Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

δύο μὲν δὴ Γαΐου Καίσαρος φονεῖς οὕτω δίκην, ἐν ταῖς σφετέραις αὐτῶν στρατηγίαις ἐκπολεμηθέντες, ἐδεδώκεσαν, Τρεβώνιος ἐν τῇ Ἀσίᾳ καὶ Δέκμος ἐν τῇ Κελτικῇ· ὅπως δὲ ἔδοσαν Κάσσιός τε καὶ Βροῦτος, οἳ καὶ μάλιστα τῆς ἐπιβουλῆς ἐπὶ τῷ Καίσαρι ἦρξαν, καὶ γῆς ἐκράτουν ἀπὸ Συρίας ἐπὶ Μακεδονίαν ἁπάσης, καὶ στρατὸς ἦν αὐτοῖς πολύς, ἱππικός τε καὶ ναυτικὸς καὶ ὁπλιτῶν ὑπὲρ εἴκοσι τέλη, καὶ νῆες ὁμοῦ καὶ χρήματα, ἡ τετάρτη τῶν ἐμφυλίων ἥδε ὑποδείκνυσιν. ἅμα δὲ τούτοις ἐγίγνοντο αἱ ἐν Ῥώμῃ τῶν ἐπὶ θανάτῳ προγραφέντων ἔρευναί τε καὶ εὑρέσεις καὶ παθήματα πάμπαν ἐπαχθῆ, οἷα οὔτε ἐπὶ Ἑλλήνων ἐν στάσεσιν ἢ πολέμοις οὔτʼ ἐπὶ Ῥωμαίων αὐτῶν ἐμνημονεύετο γενέσθαι, πλὴν ἐπὶ μόνου Σύλλα τοῦ πρώτου τοὺς ἐχθροὺς ἐς θάνατον προγράψαντος. Μάριος μὲν γὰρ ἐζήτει καὶ ἐκόλαζεν, οὓς εὕροι· Σύλλας δὲ ὑπὸ μισθοῖς τε μεγάλοις καὶ κολάσεσι τῶν ἐπικρυψάντων ὁμοίαις τὸν ἐντυχόντα κτείνειν προέγραφεν. καὶ τὰ μὲν ἀμφὶ Μάριόν τε καὶ Σύλλαν ἐν τοῖς περὶ ἐκείνων προείρηται, τὰ δὲ ἑξῆς οὕτως ἐγένετο.

Καῖσαρ μὲν καὶ Ἀντώνιος ἐς φιλίαν ἀπʼ ἔχθρας συνῄεσαν ἀμφὶ Μουτίνην πόλιν, ἐς νησῖδα τοῦ Λαβινίου ποταμοῦ βραχεῖάν τε καὶ ὑπτίαν, ἔχων ἑκάτερος ὁπλιτῶν τέλη πέντε· καὶ τάδε ἀλλήλοις ἀντικαθιστάντες ἐχώρουν σὺν τριακοσίοις ἑκάτερος ἐπὶ τὰς τοῦ ποταμοῦ γεφύρας. Λέπιδος δʼ αὐτὸς προελθὼν διηρεύνα τὴν νῆσον καὶ τῇ χλαμύδι κατέσειεν ἥκειν ἑκάτερον. οἱ δὲ ἐπὶ τῶν γεφυρῶν τοὺς τριακοσίους μετὰ τῶν φίλων ἀπολιπόντες ἐς τὸ μέσον ᾔεσαν ἐν περιόπτῳ, καὶ συνήδρευον οἱ τρεῖς, Καίσαρος ἐν μέσῳ διὰ τὴν ἀρχὴν προκαθίσαντος. δύο δὲ ἡμέραις ἕωθεν ἐς ἑσπέραν συνιόντες τάδε ἔκριναν· ἀποθέσθαι μὲν τὴν ὕπατον ἀρχὴν Καίσαρα καὶ Οὐεντίδιον αὐτὴν ἐς τὸ λοιπὸν τοῦ ἔτους μεταλαβεῖν, καινὴν δὲ ἀρχὴν ἐς διόρθωσιν τῶν ἐμφυλίων νομοθετηθῆναι Λεπίδῳ τε καὶ Ἀντωνίῳ καὶ Καίσαρι, ἣν ἐπὶ πενταετὲς αὐτοὺς ἄρχειν, ἴσον ἰσχύουσαν ὑπάτοις· ὧδε γὰρ ἔδοξεν ἀντὶ δικτατόρων ὀνομάσαι, διὰ τὸ δόγμα ἴσως τὸ Ἀντωνίου κωλῦον ἔτι γίγνεσθαι δικτάτορα. τοὺς δὲ ἀποφῆναι μὲν αὐτίκα τῆς πόλεως ἄρχοντας ἐς τὰ ἐτήσια ἐπὶ τὴν πενταετίαν, τὰς δὲ ἡγεμονίας τῶν ἐθνῶν νειμαμένους, ἔχειν Ἀντώνιον μὲν τὴν Κελτικὴν ἅπασαν ἄνευ τῆς συναφοῦς τοῖς Πυρηναίοις ὄρεσιν, ἣν παλαιὰν ἐκάλουν Κελτικήν· ταύτης δὲ Λέπιδον ἄρχειν καὶ Ἰβηρίας ἐπὶ ταύτῃ· Καίσαρι δὲ εἶναι Λιβύην καὶ Σαρδὼ καὶ Σικελίαν καὶ εἴ τις ἄλλη νῆσος ἐνταῦθα.

ὧδε μὲν τὴν Ῥωμαίων ἡγεμονίαν οἱ τρεῖς ἐνείμαντο ἐφʼ ἑαυτοῖς, τὰ πέραν ἄρα τοῦ Ἰονίου μόνα ὑπερθέμενοι διὰ Βροῦτον καὶ Κάσσιον κρατοῦντας ἔτι αὐτῶν, Κασσίῳ δὲ καὶ Βρούτῳ πολεμεῖν Ἀντώνιόν τε καὶ Καίσαρα· Λέπιδον γὰρ ὑπατεύειν ἐς τὸ μέλλον καὶ τῇ πόλει διὰ τὰς ἐν αὐτῇ χρείας ὑπομένειν, ἡγεμονεύοντα τῆς Ἰβηρίας διʼ ἑτέρων· τοῦ δὲ Λεπίδου στρατοῦ τρία μὲν αὐτὸν Λέπιδον ἔχειν ἐς τὰ ἐπὶ Ῥώμης, ἑπτὰ δὲ τέλη νείμασθαι Καίσαρα καὶ Ἀντώνιον, τρία μὲν Καίσαρα, τέσσαρα δὲ Ἀντώνιον, ὡς ἂν ἐς τὸν πόλεμον αὐτῶν ἑκάτερος εἴκοσιν ἄγοι. ἐπελπίσαι δὲ ἤδη τὸν στρατὸν ἐς τὰ νικητήρια τοῦ πολέμου, ἄλλαις τε δωρεαῖς καὶ ἐς κατοικίαν δόσεσι τῶν Ἰταλικῶν πόλεων ὀκτωκαίδεκα, αἳ καὶ περιουσίᾳ καὶ ἐδάφεσι καὶ οἴκοις εἰς κάλλος διαφέρουσαι ἔμελλον αὐτοῖς ἐδάφεσι καὶ οἴκοις αὐτῷ διανεμήσεσθαι, ὥσπερ αὐτοῖς ἀντὶ τῆς πολεμίας δορίληπτοι γενόμεναι. καὶ ἦσαν αἱ πόλεις ἄλλαι τε καὶ αἱ περιφανέσταται μάλιστα αὐτῶν Καπύη καὶ Ῥήγιον καὶ Οὐενουσία καὶ Βενεβεντὸς καὶ Νουκερία καὶ Ἀρίμινον καὶ Ἰππώνιον. οὕτω μὲν τὰ κάλλιστα τῆς Ἰταλίας τῷ στρατῷ διέγραφον, ἔδοξε δὲ σφίσι καὶ τοὺς ἰδίους ἐχθροὺς προανελεῖν, ἵνα μὴ ἐνοχλοῖεν αὑτοῖς τάδε καθισταμένοις καὶ πολεμοῦσι πόλεμον ἔκδημον. ταῦτα μὲν ἔδοξε, καὶ ταῦτα συνεγράψαντο· καὶ αὐτῶν ὁ Καῖσαρ ὡς ὕπατος ἀνέγνω τοῖς στρατοῖς τὰ λοιπὰ χωρὶς τῶν ἀποθανουμένων. οἱ δʼ ἀκούσαντες ἐπαιώνισάν τε καὶ ἠσπάσαντο ἀλλήλους ἐπὶ διαλλαγῇ.

γιγνομένων δὲ τούτων τέρατα καὶ σημεῖα ἐν Ῥώμῃ πολλὰ καὶ φοβερὰ ἦν. κύνες τε γὰρ ὠρύοντο ὁμαλῶς οἷα λύκοι, σύμβολον ἀηδές, καὶ λύκοι τὴν ἀγορὰν διέθεον, οὐκ ἐπιχωριάζον ἐν πόλει ζῷον, βοῦς τε φωνὴν ἀφῆκεν ἀνθρώπου, καὶ βρέφος ἀρτίτοκον ἐφθέγξατο, καὶ τῶν ξοάνων τὰ μὲν ἵδρου, τὰ δὲ καὶ αἷμα ἵδρου, ἀνδρῶν τε μεγάλαι βοαὶ καὶ κτύπος ὅπλων καὶ δρόμος ἵππων οὐχ ὁρωμένων ἠκούετο. ἀμφί τε τὸν ἥλιον ἀηδῆ σημεῖα πολλά, καὶ λιθώδεις ἐγίγνοντο ὑετοί, καὶ κεραυνοὶ συνεχεῖς ἐς ἱερὰ καὶ ἀγάλματα ἔπιπτον. ἐφʼ οἷς ἡ μὲν βουλὴ θύτας καὶ μάντεις συνῆγεν ἀπὸ Τυρρηνίας· καὶ ὁ πρεσβύτατος αὐτῶν, τὰς πάλαι βασιλείας ἐπανήξειν εἰπών, καὶ δουλεύσειν ἅπαντας χωρὶς ἑαυτοῦ μόνου, τὸ στόμα κατέσχε καὶ τὸ πνεῦμα, ἕως ἀπέθανεν.