Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

τοσήδε μὲν στρατιὰ τοῖς ἀμφὶ τὸν Κάσσιον ἐπὶ τοῦ Μέλανος κόλπου διεκρίθη, καὶ τοσῇδε ἐχώρουν ἐπὶ τὸ ἔργον, τὴν λοιπὴν ἔχοντες ἐπὶ τῶν ἀλλαχόθι χρειῶν. καθήραντες δὲ αὐτὴν τοῖς νομιζομένοις ἀνεπλήρουν τὰς ἐκ τῶν ἐπηγγελμένων τισὶν ὀφειλομένας ἔτι δωρεάς, πολλῆς μὲν περιουσίας χρημάτων πεφροντικότες, οἰκειούμενοι δὲ ταῖς δόσεσιν αὐτούς, Γαΐῳ μάλιστα Καίσαρι τοὺς πλέονας ἐστρατευμένους, μή τις ἐς τὴν ὄψιν ἢ ὁμωνυμίαν τοῦ νέου Καίσαρος νεωτερίσειεν ἐλθόντος. καὶ αὖθις ἔδοξε τούτου χάριν καὶ δημηγορῆσαι. βῆμά τε οὖν ἐπήχθη μέγα, καὶ οἱ στρατηγοὶ μετὰ τῶν ἀπὸ τῆς βουλῆς μόνων ἐς αὐτὸ ἀναβάντες, ὁ δὲ στρατὸς αὐτῶν, ὅ τε ἴδιος καὶ συμμαχικός, κάτω περιστάντες, ἥδοντο εὐθὺς ἐπὶ τῇ ὄψει τοῦ πλήθους ἀλλήλων ἑκάτεροι, ἰσχυροτάτῃ σφίσι φανείσῃ· καὶ θάρσος ἦν ἀμφοτέροις αὐτίκα καὶ ἐλπὶς ἰσχυρά, τοσῶνδε στρατηγοῦσιν. αὐτά τε πρῶτα πάντων τάδε τοῖς στρατηγοῖς τὸν στρατὸν ἐς πίστιν συνῆγε· τίκτουσι γὰρ εὔνοιαν ἐλπίδες κοιναί. θροῦ δὲ ὡς ἐν τοσούτοις ὄντος οἵ τε κήρυκες καὶ οἱ σαλπιγκταὶ σιωπὴν ἐποίουν, καὶ γενομένης ποτὲ ὁ Κάσσιος ʽπροῦχε γὰρ ἡλικίᾀ προελθὼν μικρὸν ἐκ τῆς τάξεως ἐς τὸ μέσον ἔλεξεν ὧδε·

“ὁ μὲν ἀγὼν πρῶτον ἡμᾶς, ὦ συστρατιῶται, κοινὸς ὢν ἐς πίστιν ἀλλήλοις συνάγει· συνάπτει δὲ καὶ ὅσα ὑμῖν ὑποσχόμενοι πάντα ἔδομεν, ὃ μεγίστη πίστις ἐστὶ καὶ περὶ ὧν ἐς τὸ μέλλον ὑπισχνούμεθα. αἱ δὲ ἐλπίδες εἰσὶν ἐν τῇ ἀρετῇ, ὑμῶν τε τῶν στρατευομένων καὶ ἡμῶν, οὓς ἐπὶ τοῦ βήματος τοῦδε ὁρᾶτε τοσούσδε καὶ τοιούσδε ἄνδρας ἀπὸ τῆς βουλῆς. ἔστι δὲ καὶ πλῆθος παρασκευῆς, ὅσον ἴστε, σίτου τε καὶ ὅπλων καὶ χρημάτων καὶ νεῶν καὶ συμμάχων κατά τε ἔθνη καὶ βασιλέας. ὥστε τί χρὴ τῷ λόγῳ παρακαλεῖν ἐς προθυμίαν τε καὶ ὁμόνοιαν, οὓς ἥ τε παρασκευὴ καὶ τὰ ἔργα κοινὰ ὄντα συνάγει; περὶ δὲ ὧν διαβάλλουσιν ἡμᾶς δύο ἄνδρες ἐχθροί, ἴστε μὲν αὐτὰ ἀκριβέστατα, καὶ διʼ αὐτὸ συστρατεύεσθε ἡμῖν ἑτοίμως, δοκεῖ δὲ καὶ νῦν ἐπεξελθεῖν ἔτι τὴν αἰτίαν, ἣ μάλιστα ἐπιδείκνυσι τοῦ πολέμου καλλίστην τε οὖσαν ἡμῖν καὶ δικαιοτάτην τὴν πρόφασιν.

ἡμεῖς γὰρ Καίσαρα ἐν μὲν τοῖς πολέμοις συστρατευόμενοί τε αὐτῷ μεθʼ ὑμῶν καὶ στρατηγοῦντες ἐπὶ μέγα ᾔρομεν καὶ φίλοι διετελοῦμεν ὄντες, ὡς μὴ δοκεῖν αὐτὸν διʼ ἔχθραν ὑφʼ ἡμῶν ἐπιβεβουλεῦσθαι. τὰ δὲ ἐς τὴν εἰρήνην ἐπίμεμπτος ἦν, οὐχ ἡμῖν τοῖς φίλοις, ἐπεὶ κἀν τούτοις προετιμώμεθα, ἀλλὰ τοῖς νόμοις καὶ τῷ κόσμῳ τῆς πολιτείας, ὧν οὐδεὶς νόμος οὔτε ἀριστοκρατικὸς κύριος οὔτε δημοτικὸς ἔτι ἦν· ἅπερ ἅπαντα οἱ πατέρες ἡμῶν ἥρμοσαν, ὅτε τοὺς βασιλέας ἐκβαλόντες ἐπώμοσαν καὶ ἐπηράσαντο οὐκ ἀνέξεσθαι βασιλέων ἐς τὸ μέλλον ἑτέρων. ᾧ τινι ὅρκῳ βοηθοῦντες οἱ τῶν ὀμωμοκότων ἔκγονοι καὶ τὰς ἀρὰς ἀπερύκοντες ἀφʼ ἑαυτῶν οὐχ ὑπεμείναμεν ἐς πολὺ περιιδεῖν ἕνα ἄνδρα, εἰ καὶ φίλος ἦν ἡμῖν καὶ χρήσιμος, τά τε κοινὰ χρήματα καὶ στρατόπεδα καὶ χειροτονίας ἀρχῶν ἀπὸ τοῦ δήμου καὶ ἡγεμονίας ἐθνῶν ἀπὸ τῆς βουλῆς ἐς ἑαυτὸν περιφέροντα καὶ νόμον ἀντὶ τῶν νόμων καὶ κύριον ἀντὶ τοῦ δήμου καὶ αὐτοκράτορα ἀντὶ τῆς βουλῆς γιγνόμενον ἐς ἅπαντα.

ὧν ἴσως ὑμεῖς οὐκ ἀκριβῶς ᾐσθάνεσθε, ἀλλὰ μόνην αὐτοῦ τὴν ἐν τοῖς πολέμοις ἀρετὴν ἑωρᾶτε. νῦν δὲ ῥᾳδίως τε ἂν καὶ ἐκ μόνου τοῦ περὶ ὑμᾶς μέρους καταμάθοιτε. ὁ γὰρ δῆμος ὑμεῖς ἐν μὲν τοῖς πολέμοις ὑπακούετε ἐς πάντα ὡς κυρίοις τοῖς στρατηγοῖς, τὸ δὲ κῦρος τόδε ἐν τοῖς εἰρηνικοῖς ἐφʼ ἡμῖν ἀντιλαμβάνετε αὐτοί, προβουλευούσης μὲν τῆς βουλῆς, ἵνα μὴ σφαλείητε, κρίνοντες δὲ αὐτοὶ καὶ ψηφιζόμενοι κατὰ φυλὰς ἢ λόχους καὶ ἀποφαίνοντες ὑπάτους τε καὶ δημάρχους καὶ στρατηγούς. ἐπὶ δὲ ταῖς χειροτονίαις καὶ τὰ μέγιστα δικάζετε, κολάζοντες ἢ τιμῶντες, ὅτε κολάσεως ἢ τιμῆς ἀξίως ἄρξαιμεν ὑμῶν. ἡ δὲ ἀντίδοσις ἥδε τήν τε ἡγεμονίαν, ὦ πολῖται, ἐς εὐδαιμονίαν ἄκραν ὑπερήγαγε καὶ τοὺς ἀξίους ἐτίμησε, καὶ οἱ τετιμημένοι χάριν εἶχον ὑμῖν. ἀπὸ ταύτης τῆς ἐξουσίας ὕπατον ἐποιήσασθε Σκιπίωνα, ὅτε αὐτῷ περὶ Λιβύην ἐμαρτυρήσατε· καὶ δημάρχους ἐποιεῖσθε ἀνὰ ἔτος ἕκαστον, οὓς ἐβούλεσθε, διοισομένους ἡμῖν ὑπὲρ ὑμῶν, εἰ δέοι. καὶ τί μοι καταλέγειν τὰ πολλά, ὅσα ἴστε;