχὴν ἔλθῃ, ὡς καὶ τὸ γεννώμενον· ἢ πάλιν ἵνα εἰς τὴν γῆν ἔλθῃ, τοῦτʼ ἔστιν εἰς τὴν πατρίδα· κοινὴ γὰρ ἅπασιν ἐπίσης ἐστὶν ἡ γῆ πατρίς. τῷ δὲ νοσοῦντι θάνατον προαγορεύει τὸ ὄναρ, ἐπεὶ καὶ οἱ ἀποθανόντες ἐσχισμένοις ἐνειλοῦνται ῥάκεσιν ὡς καὶ τὰ βρέφη καὶ χαμαὶ τίθενται, καὶ οἷόν περ λόγον ἔχει ἡ ἀρχὴ πρὸς τὸ τέλος, τὸν αὐτὸν καὶ τὸ τέλος πρὸς τὴν ἀρχήν. καὶ τὸν ἀποδράσαι πειρώμενον οὐκ ἐᾷ διαφυγεῖν οὐδὲ τὸν ἀποδημεῖν θέλοντα ἐᾷ τῆς οἰκείας ἐξελθεῖν οὗτος ὁ ὄνειρος· οὐ γὰρ τὰ πρὸ ποδῶν δύναται φυλάξασθαι τὰ βρέφη· προσπταίει γὰρ ἑκάστοτε. ἐν δὲ ταῖς δίκαις τῷ μὲν ἐγκαλοῦντι δεινὸς ὁ ὄνειρος· οὐ γὰρ πείσει τοὺς δικαστὰς διὰ τὸ τραυλὸν τῆς φωνῆς, τῷ δʼ ἐγκαλουμένῳ καὶ φεύγοντι καὶ μάλιστα τῷ δεδιότι καταδικασθῆναι ἄφοβος ὁ ὄνειρος· τὰ γὰρ βρέφη συγγνώμης ἀξιοῦται, ἐὰν ἁμάρτῃ.

Εἰ δέ τις ἑαυτὸν ὑπολάβοι κυεῖν, εἰ μὲν πένης εἴη, πολλὰ κτήσεται καὶ περιβαλεῖται χρήματα, ὡς καὶ διογκωθῆναι· εἰ δὲ πλούσιος, ἐν βασάνοις ἔσται καὶ φροντίσι. καὶ ὁ γυναῖκα ἔχων στερηθήσεται αὐτῆς, ὡς οὐκέτι χρείαν ἔχων τῆς κυοφορούσης· ὁ δὲ μὴ ἔχων γυναῖκα γήμαι ἂν σφόδρα εὔνουν, ὡς δοκεῖν ταὐτὰ τῇ γυναικὶ πάσχειν· τοῖς δὲ λοιποῖς νόσον σημαίνει. τὸ δὲ ἀποτεκεῖν καὶ ἀπογεννῆσαι

23
οὐ ταὐτὰ τῷ ἴτι δοκεῖν ἐν γαστρὶ ἔχειν σημαίνει, ἀλλὰ τὸν μὲν νοσοῦντα δηλοῖ ἀποθανεῖν ταχέως, ἐπειδὴ πᾶν σῶμα τίκτον πνεῦμα ἐξαφίησι, καὶ ὥσπερ τὸ βρέφος τοῦ περιέχοντος [*](p. 19) σώματος ἀπαλλάσσεται, οὕτω καὶ ἡ ψυχή· πένητι δὲ καὶ καταχρέῳ καὶ δούλῳ καὶ παντὶ τῷ ἐν περιστάσει ᾑτινιοῦν ὄντι τὰ παρόντα δεινὰ ἀποθέσθαι σημαίνει· καὶ ἡ αἰτία φανερά. καὶ τὰ κρυπτὰ ἐλέγχει, ἐπεὶ τὸ κεκρυμμένον τέως βρέφος ἐξεφάνῃ. πλουσίους δὲ καὶ δανειστὰς καὶ πραγματευτὰς καὶ πάντας τοὺς πιστευομένους βλάπτει· ἃ γὰρ τὸ πρὶν εἶχον ἀπσθήσονται. ἐμπόροις δὲ καὶ ναυκλήροις ἀγαθόν· διαθήσονται γὰρ τὰ φορτία. πολλοὶ δὲ καὶ συγγενεῖς ἀπέβαλον διὰ τὸ ἀφ αἵματος ὂν τὸ βρέφος ἀποβεβλῆαθαι.

Παιδία δόξαι ἔχειν ἢ ἰδεῖν παντελῶς βρέφη, ἴδια μὲν τέκνα καὶ ἀνδρὶ καὶ γυναικὶ μοχθηρόν· φροντίδας γὰρ καὶ λύπας σημαίνει καὶ μερίμνας πραγμάτων ἀναγκαίων τινῶν ἕνεκεν, ἐπειδὴ οὐδὲ τὰ βρέφη ἄνευ τούτων ἔστιν ἀναθρέψαι. καί τις καὶ λόγος παλαιὸς ἐπιδείκνυσι τὸ τοιοῦτο ἔχει δὲ ὧδε·

  • ἢ δέος ἢ λύπη παῖς πατρὶ πάντα χρόνον.
  • τούτων δὲ τὰ μὲν ἀρσενικὰ εἰς ἀγαθὸν τελευτᾷ, τὰ δὲ θηλυκὰ χείρονα τῆς ἀρχῆς τὴν τελευτὴν ἐπάγει καὶ ζημίαν προαγορεύει· τὰ μὲν γὰρ ἀρσενικὰ οὐδὲν ἀνατραφέντα παρὰ τῶν γονέων λαμβάνει, τὰ δὲ θηλυκὰ προικὸς ἐπιδεῖται. οἶδα δέ τινα, ὃς ἔδοξε θυγάτριον αὐτῷ γενέσθαι,
    24
    καὶ ἐδανείσατο. καὶ πάλιν αὖ ἔδοξέ τις τὴν θυγατέρα τὴν ἑαυτοῦ ἀποθανοῦσαν κατορύσσειν. ἀπέβη αὐτῷ δάνειον ἀποδοῦναι. οὕτως ἄρα τὸν αὐτὸν ἐπέχει λόγον δανείῳ ἡ θυγάτηρ. ἀλλοτρίους δὲ παῖδας ὁρᾶν ἀγαθόν, ὅταν ὦσιν εὔμορφοι καὶ χαρίεντες καὶ τὸ παιδικὸν αὐτοῖς ἐπιτρέχῃ· ἀγαθῶν γὰρ ἔνστασιν καιρῶν δηλοῖ, ἐν οἷς ἐστιν [*](p. 20) ἐλπὶς ἔτι μᾶλλον τελέσαι τι καὶ καταπράξασθαι ἡδύ καὶ γὰρ οἱ παῖδες τὸ παρὸν ὄντες ἄπρακτοι αὖθις ἐπὰν ἀνατραφῶσι δυνήσονταί τι πρᾶξαι.

    Εἰ δέ τις ὥσπερ οἱ παῖδες ἐν σπαργάνοις εἶναι δόξειε καὶ γάλα λαμβάνειν παρά τινος γυναικὸς γνωρίμης ἢ οὐ γνωρίμης, νόσον νοσήσει μακράν, εἰ μὴ γυναῖκα ἔχοι ἔγκυον· τότε γὰρ αὐτῷ γενόμενος ὅμοιος ὁ παῖς τοῦτον τὸν τρόπον ἀνατραφήσεται· γυναικὶ δʼ ἰδούσῃ θυγάτριον ἐσόμενον προαγορεύει. εἰ δέ τις ἐν δεσμοῖς ὢν ἴδοι τὸν ὄνειρον τοῦτον, προσεπισωρεύσει αὐτῷ τὸ δαιμόνιον καὶ ἄλλα τινὰ κακὰ πρὸς τῷ μὴ ἀπολυθῆναι. οὐκ ἄλογον δὲ οὐδὲ κατὰ τὴν νόσον ἀσθενεῖς γάρ εἰσιν οἱ ἐν γάλακτι παῖδες· καὶ μὲν δὴ καὶ οἱ τέλειοι, ὅταν νοσοῦντες τροφῇ μὴ δύνωνται χρῆσθαι, γάλακτι χρῶνται. τὸ δὲ δοκεῖν ἐν τοῖς ἰδίοις μασθοῖς γάλα ἔχειν γυναικὶ μὲν νέᾳ συλλαβεῖν σημαίνει καὶ τελεσφορῆσαι καὶ ἀποτεκεῖν, πρεσβύτιδι δὲ πενιχρᾷ οὔσῃ εὐπορίαν, πλουσίᾳ δὲ δαπάνας, παρθένῳ δὲ ὡραίᾳ μὲν οὔσῃ γάμον προαγορεύει· οὐ γὰρ ἄνευ συνουσίας

    25
    ἀφροδισίου γάλα ἄν ποτε σχοίη· παντελῶς δὲ μικρᾷ καὶ πρὸ πολλοῦ τῆς ὥρας τῶν γάμων οὔσῃ θάνατον προμαντεύεται· τὰ γὰρ παρὰ τὴν ἡλικίαν μοχθηρὰ πάντα πλὴν ὀλίγων. ἀνδρὶ δὲ πένητι καὶ βίου δεομένῳ περιουσίαν χρημάτων καὶ κτημάτων προαγορεύει, ὡς δύνασθαι καὶ ἄλλους τρέφειν. καὶ ἀγάμῳ γάμον καὶ ἄπαιδι παῖδας πολλάκις ἐτήρησα προαγορεῦσαν τὸ ὄναρ· ὁ μὲν γὰρ οὕτως ἔσχεν εὔνουν τὴν γυναῖκα ὡς ταὐτὰ ἐκείνῃ πάσχειν δοκεῖν, ὁ δὲ ἀνεθρέψατο παῖδας. ἀθλητῇ δὲ καὶ μονομάχῳ καὶ παντὶ σωμασκοῦντι νόσον προαγορεύει, ἐπειδὴ τὰ θηλύτερα [*](p. 21) σώματα γάλα ἔχει. ἔτι καὶ τὸ τοιοῦτον ἐτήρησα. γυναῖκά τις ἔχων καὶ παῖδας ἐπὶ τούτῳ τῷ ὀνείρῳ τῆς γυναικὸς ἐστερήθη καὶ τοὺς ἑαυτοῦ παῖδας ἀνεθρέψατο τὴν ἴσην αὐτοῖς παρέχων χρείαν πατρός τε ἅμα καὶ μητρός.

    Καὶ ταῦτα μὲν περὶ ἀνατροφῆς· νυνὶ δὲ περὶ σώματος καὶ τῶν ἐν τῷ σώματι μερῶν προσγινομένων τε καὶ ἀπογινομένων καὶ ἀλλοιουμένων εἴς τινα μορφὴν ἑτέραν ἢ εἰς ὕλην ποιήσομαι τὸν λόγον μικρὰ παραιτησάμενος τοὺς τοῖς ἐπὶ λεπτὸν διαιρουμένοις δυσχεραίνοντας· ἡμεῖς γὰρ οὐχ ὅτι μόνον τοῖς ἐπισύρουσι τὰ τοιαῦτα ἀχθόμεθα ἀλλὰ καὶ βλάβην κοινὴν νομίζομεν τὸ μὴ περὶ ἑκάστου ἀκριβοῦν καὶ ἐξονυχίζειν. τοιγάρτοι πρῶτον μὲν ἀπὸ τοῦ κυριωτάτου τῶν ἐν τῷ σώματι μερῶν ἄρξομαι διασαφεῖν.

    26

    Μεγάλην δοκεῖν ἔχειν κεφαλὴν ἀγαθὸν ἀνδρὶ πλουσίῳ οὐδέπω ἄρξαντι καὶ πένητι καὶ ἀθλητῇ καὶ δανειστῇ καὶ τραπεζίτῃ καὶ ἐρανάρχῃ. τῷ μὲν γὰρ ἀρχήν τινα προαγορεύει, ἐν ᾗ δεήσει αὐτῷ στεφάνου ἢ στροφίου ἢ διαδήματος, τῷ δὲ εὐπορίαν καὶ χρημάτων ἐπίκτησιν καὶ κατὰ τοῦτο μείζονα τὴν κεφαλὴν ἔσεσθαι. ἀθλητῇ δὲ σαφὲς ὅτι νίκην προαγορεύει τότε γὰρ ἡ κεφαλὴ μείζων γένοιτʼ ἂν αὐτοῦ. δανειστῇ δὲ καὶ τραπεζίτῃ καὶ ἐρανάρχῃ πλείονα τὴν τῶν χρημάτων συλλογὴν μαντεύεται. καὶ γὰρ τὰ χρήματα κεφάλαια καλεῖται. πλουσίῳ δὲ πρὸς τὸ ἄρχειν ἤδη καθεστῶτι καὶ ῥήτορι καὶ δημαγωγῷ βαρύνσεις καὶ ὕβρεις ἐκ τῶν ὄχλων προαγορεύει, καὶ τῷ νοσοῦντι καρηβαρίαν καὶ στρατιώτῃ πόνους καὶ δούλῳ τὸ μὴ ταχέως ἐλευθερωθῆναι [*](p. 22) καὶ τῷ τὸν ἥσυχον ἐπανῃρημένῳ βίον ταραχὰς ἅμα καὶ ὕβρεις μαντεύεται. ἡ δὲ μικροτέρα καὶ τοῦ κατὰ φύσιν λειπομένη κεφαλὴ τὰ ἐναντία πρὸς λόγον ἑκάστου τῶν ἀποτελεσμάτων τῇ προγεγραμμένῃ κεφαλῇ σημαίνει.

    Τρίχας ἔχειν μεγάλας καὶ καλὰς καὶ ἐπʼ αὐταῖς ἀγάλλεσθαι ἀγαθὸν μάλιστα γυναικί· ὑπὲρ γὰρ εὐμορφίας ἔστιν ὅτε καὶ ἀλλοτρίαις θριξὶν αἱ γυναῖκες χρῶνται. ἀγαθὸν δὲ καὶ ἀνδρὶ σοφῷ καὶ ἱερεῖ καὶ μάντει καὶ βασιλεῖ καὶ ἄρχοντι καὶ τοῖς περὶ τὸν Διόνυσον τεχνίταις· τούτων γὰρ οἷς μὲν ἔθος ἐστὶ κομᾶν, οἷς δὲ τὸ ἐπιτήδευμα κομᾶν ἐπιτρέπει.

    27
    ἀγαθὸν δὲ καὶ τοῖς λοιποῖς πλὴν ἧττον αὐτὸ γὰρ μόνον εὐπορίαν σημαίνει οὐχ ἡδεῖαν ἀλλʼ ἐπίμοχθον διὰ

    τὸ πολλοῦ καμάτου δεῖν εἰς τὴν κομιδὴν τῶν μεγάλων τριχῶν. αἱ δὲ μεγάλαι μὲν ἀτημέλητοι δὲ τρίχες, ὡς μὴ δοκεῖν κόμην εἶναι ἀλλὰ τρίχωμα, πᾶσιν ἀνθρώποις πένθη τε καὶ λύπας δηλοῦσι· κομεῖν μὲν γὰρ τὸ ἐπιμελεῖσθαί ἐστιν, ἣ δὲ ἀτημέλητος ἐν συμφοραῖς αὔξεται, θρίξ. ἐγὼ δέ ποτέ τινα τῶν γνωρίμων ἐν ἀρχῇ καταστάντα καὶ τὴν ἄλλην εὐπραγίαν εὐτυχῆσαντα ἐν ὕπνοις θεασάμενος ἐν τῇ πόλει προπεμπόμενον ὑπὸ τῆς ὑποβεβλημένης αὐτῷ τάξεως ἀνίκμους ἔχοντα καὶ κουριώσας τὰς τρίχας τῆς κεφαλῆς ἐπέβαλον μὲν ὡς λύπης αὐτῷ δηλωτικὸν εἴη τὸ ὄναρ· οὐ πολλῶν δὲ διελθουσῶν ἡμερῶν ἐπαύθη τῆς ἀρχῆς, ὅπερ ἦν αὐτῷ καὶ ἐπιζήμιον πάνυ καὶ ἐπίλυπον.

    Τὸ δὲ δοκεῖν χοιρείας ἔχειν τρίχας κινδύνους ἐπάγει βιαίους καὶ τοιούτους, οἵοις ὑποπίπτει τὸ ζῷον, λέγω δὲ ὁ χοῖρος. ἱππείας δὲ ἔχειν τρίχας δουλείαν καὶ ταλαιπωρίαν σημαίνει καὶ τοῖς εὖ γεγονόσι. δούλοις δὲ καὶ δεσμὰ περιτίθησιν· ὡς γὰρ ἐπὶ τὸ πολὺ χαίτη ἱππεία δεσμεύεται.

    Ἔρια δὲ ἀντὶ τριχῶν ἔχειν νόσους μακρὰς καὶ φθίσιν προαγορεύει καὶ διὰ τοῦτο πολλάκις ἐπὶ τῆς κεφαλῆς ἔρια [*](p. 23) φοροῦντα δοκεῖν συμπεφυκότα ἔχειν. εἰ δὲ εἰς ἄλλην τινὰ ὕλην αἱ τρίχες μεταβάλοιεν, ἀπὸ τῶν ὁμοίων τεκμαίρεσθαι χρή.

    28

    Τὸ δὲ δοκεῖν ψιλὸν εἶναι τὸ περὶ μέτωπον πᾶν μέρος ἐν τῷ παρόντι χλεύην ἅμα καὶ ἀπραξίαν μαντεύεται εἰ δὲ τὸ ὀπίσω τοιοῦτον ἔχειν δόξειέ τις, ἐν τῷ γήρᾳ πενίαν καὶ ἀπορίαν οὐ τὴν τυχοῦσαν ἕξει· πᾶν μὲν γὰρ τὸ ὀπίσω τοῦ μέλλοντός ἐστι σημαντικὸν χρόνου, αἱ δὲ ψιλότητες ἀπορίας οὐδὲν διαφέρουσιν, ὅτι κατ᾿ ἔλλειψιν γίνονται θερμοῦ, ἢ ὅτι μηδενὸς ἐπιλαβέσθαι παρέχουσιν. εἰ δὲ τὸ δεξιὸν μέρος τῆς κεφαλῆς ψιλὸν ἔχοι τις, πάντας τοὺς καθʼ αἷμα προσήκοντας ἄρσενας ἀπολεῖ εἰ δὲ μηδένα ἔχοι, βλαβήσεται. εἰ δὲ τὸ εὐώνυμον, τὰς θηλείας ἀπολεῖ, εἴγε τινὰς ἔχοι· εἰ δὲ μή, καὶ οὕτω βλαβήσεται. συγγενῶν μὲν γάρ ἐστιν ἡ κεφαλὴ σημαντική, ταύτης δὲ τὰ μὲν δεξιὰ μέρη ἀρρένων τὰ δὲ εὐώνυμα θηλειῶν. ἐπὶ δὲ τοῦ παντὸς σώματος τὰ δεξιὰ καὶ τὰ εὐώνυμα ταύτην ἔχει τὴν διαίρεσιν. ὁπότερον δʼ ἂν τῆς κεφαλῆς μέρος ψιλὸν ἔχῃ τις οὐκ ὢν εὐσυνείδητος, κατακριθήσεται τὴν εἰς ἔργον δημόσιον καταδίκην· τοῦτο γὰρ κἀκεῖ παράσημόν ἐστι τοῖς καταδικαζομένοις. ὅλην δὲ τὴν κεφαλὴν ψιλὴν ἔχειν ἀγαθὸν τῷ φεύγοντι δίκην καὶ τῷ φοβουμένῳ μὴ πρός τινων βίᾳ κατασχεθῇ· ῥᾷστα γὰρ ἂν διαφύγοι ἀνεπίληπτος ὤν τοῖς δὲ ἄλλοις ἀπολέσαι πᾶν σημαίνει τὸ πρὸς κόσμον τοῦ βίου τεῖνον.

    29

    Ξυρᾶσθαι δὲ δοκεῖν τὴν κεφαλὴν ὅλην πλὴν Αἰγυπτίων θεῶν ἱερεῦσι καὶ γελωτοποιοῖς καὶ τοῖς ἔθος ἔχουσι ξυρᾶαθαι ἀγαθόν, πᾶσι δὲ τοῖς ἄλλοις πονηρόν. τὰ γὰρ αὐτὰ τῇ ψιλώσει σημαίνει, βιαιότερα δὲ ἐπάγει καὶ σύντομα [*](p. 24) τὰ κακά. πλέουσι δὲ διαρρήδην ναυάγιον σημαίνει καὶ νοσοῦσιν εἰς ἔσχατον ἐλάσαι κίνδυνον πλὴν οὐκ ἀποθανεῖν· ναυαγήσαντες μὲν γὰρ καὶ ἐκ μεγάλης ἀναστάντες νόσου ξυρῶνται οἱ ἄνθρωποι, ἀποθανόντες δὲ οὔ. τοῖς δὲ προειρημένοις ἀγαθὸν διὰ τὸ ἔθος. κείρεσθαι δὲ ὑπὸ κουρέως ἀγαθὸν πᾶσιν ἐπίσης· ἔστι γὰρ ὡς εἰπεῖν ἀπὸ τοῦ καρῆναι καὶ τὸ χαρῆναι ἐκδέξασθαι κατὰ παραλλαγὴν στοιχείου, καὶ μέντοι καὶ ἐν περιστάσει πονηρᾷ ἢ σημφορᾷ τινι καθεστὼς κείρεται οὐδείς, ἀλλʼ οἷς μάλιστα εὐπρεπείας μέλει, οὗτοι κείρονται· μέλει δὲ εὐπρεπείας ἀλύποις τε καὶ οὐκ ἀπόροις. τὸ δὲ ὑπὸ κουρέως πρόσκειται, ἐπεὶ εἴ τις ἑαυτὸν κείροι οὐκ ὢν κουρεύς, τῶν ἰδίων πένθη ἢ αἰφνίδιόν τινα συμφορὰν μεγάλων κακῶν ἀνάπλεων σημαίνει· οἱ γὰρ ἐν τοιούτοις γενόμενοι ἑαυτοὺς ἀνάγκῃ περικείρουσι. τὸ δὲ ὀνυχίζεσθαι χρεώστῃ μὲν ἀποδοῦναι τόκον σημαίνει, τοῖς δὲ λοιποῖς βλάβην ἀπὸ τῶν ὀνυχισάντων, ἐάν γε ἴδωσιν ἑαυτοὺς ὑπʼ ἄλλων τινῶν

    30
    ὀνυχισθέντας· καὶ γὰρ ἐν τῇ συνηθείᾳ ὀνυχίζεσθαί φαμεν τὸν ἐπὶ βλάβῃ ὑπό τινος ἐξαπατηθέντα. περὶ δὲ τοῦ κτενίζεσθαι καὶ ἐμπλέκεσθαι τὴν κεφαλὴν καὶ ἐσοπτρίζεσθαι καὶ τῶν τούτοις ἀκολούθων ἐν τῷ δευτέρῳ ἐπιμνησθήσομαι βιβλίῳ, ἐπειδὰν περὶ κόσμου παντὸς ἀνδρείου καὶ γυναικείου λέγω.

    Μέτωπον ὑγιὲς καὶ εὔσαρκον παντὶ ἀγαθὸν καὶ παρρησίαν καὶ εὐανδρίαν σημαίνει, τὸ δὲ ἡλκωμένον ἢ νοσοῦν αἰσχύνην ἅμα καὶ βλάβην δηλοῖ. χάλκεον δὲ ἢ σιδήρεον [*](p. 25) ἢ λίθινον μέτωπον δοκεῖν ἔχειν τελώναις καὶ καπήλοις καὶ τοῖς μετὰ ἀναιδείας ζῶσιν μόνοις συμφέρει, τοῖς δὲ λοιποῖς μῖσος ἐργάζεται.

    Ὦτα πλείονα ἔχειν ἀγαθὸν τῷ βουλομένῳ κτήσασθαί τινα ὑπακουσόμενον, οἷον γυναῖκα τέκνα οἰκέτας. πλουσίῳ δὲ καταβοήσεις σημαίνει, ἀγαθὰς μέν, ἐὰν εὔμορφαᾖ τὰ ὦτα, κακὰς δέ, ἐὰν ἄμορφα ᾖ καὶ ἄρρυθμα. κακὸν δὲ δούλῳ τὸ ὄναρ καὶ δίκην ἔχοντι ἐγκαλοῦντί τε καὶ ἐγκαλουμένῳ· τῷ μὲν γὰρ πολλῷ χρόνῳ σημαίνει ὑπακούσεσθαι, τῷ δὲ ἐὰν μὲν ἐγκαλῇ καὶ ἀντεγκληθῆναι, ἐὰν δὲ ἐγκαλῆται πλείονα τὰ ἐγκλήματα τῶν φανερῶν ἐπενεχθήσεσθαι· τρόπον γάρ τινα αὐτῷ φησι δεῖν πλειόνων ὤτων. ἀνδρὶ δὲ χειροτέχνῃ ἀγαθόν πολλῶν γὰρ ἀκούσεται ἐργοδοτῶν. τὸ δὲ ἀπολέσαι καὶ τὰ ὄντα ὦτα τἀναντία ἑκάστοτε τοῖς ἔμπροσθεν γεγραμμένοις σημαίνει.

    31

    Ὦτα καθαίρειν μεστὰ ῥύπου ἰχῶρος ἀγγελίας σημαίνει ἀκούσεσθαί ποθεν ἀγαθάς, μαστιγοῦσθαι δὲ τὰ ὦτα κακὰς ἀγγελίας ἀκούσεσθαί ποθεν σημαίνει.

    Μύρμηκας δοκεῖν εἰς τὰ ὦτα εἰσέρχεσθαι σοφισταῖς μόνοις ἀγαθόν ὅμοιοι γάρ εἰσι τοῖς φοιτῶσι ἀκουσομένοις μειρακίοις· τοῖς δὲ λοιποῖς θάνατον προαγορεύει τὸ ὄναρ· γῆς τε γάρ εἰσι παῖδες οἱ μύρμηκες καὶ εἰς γῆν καταδύονται. οἶδα δέ τινα, ὃς ἔδοξεν ἐκ τῶν ἑαυτοῦ ὤτων πυρῶν ἀστάχυας πεφυκέναι καὶ τοὺς πυροὺς αὐτοὺς ἀπορρέοντας ταῖς χερσὶν ὑποδεχόμενος ἐκλαμβάνειν. ἤκουσε κληρονόμος ἀπόντος ἀδελφοῦ διὰ μὲν τοὺς στάχυας κληρονόμος, ἀδελφοῦ δὲ ὅτι καὶ τὰ ὦτα ἀδελφά ἐστιν ἀλλήλων.

    Ὦτα ὄνου ἔχειν δοκεῖν φιλοσόφοις μόνοις ἀγαθόν, ὅτι μὴ ταχέως κινεῖ τὰ ὦτα ὁ ὄνος τοῖς δὲ λοιποῖς δουλείαν [*](p. 26) καὶ ταλαιπωρίαν σημαίνει.

    Ὦτα λέοντος ἔχειν ἢ λύκου ἢ παρδάλεως ἢ ἄλλου τινὸς τῶν ἀγρίων ζῷων ἐπιβουλὴν ἔχειν ἐκ διαβολῆς σημαίνει· ἀκολούθως δὲ περὶ τῶν ἄλλων ζῴων κατὰ τὸ οἰκεῖον ἐκλαμβάνειν δεῖ.

    Ὦτα ἐν τοῖς ὀφθαλμοῖς ἔχειν κωφὸν σημαίνει γενέσθαι καὶ τὰ τῆς ἀκοῆς διὰ τῆς ὁράσεως παραδέξασθαι. ἐπὶ δὲ

    32
    τοῖς ὠσὶν ὄμματα ἔχειν τυφλὸν γενέσθαι σημαίνει καὶ τὰ τῆς ὁράσεως διὰ τῆς ἀκοῆς παραδέξασθαι.

    Ὀφρύες δασεῖαι καὶ εὐανθεῖς πᾶσιν ἀγαθαί, μάλιστα γυναιξίν αὗται γὰρ ὑπὲρ εὐμορφίας καὶ μέλανι χρίονται τὰς ὀφρύας. τοιγάρτοι ἡδονὰς καὶ εὐπραξίας δηλοῦσι. ψιλαὶ δὲ οὐ μόνον ἀπραξίας καὶ ἀηδίας ἀλλὰ καὶ πένθος ἐσόμενον προδηλοῦσιν ἔθος γὰρ παλαιὸν ἐπὶ πένθει τὰς ὀφρύας ψιλοῦσθαι.

    Ὀξὺ ὁρᾶν τοῖς ὀφθαλμοῖς ἀγαθὸν πᾶαιν ἐπίσης. τὸ δὲ ἀμβλυώττειν ἔνδειαν ἀργυρίου δηλοῖ, ἐπειδὴ καὶ τὰ ὄμματα ψήφους ἔχει· ἀπραξίαν δέ, ὅτι οἱ ἀμβλυώττοντες ἧττον τὰ πρὸ ποδῶν ὁρῶσι. τῷ δὲ παῖδας ἔχοντι σημαίνει τοὺς παῖδας νοσῆσαι· ἐοίκασι γὰρ οἱ ὀφθαλμοὶ παισίν, ὅτι καὶ ποθεινοί εἰσι καὶ τοῦ σώματος ὁδηγοὶ καὶ ἡγεμόνες, ὥσπερ καὶ οἱ παῖδες ἐν γήρᾳ γενομένων τῶν γονέων. τὸ δὲ δοκεῖν τετυφλῶσθαι ἀμφοτέρους τοὺς ὀφθαλμοὺς σημαίνει τοῖς παισὶν ὄλεθρον τοῖς τοῦ ἰδόντος καὶ ἀδελφοῖς καὶ γονεῦσι· παισὶ μὲν διὰ τὸν ἔμπροσθεν λόγον ἀδελφοῖς δέ, [*](p. 27) ὅτι καὶ οἱ ὀφθαλμοὶ ἀδελφοί εἰσιν ἀλλήλων· γονεῦσι δέ, ὅτι καὶ οἱ ὀφθαλμοὶ αἴτιοί εἰσι τοῦ τὸ φῶς ὁρᾶν, ὥσπερ καὶ οἱ γονεῖς. ἡ δὲ τούτων ἀπώλεια τὴν τῶν ὁμοίων ἀπώλειαν προαγορεύει. ἀγαθὸν δὲ τῷ ἐν δεσμοῖς ὄντι τὸ

    33
    δοκεῖν τυφλούσθαι καὶ τῷ βίῳ ὑπό τινων κατεχομένῳ καὶ τῷ σφόδρα πενομένῳ· ὁ μὲν γὰρ οὐκέτι ὄψεται τὰ περὶ αὐτὸν κακά, ὁ δὲ ἕξει τοὺς ὑπηρετήσοντας αὐτῷ· καὶ γὰρ τῷ τυφλῷ προσίασιν ὑπηρετήσοντες οὐκ ὀλίγοι, αὐτός τε τῶν πόνων ἀποπέπαυται. ἀποδημεῖν δὲ κωλύει τὸ ὄναρ καὶ τὸν ἀπόδημον οὔ φησιν ἐπανήξειν εἰς τὴν ἑαυτοῦ· οὔτε γὰρ τὴν ξένην ἔστιν οὔτε τὴν οἰκείαν ἄνευ ὀμμάτων ἰδεῖν. δεινὸν δὲ καὶ στρατιώτῃ καὶ παντὶ τῷ ἐν αὐλῇ βασιλέως ὄντι. ἀθλητῶν δὲ τοῖς μὲν τὰ βαρέα ἀθλοῦσιν ἧτταν προἀγορεύει, δρομεῦσι δὲ νίκην. οἶδα δέ τινα σταδιέα, ὃς μέλλων ἀγωνίζεσθαι Εὐσέβεια τὰ ἐν Ἰταλίᾳ ἀχθέντα πρῶτον ὑπὸ βασιλέως Ἀντωνίνου ἐπὶ τῷ πατρὶ Ἀδριανῷ ἔδοξε τυφλὸς γεγονέναι, καὶ ἐνίκησεν· ἐπίσης γὰρ τῷ τυφλῷ ὁ προάγων ἐν δρόμῳ οὐκ ἂν ἴδοι τοὺς ἀγωνιστάς. δεινὸν δὲ καὶ κυβερνήταις καὶ τοῖς τὰ οὐράνια διασκεπτομένοις καὶ μάντεσι τὸ τυφλοῦσθαι πολλάκις ἐπετηρήσαμεν· καὶ εἴ τις ἀπολωλός τι ζητῶν ἴδοι τὸν ὄνειρον τοῦτον, οὐκ ἂν εὕροι, οὐδὲ δραπέτην διώκων καταλάβοι. ποιηταῖς δὲ ἄριστον τὸ τοιοῦτο δεῖ μὲν γὰρ αὐτοῖς πολλῆς ἡσυχίας μέλλουσι ποιήσειν τὰ ἔπη μάλιστα δʼ ἂν οὕτως ἐν ἡσυχίᾳ γένοιντο, εἰ διὰ τὸ μὴ ἔχειν ὄμματα μὴ περιέλκοιντο μήτε ὑπὸ σχημάτων μήτε ὑπὸ χρωμάτων. ὁ μὲν οὖν δεξιὸς πρεσβύτερα πρόσωπα σημαίνει, ὁ δὲ ἀριστερὸς νεώτερα. λόγος δέ τις ἔχει ὡς καὶ ὁ ποιητὴς Ὅμηρος τυφλὸς ἦν. νοσοῦσι δὲ θάνατον πάντοτε προαγορεύει τὸ ὄναρ τοῦτο διὰ τὸ τοῦ [*](p. 28) φωτὸς ἀπεστερῆσθαι. οἶδα δέ τινα, ὃς ἔδοξε λέγειν αὐτῷ
    34
    τινα τῶν ἀξιοπίστων (περὶ δὲ τοῦ τίνες οἱ ἀξιόπιστοι ἐν τῷ, δευτέρῳ βιβλίῳ ἐπιμνησθήσομαι) ‘ὁ πατήρ σου οὐ τέθνηκεν, ἀλλὰ κοιμᾶται.’ τούτου ὁ πατὴρ τυφλὸς ἤδη ἐγεγόνει, καὶ οὐκ εἰς μακρὰν αὐτῷ ἐπεστάλη περὶ τούτου. εἰ δέ τις τὸν ἕτερον τῶν ὀφθαλμῶν τυφλὸς εἶναι δόξειεν, ἀπὸ μέρους τὰ σημαινόμενα γένοιτʼ ἂν αὐτῷ καὶ ὡς εἰπεῖν ἐξ ἡμισείας. ἔτι καὶ τοῦτο χρὴ σκοπεῖν, ὅτι ὁ μὲν δεξιὸς ὀφθαλμὸς σημαίνει υἱὸν καὶ ἀδελφὸν καὶ πατέρα, ὁ δὲ ἀριστερὸς θυγατέρα καὶ ἀδελφὴν καὶ μητέρα δύο δὲ υἱῶν ὄντων θυγατέρων δύο ἢ δύο ἀδελφῶν ὁ μὲν δεξιὸς τὸν πρεσβύτερον υἱὸν ἢ ἀδελφὸν ἢ θυγατέρα τὴν πρεσβυτέραν, ὁ δὲ εὐώνυμος θυγατέρα τὴν νεωτέραν καὶ ἀδελφὸν καὶ υἱὸν τοὺς νεωτέρους. τρεῖς δὲ ἔχειν ὀφθαλμοὶς τέσσαρας ἢ καὶ πλείονας γῆμαι προῃρημένῳ καὶ ἄπαιδι ὁμοίως ἀγαθόν τῷ μὲν γὰρ γυνή, τῷ δὲ παῖς ἔσται καὶ οὕτω περὶ ἓν σῶμα πλείονες ἔσονται ὀφθαλμοί. ἀγαθὸν δὲ καὶ δανειστῇ· πλείονας γὰρ ἕξει ψήφους. χρεώστῃ δὲ πονηρὸν ὁμοίως διὰ τὰς ψήφους. πλουσίῳ δὲ προαγορεύει ἐν πολλῇ φυλακῇ ἑαυτόν τε καὶ τὰ κτήματα ἔχειν διά τινας ἐπιβουλάς· φησὶ γὰρ δεῖν αὐτῷ ὀφθαλμῶν πολλῶν. ἀποδημεῖν δὲ θέλοντι πλάνην προδηλοῖ καὶ πλέοντι παλινδρομίαν διὰ τὸ περιέλκειν τοὺς ὀφθαλμοὺς τοὺς πολλοὺς τὸ φῶς καὶ τὴν αὐγήν. οἶδα δέ τινα, ὃς ἔδοξεν ἔχειν τρεῖς ὀφθαλμούς, καὶ τυφλὸς ἐγένετο, οὐχὶ διὰ τὸν περὶ Κύκλωπα μῦθον, ἀλλὰ διὰ τὸν τρίτον ὀφθαλμόν, ὃς καὶ ἄλλου φωτὸς ἐσήμαινε δεῖσθαι διὰ τὸ μὴ αὔταρκες εἶναι τὸ
    35
    οἰκεῖον. ἀνδρὶ δὲ πανούργῳ καὶ γυναικὶ ὡραίᾳ πολλοὶ [*](p. 29) ὀφθαλμοὶ πονηροί· ὃν μὲν γὰρ πλείονες ὀφθαλμοὶ τηρήσουσι, περὶ ἣν δὲ πλείονες ἔσονται μοιχοὶ καταφανεῖς. ἔτι δὲ καὶ εἴ τις ἀλλαχόσε ποι τοὺς ὀφθαλμοὺς ἔχειν δόξειεν, εἰ μὲν ἐν ταῖς χερσὶν ἢ τοῖς ποσί, τυφλὸς ἔσται· εἰ δὲ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος, αὐτὸ ἐκεῖνο νοσήσει τὸ μέρος ἢ πληγήσεται, ἵνα ταῖς χερσὶν ἢ τοῖς ποσὶ ψηλαφῶν ὥσπερ βλέπῃ ἢ ἵνα ὥσπερ ὀφθαλμὸν ἔχοντι ἐκείνῳ τῷ μέρει μηδεμίαν ὕλην προσφέρειν δύνηται. οἶδα δέ τινα, ὃς ἔδοξεν ἐκπεσόντα αὐτοῦ τὰ ὄμματα ἐπὶ τοὺς πόδας πεσεῖν. καὶ τυφλὸς μὲν οὐκ ἐγένετο, τὰς δὲ θυγατέρας αὐτοῦ οἰκέταις συνῴκισε, καὶ οὕτω τὰ κρείττονα τοῖς ἥττοσιν ἐμίγη. ἀλλοτρίους δὲ δοκεῖν ἔχειν ὀφθαλμοὺς τυφλὸν γενέσθαι σημαίνει καὶ ὑπʼ ἄλλου χειραγωγηθῆναι. εἰ δέ τις ἐπίσταται οὗ εἶχε τὰ ὄμματα, τέκνον ἐκείνου ἀναλήψεται. ἢ ἄλλην τινὰ εὐεργεσίαν μεγάλην. ἔλεγε δέ τις ὅτι ποτέ τινι θεασαμένῳ ἐν ὕπνοις ὀφθαλμοὺς κατὰ πάντας τοὺς δακτύλους ἔχειν τῶν χειρῶν αὐτοῦ προεῖπε τύφλωσιν. καὶ οὕτως ἀπέβη διὰ τὸ ἐπίτηδες προπέμπειν τὰς χεῖρας τοὺς πεπηρωμένους.

    Ῥῖνα ἔχειν καλὴν καὶ εὔμορφον ἀγαθὸν πάσι· πολλὴν γὰρ εὐαισθησίαν καὶ πρόνοιαν ἐν τοῖς πραττομένοις σημαίνει καὶ πρὸς τοὺς βελτίονας σύστασιν· διὰ γὰρ τῆς ῥινὸς ἀέρα ἐπισπῶντες οἱ ἄνθρωποι βελτίονα ὄντως ὠφελοῦνται. τὸ δὲ μὴ ἔχειν ῥῖνα ἀναισθησίαν πᾶσι σημαίνει καὶ πρὸς τοὺς ὑπερέχοντας ἔχθραν καὶ τῷ νοσοῦντι

    36
    θάνατον· καὶ γὰρ τὰ κρανία τῶν ἀποθανόντων ἄνευ ῥινὸς εὑρίσκεται. δύο δὲ ἔχειν ῥῖνας στάσεις πρὸς τοὺς ὑπερέχοντας οἰκείους σημαίνει· στάσεις μέν, ἐπεὶ τὰ διπλᾶ πάντα τά γε παρὰ φύσιν στάσεως ἐστι σημαντικά· πρὸς δὲ τοὺς οἰκείους, ὅτι μὴ ἀλλοτρία ἡ ῥίς.

    [*](p. 30)

    Παρειὰς παχείας ἔχειν ἀγαθὸν παντί, μάλιστα δὲ γυναιξί τὸ δὲ ἰσχνὰς ἢ ἡλκωμένας ἔχειν λύπην ἢ πένθος σημαίνει· ἰσχνὰς μὲν λύπην, ἡλκωμένας δὲ πένθος· καὶ γὰρ ἐν τοῖς πένθεσι λωβῶνται τὰς παρειὰς οἱ ἄνθρωποι.

    Τὰς δὲ σιαγόνας πρὸς ἀποθήκας ἐστὶ ληπτέον καὶ τὰ χείλη πρὸς τοὺς ἑκάστοτε προσιόντας καὶ φιλοῦντας. εἰσὶ δὲ οἵδε γυνὴ παῖδες συγγενεῖς. τοιγάρτοι ὅ τι ἂν τούτων πάθῃ, οὐκ ἐν ἀσφαλεῖ τὰ ἐν ταῖς ἀποθήκαις ἢ τὰ περὶ τοὺς φιλτάτους εἶναι σημαίνει.

    Γένειον ἔχειν μέγα καὶ λάσιον ἀνδρὶ λόγων ἐπιμελουμένῳ καὶ φιλοσοφοῦντι ἀγαθὸν καὶ τοῖς ἐπὶ τὸ πράσσειν ὡρμημένοις· οὓς μὲν γὰρ κοσμίους, οὓς δὲ φοβεροὺς ποιεῖ. γυνὴ δὲ εἰ δόξειε πώγωνα ἔχειν, ἐὰν μὲν ᾖ χήρα, γαμηθήσεται ἐὰν δὲ ἄνδρα ἔχῃ, ἀπαλλαγήσεται τοῦ ἀνδρός ἡ μὲν γὰρ ἕξει σφόδρα εὔνουν ἄνδρα, ὡς δοκεῖν τὰ πρόσωπα μεμῖχθαι ἡ δὲ ἀποστήσεται τοῦ ἀνδρὸς καὶ τὸν ἑαυτῆς οἶκον οἰκονομήσει, ὡς δῆθεν ἅμα γυνή τε καὶ ἀνὴρ οὖσα,

    37
    εἰ μὴ ἄρα ἐν γαστρὶ ἔχοι ἢ δίκην ἔχοι· ἡ μὲν γὰρ ἄρρεν τέξεται, ὃ γενόμενον τέλειον ἐπιδοῦσα αὐτὴ δόξει πώγωνα ἔχειν, ἡ δὲ ἀκαταφρόνητος ὥσπερ ἀνδρεία μενεῖ. παιδὶ δὲ κομιδῇ νέῳ θάνατον σημαίνει διὰ τὸ προλαβεῖν τὴν ἡλικίαν, τῷ δὲ ἤδη νεανίσκῳ ὄντι καὶ οὐκ εἰς μακρὰν οἴσοντι γένεια ἐφʼ ἑαυτῷ σημαίνει γενέσθαι, ἐάν τε δοῦλος ἐάν τε ἐλεύθερος τύχῃ ὤν, ἵνʼ ᾖ τέλειος καὶ ἑαυτοῦ προνοῇ. ἀπορρέον δὲ τὸ γένειον ἢ ἀποξυρώμενον ἢ βίᾳ πρός τινος ἀποσπώμενον ἰδεῖν πρὸς τῷ τοὺς ἀφʼ αἵματος διαφθείρειν [*](p. 31) βλάβας ἅμα καὶ αἰσχύνας προδηλοῖ.

    Ἡ περὶ ὀδόντων κρίσις πολλὴν ἐπιδεχομένη διαίρεσιν παῤ ὀλίγων πάνυ κατώρθωται τῶν καθʼ ἡμᾶς ὀνειροκριτῶν, Ἀριστάνδρου τοῦ Τελμησσέως ὑποθήκας τὰς πλείστας καὶ ἀρίστας ὑποθεμένου. ἔχει δὲ ὧδε. τῶν ὀδόντων οἱ μὲν ἄνωθεν τοὺς κατὰ τὸν οἶκον τοῦ ἰδόντος βελτίονάς τε καὶ διαφέροντας ἀνθρώπους σημαίνουσιν, οἱ δὲ κάτωθεν τοὺς ὑποδεεστέρους· οἶκον μὲν γὰρ ἡγεῖσθαι χρὴ τὸ στόμα, τοὺς δὲ ὀδόντας τοὺς κατὰ τὸν οἶκον ἀνθρώπους, ὧν οἱ μὲν δεξιοὶ ἄνδρας σημαίνουσιν οἱ δὲ εὐώνυμοι γυναῖκας, πλὴν εἰ μή τινα σπάνια προσπίπτοι, οἷον εἰ πορνοβοσκὸς ὤν τις πάσας ἔχοι θηλείας ἢ φιλογέωργος ὢν πάντας ἄρρενας· ἐπὶ γὰρ τούτων οἱ μὲν δεξιοὶ τοὺς πρεσβυτέρους

    38
    καὶ πρεσβυτέρας σημαίνουσιν, οἱ δὲ εὐώνυμοι νεωτέρους καὶ νεωτέρας. καὶ κομιδῇ μὲν νέους οἱ τομεῖς λεγόμενοι, τοῦτ’ ἔστιν οἱ ἐμπρόσθιοι ὀδόντες, μεσήλικας δὲ οἱ κυνόδοντες, πρεσβύτας δὲ οἱ μύλοι, οὓς γομφίους ἔνιοι καλοῦσιν. ὁποῖον οὖν ἄν τις ἀποβάλῃ ὀδόντα, τοιούτου ἀνθρώπου στερηθήσεται. ἐπειδὴ δὲ οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ κτήματα οἱ ὀδόντες σημαίνουσιν, ἡγεῖσθαι χρὴ τοὺς μὲν μύλους τὰ κειμήλια σημαίνειν, τοὺς δὲ κυνόδοντας τὰ μὴ πολλῆς ἄξια τιμῆς, τοὺς δὲ τομεῖς τὰ ἔπιπλα τῶν σκευῶν. εἰκὸς οὖν ἐκπίπτοντας αὐτῶν τινας κτημάτων ἀπώλειαν σημαίνειν. ἔτι δὲ καὶ οἱ ὀδόντες καὶ χρείας σημαίνουσι βιωτικάς· καὶ τούτων οἱ μὲν μύλοι μυστικὰς καὶ ἀπορρήτους, οἱ δὲ κυνόδοντες τὰς μὴ πολλοῖς καταφανεῖς, οἱ δὲ τομεῖς τὰς φανερωτάτας καὶ τὰς διὰ λόγου καὶ φονῆς κατεργαζομένας. ἐκπίπτοντες οὖν οἱ ὀδόντες τῶν ὁμοίων χρειῶν ἐμπόδιοι γίνονται. φέρε δὴ περὶ αὐτῶν ἤδη διαλάβωμεν. τοῖς χρεώσταις οἵτινες ἂν ἐκπίπτωσιν ὀδόντες, ἀπόδοσιν τῶν χρεῶν σημαίνουσι. τοῦτο μὲν οὖν κοινὸν καὶ κατημαξευμένον, ὅμως δὲ εἰρήσεται τίνα οἱ ὀδόντες σημαίνουσιν. [*](p. 32) καὶ ἐὰν μὲν ἕνα τις ἐκβάλῃ ὀδόντα, ἑνὶ ἀποδώσει ἢ πολλοῖς ἅπαξ· ἐὰν δὲ πολλούς, πολλοῖς ἀποδώσει ἢ ἑνὶ πολλάκις· καὶ ἐὰν θραυομένους, κατὰ λεπτὸν ἀποδώσει. καὶ ἐὰν μὲν ἀπόνως ἐκβάλῃ, ἐργασάμενος καὶ πορίσας· ἐὰν δὲ ἐπὶ τῇ ἐκβολῇ ἀλγεῖν νομίσῃ, ἀποδόμενός τι τῶν οἴκσθεν. ὀδόντες ἐμπρόσθιοι ἐκβληθέντες οὐδὲν ἐῶσι
    39
    πρᾶξαι διὰ λόγου. καὶ ἐὰν μὲν ἕπηται αὐτοῖς πόνος ἢ αἷμα ἢ σαρκία, τέλεον περιγράφουσι καὶ ἀναιροῦσι τὰ προκείμενα· ἐὰν δὲ ἀταλαιπώρως ἐκπίπτωσι, τὸ παρὸν ὑπερτίθενται μόνον. ὀδόντες ὁμοῦ πάντες ἐκπίπτοντες ἔρημον τὸν οἶκον σημαίνουσι πάντων ὁμοῦ κατασταθῆναι ἐπί τε τῶν ἐρρωμένων καὶ ἐλευθέρων καὶ μὴ ἐμπόρων, ἐπεὶ τοῖς νοσοῦσι μακρονοσίαν μὲν καὶ φθίσιν προαγορεύουσι, τὸ δὲ μὴ ἀποθανεῖν διαβεβαιοῦνται· ἄνευ μὲν γὰρ ὀδόντων οὐκ ἔστι χρήσασθαι ὑγιεινῇ τροφῇ ἀλλὰ ῥοφήματι καὶ χυλῷ, οὐδεὶς δὲ τῶν ἀποθανόντων ὀδόντας ἀπόλλυσι. διὸ σωτήριον πᾶν τὸ μὴ τοῖς νεκροῖς συμβαίνον τοῖς νοσοῦσι καθίσταται. ἄμεινον δὲ τοῖς νοσοῦσιν ἅπαντας τοὺς ὀδόντας ἀπολέσαι· θᾶττον γὰρ ἀνίσταται. δούλῳ δὲ ἐλευθερίαν προαγορεύει τὸ μηδένα ἔχειν ὀδόντα· ἢ γὰρ οὐ διδοὺς ἀποφοράν, ὥσπερ τοῖς ὀδοῦσι τροφήν, ἢ οὐ λαμβάνων παῤ ἄλλου τροφάς, ὥσπερ οὐδὲ ὑπὸ τῶν ὀδόντων τρεφόμενος, πάντως ἔσται ἐλεύθερος. ἐμπόροις δὲ ταχέως τὰ φορτία διαθέσθαι σημαίνει τὸ τοιοῦτον ὄναρ, καὶ μάλιστα ἐὰν κινούμενα ᾖ. αὐξήσαντες δέ τινες τῶν ὀδόντων καὶ ἑτερομεγεθήσαντες στάσιν κατὰ τὸν οἶκον τοῦ ἰδόντος ἔσεσθαι σημαίνουσιν, ἐπειδὴ τῇ ἁρμονίᾳ οὐκέτι χρῶνται καὶ ὅταν σαλευόμενοι μὴ ἐκπίπτωσιν. ὅσοι δὲ μέλανας ἢ σεσηπότας ἢ κολοβοὺς ἔχοντες ὀδόντας ὄναρ ἔδοξαν ἀποβεβληκέναι, οὗτοι πάσης δυσχερείας καὶ παντὸς ἀπαλλαγήσονται κακοῦ. πολλάκις δὲ καὶ πρεσβύτας ἀπέβαλόν [*](p. 33)
    40
    τινες. ὀδόντας δοκεῖν ἔχειν ἐλεφαντίνους ἀγαθὸν πᾶσι τοῖς μὲν γὰρ φιλολόγοις εὐέπειαν τοῖς δὲ ἄλλοις πολυτέλειαν κατὰ τὸν οἶκον σημαίνουσι. χρυσέους δὲ δοκεῖν ἔχειν ὀδόντας φιλολόγοις μόνοις ἀγαθόν· ὡς γὰρ ἀπὸ χρυσέων φθέγγονται τῶν ὀδόντων· τοῖς δὲ ἄλλοις πυρκαϊὰς ἐσομένας κατὰ τὸν οἶκον σημαίνει. κηρίνους δὲ δοκεῖν ἔχειν ὀδόντας σύντομον παρίστησι θάνατον· οὐ γάρ εἰσιν οἱ τοιοῦτοι τροφῆς τμητικοί. μολυβδίνους δὲ ἔχειν κασσιτερίνους ἀτιμίαν καὶ αἰσχύνην σημαίνει, ὑαλίνους δὲ ἢ ξυλίνους βιαίους ἐπάγει θανάτους. ἀργύρεοι δὲ ὀδόντες χρήματα πορίσαι σημαίνουσι διὰ λόγων, πλουσίοις δὲ εἰς τροφὰς τὰ χρήματα δαπανῆσαι. εἰ δέ τις ἐκβαλὼν τοὺς προτέρους ὀδόντας ἄλλους ἀναφύεσθαι νομίσειεν, ἀλλαγὴν αὐτῷ τοῦ παντὸς βίου σημαίνει τὸ ὄναρ, ἐπὶ μὲν τὸ κρεῖττον, ἐὰν ὦσιν οἱ δεύτεροι ὀδόντες τῶν προτέρων βελτίονες, ἐπὶ δὲ τὸ χεῖρον, ἐὰν ὦσι χείρονες. σαρκία δὲ ἢ ἀκάνθια ἢ ἄλλο τι δοκεῖν ἐν τοῖς ὀδοῦσιν ἔχειν κωλύει φθέγγεσθαι περί τινων ἀναγκαίων, ἔτι καὶ ἀπραξίαν προαγορεύει. εἰ δέ τις τοιαῦτά τινα ἐν τοῖς ὀδοῦσιν ἔχων τάδε ἐξαιρεῖν νομίσειε, παύσεται ἀπραγῶν καί τι διὰ λόγου πράξει.

    Γλῶσσαν σύμμετρον ἔχειν καὶ κατάλληλον τῷ στόματι καὶ τρανὸν φθέγγεσθαι πᾶσιν ἀγαθόν, τὸ δὲ μὴ δύνασθαι

    41
    φθέγγεσθαι ἢ τὴν γλῶσσαν δεδεμένην ἔχειν ἀπραξίαν ἅμα καὶ πενίαν σημαίνει· παραιρεῖται γὰρ καὶ τὴν τῶν λόγων παρρησίαν ἡ πενία. εἴποι δʼ ἄν τις ἐνταῦθα καὶ τὸ Θεόγνιδος
  • πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν
  • οὐθʼ ἕρξαι δύναται. γλῶσσα δέ οἱ δέδεται.
  • γλῶσσα δὲ οἰδήσασα γυναικὶ τῇ τοῦ ἰδόντος νόσον σημαίνει, [*](p. 34) ἐὰν ἔχῃ· εἰ δὲ μή, αὐτῷ. καὶ ὑπὲρ τὸ στόμα πίπτουσα ἀπὸ προπετείας λόγων βλάβην σημαίνει, πολλάκις δὲ καὶ τὴν γυναῖκα τοῦ ἰδόντος μοιχάδα οὖσαν διέβαλε. τὸ δὲ δοκεῖν τρίχας ἔχειν ἐκ τῆς γλώττης πεφυκυίας εἴτε λευκὰς εἴτε μελαίνας οὐκ ἀγαθὸν ἂν εἴη. καίτοι λέγουσι τοῖς ἀπὸ λόγων ποριζομένοις ἀγαθὸν εἶναι. ἡμεῖς δὲ ἐτηρήσαμεν πᾶσι κακὰν τὸ τοιοῦτο γενόμενον· οὐδὲν γὰρ τῶν μὴ ἀργῶν καὶ ἀτριβῶν φύει τρίχας, δεῖ δὲ τὴν γλῶτταν μὴ ἀργὴν ἔχειν. καὶ αἱ μέλαιναι μὲν θᾶττον ἐπάγουσιν αἱ δὲ λευκαὶ βράδιον τὰ ἀποτελέσματα. ὅσα δὲ ἐτήρησα περὶ τοῦ ὀνείρου τούτου, ταῦτα γράφω. τοῖς μὲν διὰ φωνῆς ἐργαζομένοις σχολὴν πρὸς λόγους ἡ γλῶσσα ἔσχε, τοῖς δὲ λοιποῖς πρὸς τροφάς· ἢ γὰρ ἐνόσησαν πολλῷ χρόνῳ καὶ οὐκ ἐχρήσαντο ταῖς κατὰ τὸ ἔθος τροφαῖς, ἢ ἤδη νοσήσαντες ἀπέθανον. μαρτυρήσειε δʼ ἂν καὶ Ἀπολλώνιος ὁ Ἀτταλεὺς ἐν τῷ δευτέρῳ τῆς ἑαυτοῦ συντάξεως πολλὰ περὶ τοῦ ὀνείρου τούτου λέγων. οὐδὲν δὲ διαφέρει
    42
    ἐξ αὐτῆς τῆς γλώσσης πεφυκέναι τὰς τρίχας ἢ ἐκ τῆς ὑπερῴας ἢ ἐκ τῶν οὔλων ἐκ τῶν ὀδόντων ἢ ἐκ τῶν χειλῶν· τὸ γὰρ αὐτὸ σημαίνουσιν.

    Αἷμα ἐμεῖν πολὺ μὲν καὶ εὔχρουν καὶ μὴ διεφθορὸς ἀγαθὸν πένητι, πρόσκτησιν γὰρ σημαίνει καὶ περιουσίαν χρημάτων, ὅτι τὸν ἴσον ἔχει λόγον τῷ αἵματι τὸ ἀργύριον, ὡς καὶ οἱ παλαιοὶ ἄνδρες σοφοὶ διέλαβον· ἀγαθὸν δὲ καὶ ἄπαιδι καὶ τῷ συγγενῆ ἀπόδημον ἔχοντι· ὁ μὲν γὰρ τέκνον γενόμενον ὁ δὲ συγγεν ἀνακομισθέντα ἀπὸ τοῦ αὐτοῦ [*](p. 35) αἵματος ὄντας ἑκατέρους ὄψονται. ἀλλʼ εἰ μὲν εἰς ἀγγεῖον ῥέοι τὸ αἷμα, τραφήσεται μὲν ὁ παῖς, ζήσεται δὲ καὶ ὁ ἀπόδημος μετὰ τὴν ἀνακομιδήν· εἰ δὲ χαμαὶ ῥέοι, ἀμφότεροι τεθνήξονται· --- καὶ ὁ ἀπόδημος εἰς τὴν ἑαυτοῦ πορεύσεται διὰ τὸ αἷμα, τοῦτʼ ἔστιν ἑαυτοῦ εἰς τὴν γῆν, ἥτις ἐστὶ κοινὴ πάντων πατρίς. αἷμα φερόμενον ἰδεῖν ἄτοπον τῷ λανθάνειν βουλομένῳ· ἐλεγχθήσεται γάρ. τὸ δὲ διεφθορὸς αἷμα πᾶσιν ἐπίσης νόσον σημαίνει. τὸ δὲ ὀλίγον σφόδρα, ὥστε μὴ ἐμεῖν δοκεῖν ἀλλὰ πτύειν, πρὸς τοὺς οἰκείους ἐτηρήσαμεν στάσιν σημαῖνον. χολὴν δὲ φλέγμα ἐμεῖν τῷ μὲν ὄντι ἐν συμφορᾷ τινι ἀνία ἢ νόσῳ ἀνάπαυλαν τῶν ἐνεστώτων σημαίνει κακῶν· πάντα γὰρ τὰ τοιαῦτα ἀποκριθέντα οὐκέτι ἐνοχλεῖ. τῷ δὲ κατὰ προαίρεσιν ἀναστρεφομένῳ πρότερον ἐπάγει τι τῶν δεινῶν καὶ τότε ἀπαλλάσσει. τροφὴν δὲ ἐμεῖν βλάβην σημαίνει

    43
    ἡντιναοῦν διὰ τὴν τοῦ σώματος ἀτροφίαν. τὰ δὲ ἑαυτοῦ ἔντερα σπλάγχνα διὰ τοῦ στόματος ἀποκρίνειν τέκνων ὄλεθρον καὶ ἀνδρὶ καὶ γυναικὶ προαγορεύει, τοῖς δὲ ἄπαισι τῶν ὄντων αὐτοῖς τὸ κράτιστον ἀπολέσαι σημαίνει· νοσοῦντι δὲ θάνατον μαντεύεται τὸ ὄναρ. τούτων τὰς αἰτίας ὁ ἐπιὼν παρέξει λόγος.