Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ἡμεῖς δὲ αὐτῶν τοὺς μὲν ἤδη τετιμωρήμεθα, τοὺς δὲ λοιποὺς θεοῦ συνεπιλαμβάνοντος αὐτίκα δίκην διδόντας ὄψεσθε. τῶν δὲ μεγίστων ἡμῖν ἠνυσμένων καὶ ὑπὸ χερσὶν ὄντων, Ἰβηρίας τε καὶ Κελτικῆς καὶ τῶνδε τῶν οἴκοι, ἕν ἐστι λοιπὸν ἔτι ἔργον, στρατεύειν ἐπὶ τοὺς πέραν θαλάσσης αὐτόχειρας Γαΐου. μέλλουσι δὴ πόλεμον ὑπὲρ ὑμῶν ἔκδημον ἀγωνιεῖσθαι οὐκ ἀσφαλὲς οὔτε ἐς τὰ ἡμέτερα οὔτε ἐς τὰ ὑμέτερα εἶναι δοκεῖ τοὺς ἄλλους ἐχθροὺς ὀπίσω καταλιπεῖν, ἐπιβησομένους ταῖς ἀπουσίαις ἡμῶν καὶ τὰ συμβαίνοντα τοῦ πολέμου καιροφυλακήσοντας, οὐδʼ αὖ βραδύνειν διὰ τούσδε ἐν ἐπείξει τοσῇδε μᾶλλον ἢ ἐκποδὼν αὐτοὺς ἀθρόως ποιήσασθαι, ἄρξαντάς γε τοῦ καθʼ ἡμῶν πολέμου, ὅτε πολεμίους ἡμᾶς τε καὶ τοὺς ὑφʼ ἡμῖν στρατοὺς ἐψηφίζοντο εἶναι.

κἀκεῖνοι μὲν τοσάσδε πολιτῶν μυριάδας ἡμῖν συναπώλλυον, οὔτε θεῶν νέμεσιν οὔτε φθόνον ἀνθρώπων ὑφορώμενοι· ἡμεῖς δὲ πλήθει μὲν οὐδενὶ χαλεπανοῦμεν οὐδὲ τοὺς ἐχθροὺς ἐπιλεξόμεθα πάντας, ὅσοι διηνέχθησαν ἡμῖν ἢ ἐπεβούλευσαν, οὐδὲ ἐκ πλούτου πάντως ἢ περιουσίας ἢ ἀξιώσεως οὐδʼ ὅσους ἕτερος πρὸ ἡμῶν αὐτοκράτωρ ἔκτεινε, τὴν πόλιν κἀκεῖνος ἐν ἐμφυλίοις καθιστάμενος, ὃν Εὐτυχῆ προσείπατε διʼ εὐπραξίαν, καίπερ ἀνάγκης οὔσης τρισὶ πλέονας ἐχθροὺς ἢ ἑνὶ εἶναι. ἀλλὰ μόνους δὴ τοὺς φαυλοτάτους τε καὶ πάντων αἰτιωτάτους ἀμυνούμεθα. καὶ τόδε διʼ ὑμᾶς οὐχ ἧσσον ἡμῶν· ἀνάγκη μὲν γὰρ ἡμῶν διαφερομένων ὑμᾶς πάντας ἐν μέσῳ δεινὰ πάσχειν, ἀνάγκη δέ τι καὶ τῷ στρατῷ γενέσθαι παραμύθιον ὑβρισμένῳ τε καὶ παρωξυμμένῳ καὶ πολεμίῳ πρὸς τῶν κοινῶν ἐχθρῶν ἀναγεγραμμένῳ. δυνηθέντες δʼ ἄν, οὓς ἔγνωμεν, ἐξ ἐφόδου συλλαβεῖν, αἱρούμεθα προγράψαι μᾶλλον ἢ ἀγνοοῦντας ἔτι συλλαβεῖν· καὶ τόδε διʼ ὑμᾶς, ἵνα μὴ ἐπὶ τοῖς ὁπλίταις ᾖ διωργισμένοις πλεονάζειν ἐς τοὺς ἀνευθύνους, ἀλλὰ ἀπηριθμημένους καὶ ὡρισμένους ἔχοντες ὀνομαστὶ τῶν ἄλλων κατὰ πρόσταγμα ἀπέχωνται.

ἀγαθῇ τύχῃ τοίνυν τῶν ὑπογεγραμμένων τῷδε τῷ διαγράμματι μηδεὶς δεχέσθω μηδένα μηδὲ κρυπτέτω μηδὲ ἐκπεμπέτω ποι μηδὲ πειθέσθω χρήμασι. ὃς δʼ ἂν ἢ σώσας ἢ ἐπικουρήσας ἢ συνειδὼς φανῇ, τοῦτον ἡμεῖς, οὐδεμίαν ὑπολογισάμενοι πρόφασιν ἢ συγγνώμην, ἐν τοῖς προγεγραμμένοις τιθέμεθα. ἀναφερόντων δὲ τὰς κεφαλὰς οἱ κτείναντες ἐφʼ ἡμᾶς, ὁ μὲν ἐλεύθερος ἐπὶ δισμυρίαις δραχμαῖς Ἀττικαῖς καὶ πεντακισχιλίαις ὑπὲρ ἑκάστης, ὁ δὲ δοῦλος ἐπʼ ἐλευθερίᾳ τοῦ σώματος καὶ μυρίαις Ἀττικαῖς καὶ τῇ τοῦ δεσπότου πολιτείᾳ. τὰ δʼ αὐτὰ καὶ τοῖς μηνύουσιν ἔσται. καὶ τῶν λαμβανόντων οὐδεὶς ἐγγεγράψεται τοῖς ὑπομνήμασιν ἡμῶν, ἵνα μὴ κατάδηλος ᾖ.”

ὧδε μὲν εἶχεν ἡ προγραφὴ τῶν τριῶν ἀνδρῶν, ὅσον ἐς Ἑλλάδα γλῶσσαν ἀπὸ Λατίνης μεταβαλεῖν.

πρῶτος δʼ ἦν ἐν τοῖς προγράφουσι Λέπιδος, καὶ πρῶτος ἐν τοῖς προγραφομένοις ὁ ἀδελφὸς ὁ Λεπίδου Παῦλος, καὶ δεύτερος ἦν τῶν προγραφόντων Ἀντώνιος καὶ δεύτερος τῶν προγραφομένων ὁ θεῖος ὁ Ἀντωνίου Λεύκιος, οἵδε μέν, ὅτι πρῶτοι πολεμίους αὐτοὺς ἐψηφίσαντο. τρίτος δὲ καὶ τέταρτος ἦν τῶν ἐν ἑτέρῳ πίνακι προκειμένων ἐς τὸ μέλλον ὑπάτων Πλάγκου μὲν ὁ ἀδελφὸς Πλώτιος, Ἀσινίου δὲ ὁ πενθερὸς Κοΐντιος. καὶ οὐ κατʼ ἀξίωσιν ἄρα μόνην οἵδε τῶν ἄλλων προύκειντο μᾶλλον ἢ ἐς θάμβος καὶ δυσελπιστίαν, μηδένα ῥύσεσθαί τινα προσδοκᾶν. ἦν δὲ καὶ Θωράνιος ἐν τοῖς προγεγραμμένοις, λεγόμενος ὑπό τινων ἐπιτροπεῦσαι Καίσαρος. ἅμα δὲ ταῖς προγραφαῖς αἵ τε πύλαι κατείχοντο καὶ ὅσαι ἄλλαι τῆς πόλεως ἔξοδοί τε καὶ λιμένες ἢ ἕλη καὶ τέλματα ἢ εἴ τι ἄλλο ἐς φυγὴν ὕποπτον ἦν ἢ ἐς λαθραίους καταφυγάς· τήν τε χώραν ἐπετέτραπτο τοῖς λοχαγοῖς ἐρευνᾶν περιθέουσι, καὶ ἐγίγνετο πάντα ὁμοῦ.