Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

οἱ δὲ τρεῖς ἄνδρες ἐφʼ ἑαυτῶν γενόμενοι τοὺς ἀποθανουμένους συνέγραφον, τούς τε δυνατοὺς ὑφορώμενοι καὶ τοὺς ἰδίους ἐχθροὺς καταλέγοντες, οἰκείους τε σφῶν αὐτῶν ἢ φίλους ἐς τὴν ἀναίρεσιν ἀντιδιδόντες ἀλλήλοις καὶ τότε καὶ ὕστερον. προσκατελέγοντο γὰρ δὴ καὶ ἕτεροι μεθʼ ἑτέρους, οἱ μὲν ἀπʼ ἔχθρας, οἱ δὲ μόνου προσκρούματος ἢ φιλίας ἐχθρῶν ἢ φίλων ἔχθρας ἢ πλούτου διαφέροντος. ἐδέοντο γὰρ ἐς τὸν πόλεμον χρημάτων πολλῶν, Βρούτῳ μὲν καὶ Κασσίῳ τῶν ἀπὸ τῆς Ἀσίας φόρων δεδομένων τε καὶ προσοδευομένων ἔτι καὶ βασιλέων καὶ σατραπῶν συμφερόντων, αὐτοὶ δʼ ἐπὶ τῆς Εὐρώπης καὶ μάλιστα τῆς Ἰταλίας πολέμοις τε καὶ εἰσφοραῖς τετρυμένης ἀποροῦντες· διʼ ἃ καὶ τοῖς δημόταις καὶ ταῖς γυναιξὶ λήγοντες ἐπέγραψαν εἰσφορὰς βαρυτάτας, καὶ τέλη πράσεων καὶ μισθώσεων ἐπενόησαν. ἤδη δέ τις καὶ διὰ κάλλος ἐπαύλεως καὶ οἰκίας προεγράφη. καὶ ἐγένοντο πάντες οἱ θανάτου τε καὶ δημεύσεως κατεγνωσμένοι ἀπὸ μὲν τῆς βουλῆς ἀμφὶ τοὺς τριακοσίους, ἀπὸ δὲ τῶν καλουμένων ἱππέων ἐς δισχιλίους. καὶ ἦσαν ἐν αὐτοῖς ἀδελφοί τε καὶ θεῖοι τῶν προγραφόντων, καὶ τῶν ὑπʼ αὐτοῖς ἡγεμόνων, ὅσοι τι τοῖς ἄρχουσιν ἢ τοῖς ἡγεμόσι προσεκεκρούκεσαν.

τὸ μὲν δὴ πλῆθος αὐτῶν ἀπὸ τῆς συνόδου διελθόντες ἐς Ῥώμην προγράψειν ἔμελλον, δυώδεκα δὲ ἄνδρας, ἤ, ὡς ἕτεροι λέγουσιν, ἑπτακαίδεκα, τοὺς μάλιστα δυνατούς, ἐν οἷς ἦν καὶ Κικέρων, ἔδοξε προανελεῖν ἐπιπέμψαντας ἄφνω. καὶ τῶνδε μὲν τέσσαρες αὐτίκα ἀνῃρέθησαν ἐν ἑστιάσεσί τε καὶ ὑπαντήσεσι· ζητουμένων δὲ τῶν ἄλλων καὶ ἐρευνωμένων νεών τε καὶ οἰκιῶν, ἄφνω θόρυβος ἀνὰ τὴν νύκτα πᾶσαν ἦν καὶ βοαὶ καὶ διαδρομαὶ μετʼ οἰμωγῆς ὡς ἐν ἁλισκομένῃ πόλει. τῷ γὰρ ἐγνῶσθαι μὲν ἀνδρολήψια γίγνεσθαι, μὴ προγεγράφθαι δὲ μηδένα τῶν προκατεγνωσμένων, πᾶς τις αὐτὸς ἡγεῖτο ζητεῖσθαι πρὸς τῶν περιθεόντων. οὕτω δὲ ἀπογινώσκοντες αὑτῶν, οἱ μὲν τὰ ἴδια, οἱ δὲ τὰ κοινὰ ἐμπρήσειν ἔμελλον, δρᾶσαί τι δεινὸν ἀλόγως αἱρούμενοι πρὶν παθεῖν· καὶ τάχα ἂν ἔδρασαν, εἰ μὴ Πέδιος αὐτοὺς ὁ ὕπατος μετὰ κηρύκων περιθέων ἐπήλπιζε περιμείναντας ἐς ἕω τὰ ἀκριβέστατα μαθεῖν. ἅμα δὲ ἕῳ παρὰ γνώμην τῶν τριῶν ἀνδρῶν προύγραφεν ὁ Πέδιος τοὺς ἑπτακαίδεκα ὡς μόνους τε αἰτίους δόξαντας εἶναι τῶν ἐμφυλίων κακῶν καὶ μόνους κατεγνωσμένους, πίστεις τε τοῖς ἄλλοις δημοσίας ἐποιεῖτο, ἀγνοῶν τὰ ἐγνωσμένα.

καὶ Πέδιος μὲν ἐκ καμάτου τῆς νυκτὸς ἐτελεύτησεν, ἐσῄεσαν δʼ οἱ τρεῖς τρισὶν ἡμέραις, ἀνὰ μέρος ἕκαστος αὐτῶν, ὁ Καῖσάρ τε καὶ ὁ Ἀντώνιος καὶ ὁ Λέπιδος, σὺν ταῖς στρατηγίσι τάξεσι καὶ ὁπλιτῶν ἕκαστος ἑνὶ τέλει. ὡς δὲ ἐσῆλθον, αὐτίκα μὲν ἡ πόλις ἦν πλήρης ὅπλων τε καὶ σημείων διατεταγμένων ἐς τὰ ἐπίκαιρα, αὐτίκα δὲ ἐν μέσῳ τούτων ἤγετο ἐκκλησία, καὶ δήμαρχος Πούπλιος Τίτιος ἐνομοθέτει καινὴν ἀρχὴν ἐπὶ καταστάσει τῶν παρόντων ἐς πενταετὲς εἶναι τριῶν ἀνδρῶν, Λεπίδου τε καὶ Ἀντωνίου καὶ Καίσαρος, ἴσον ἰσχύουσαν ὑπάτοις, ʽἣν ἄν τις Ἑλλήνων ἁρμοστὰς ὀνομάσειεν, ὃ καὶ Λακεδαιμόνιοι τοῖς ἄρτι καθισταμένοις τὰ ὑπήκοα ἐτίθεντο ὄνομα,ʼ οὔτε διαστήματος ἐς δοκιμασίαν οὔτε κυρίας ἐς τὴν χειροτονίαν ἡμέρας προτεθείσης· ἀλλʼ αὐτίκα ἐκυροῦτο ὁ νόμος. καὶ νυκτὸς ἄλλων, ἐπὶ τοῖς ἑπτακαίδεκα, τριάκοντα καὶ ἑκατὸν ἀνδρῶν προγραφαὶ κατὰ πολλὰ τῆς πόλεως προυτίθεντο καὶ μετʼ ὀλίγον ἄλλων πεντήκοντα καὶ ἑκατόν. καί τις προσετίθετο τοῖς πίναξιν αἰεὶ τῶν προσκαταγινωσκομένων ἢ τῶν προανῃρημένων ὑπʼ ἀγνοίας, ἐς δόξαν τοῦ δικαίως ἀνῃρῆσθαι. διετέτακτό τε πάντων τὰς κεφαλὰς ἐς τοὺς τρεῖς ἄνδρας ἐπὶ ῥητῷ κέρδει φέρεσθαι· καὶ ἦν τὸ κέρδος ἐλευθέρῳ μὲν ἀργύριον, θεράποντι δὲ ἐλευθερία τε καὶ ἀργύριον. παρέχειν δὲ ἐς ἔρευναν πάντας τὰ ἴδια. καὶ τὸν ὑποδεξάμενον ἢ κρύψαντα ἢ τὴν ἔρευναν οὐ παρασχόντα τοῖς ἴσοις ἐνέχεσθαι. μηνύειν δὲ ἕκαστα τούτων τὸν ἐθέλοντα ἐπὶ τοῖς ἴσοις κέρδεσι.

καὶ εἶχεν οὕτως ἡ προγραφή·

“Μᾶρκος Λέπιδος, Μᾶρκος Ἀντώνιος, Ὀκτάουιος Καῖσαρ, οἱ χειροτονηθέντες ἁρμόσαι καὶ διορθῶσαι τὰ κοινά, οὕτως λέγουσιν· εἰ μὴ διʼ ἀπιστίαν οἱ πονηροὶ δεόμενοι μὲν ἦσαν ἐλεεινοί, τυχόντες δὲ ἐγίγνοντο τῶν εὐεργετῶν ἐχθροί, εἶτα ἐπίβουλοι, οὔτʼ ἂν Γάιον Καίσαρα ἀνῃρήκεσαν, οὓς ἐκεῖνος δορὶ λαβὼν ἔσωσεν ἐλέῳ καὶ φίλους θέμενος ἐπὶ ἀρχὰς καὶ τιμὰς καὶ δωρεὰς προήγαγεν ἀθρόως, οὔτʼ ἂν ἡμεῖς τοῖς ἐνυβρίσασι καὶ πολεμίους ἀναγράψασιν ἡμᾶς ὧδε ἀθρόως ἠναγκαζόμεθα χρῆσθαι. νῦν δέ, ἐξ ὧν ἐπιβεβουλεύμεθα καὶ ἐξ ὧν Γάιος Καῖσαρ ἔπαθεν, ἀτιθάσευτον ὁρῶντες τὴν κακίαν ὑπὸ φιλανθρωπίας, προλαβεῖν τοὺς ἐχθροὺς ἢ παθεῖν αἱρούμεθα. μὴ δή τις τὸ ἔργον ἄδικον ἢ ὠμὸν ἢ ἄμετρον ἡγείσθω, ἔς τε Γάιον καὶ ἐς ἡμᾶς οἷα πεπόνθαμεν ὁρῶν. Γάιον μὲν δὴ καὶ αὐτοκράτορα ὄντα καὶ ἄρχοντα ἱερῶν, καὶ τὰ φοβερώτατα Ῥωμαίοις καθελόντα τε ἔθνη καὶ κτησάμενον, καὶ πρῶτον ἀνδρῶν ὑπὲρ τοὺς Ἡρακλείους ὅρους ἀπλώτου θαλάσσης ἀποπειράσαντα, καὶ Ῥωμαίοις γῆν ἄγνωστον εὑρόντα, ἐν μέσῳ τῷ ἱερῷ λεγομένῳ βουλευτηρίῳ, ὑπὸ ὄψεσι θεῶν, κατέκανον εἴκοσι καὶ τρισὶ σφαγαῖς ἐνυβρίσαντες, οἱ πολέμῳ ληφθέντες ὑπʼ ἐκείνου καὶ περισωθέντες κληρονόμοι τέ τινες αὐτοῦ τῆς οὐσίας ἐγγραφέντες εἶναι· οἱ λοιποὶ δὲ ἐπὶ τῷ μύσει τῷδε τοὺς ἐναγεῖς ἀντὶ κολάσεων ἐπὶ ἀρχὰς καὶ ἡγεμονίας ἐξέπεμψαν, αἷς ἐκεῖνοι χρώμενοι τά τε κοινὰ τῶν χρημάτων ἥρπασαν, καὶ στρατὸν ἐξ αὐτῶν ἀγείρουσι καθʼ ἡμῶν καὶ ἕτερον αἰτοῦσι παρὰ βαρβάρων ἀεὶ τῆς ἀρχῆς πολεμίων, τάς τε ὑπὸ Ῥωμαίοις πόλεις τὰς μὲν οὐ πείθοντες ἐνέπρησαν ἢ κατέσκαψαν ἢ κατήρειψαν, τὰς δὲ καταπλήξαντες ἐπάγουσι τῇ πατρίδι καθʼ ἡμῶν.