Civil Wars
Appianus of Alexandria
Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
ὧδε μὲν ὁ Πομπήιος Σικελίας ἐκράτησε, καὶ ναῦς ἔχων καὶ νῆσον ἐπικειμένην τῇ Ἰταλίᾳ καὶ στρατὸν ἤδη πολύν, ὅσον τε πρότερον εἶχε καὶ ὅσον οἱ φεύγοντες ἐκ Ῥώμης ἐλεύθερον ἢ δοῦλον ἦγον ἢ αἱ πόλεις ἐξ Ἰταλίας ἔπεμπον αὐτῷ, αἱ ἐς ἐπινίκια τοῖς στρατοῖς ἐπηγγελμέναι. ταῖς γὰρ δὴ γνώμαις αἵδε μάλιστα τὴν νίκην τῶν τριῶν ἀνδρῶν ἀπεύχοντο καί, ὅσα δύναιντο, κρύφα ἀντέπρασσον· ἀποδιδράσκοντές τε τῶν πατρίδων ὡς οὐκέτι πατρίδων οἱ δυνάμενοι συνέφευγον ἐς Πομπήιον, ἀγχοτάτω τε ὄντα καὶ περιφίλητον ἅπασιν ἐν τῷ τότε. παρῆσαν δʼ αὐτῷ καὶ ναυτικοὶ ἄνδρες ἐκ Λιβύης καὶ Ἰβηρίας, ἔμπειροι θαλάσσης, ὥστε καὶ ἡγεμόσι καὶ ναυσὶ καὶ πεζῷ καὶ χρήμασιν ὁ Πομπήιος ἐπῆρτο. καὶ τούτων ὁ Καῖσαρ ἐπήκοος ὢν ἔπεμπε Σαλουιδιηνὸν ἐπὶ νεῶν στόλου, Πομπήιον ὡς εὐχερὲς ἔργον ἐξελεῖν παραπλέοντα· καὶ αὐτὸς ᾔει διὰ τῆς Ἰταλίας ὡς αὐτῷ Σαλουιδιηνῷ συμβολήσων περὶ Ῥήγιον. Σαλουιδιηνῷ δʼ ὁ Πομπήιος ἀπαντᾷ μεγάλῳ στόλῳ, καὶ πρὸ τοῦ πορθμοῦ ναυμαχίας ἀμφὶ τὸ Σκύλλαιον αὐτοῖς γενομένης αἱ μὲν τοῦ Πομπηίου νῆες, κουφότεραί τε οὖσαι καὶ ναυτικωτέρων ἀνδρῶν, ταχυτῆτι καὶ ἐμπειρίᾳ προῦχον, αἱ δὲ Ῥωμαίων ἅτε βαρύτεραι καὶ μείζους ἐμόχθουν. ὡς δʼ ὁ συνήθης τοῦ πορθμοῦ κλύδων ἐπεγίγνετο καὶ διεσπᾶτο ἡ θάλασσα ἐφʼ ἑκάτερα ὑπὸ τοῦ ῥοῦ, οἱ μὲν ἧσσον ἐμόχθουν ὑπὸ ἔθους τοῦ κλύδωνος, οἱ δʼ ἀμφὶ τὸν Σαλουιδιηνόν, οὔτε ἑστῶτες βεβαίως ὑπὸ ἀηθείας οὔτε τὰς κώπας ἔτι ἀναφέρειν δυνάμενοι οὔτε τὰ πηδάλια ἔχοντες εὐπειθῆ, συνεταράσσοντο, ὥστε κλίνοντος ἐς δείλην ἑσπέραν ἤδη τοῦ θεοῦ πρότερος ὁ Σαλουιδιηνὸς ἀνεκάλει. ὑπεχώρει δὲ καὶ ὁ Πομπήιος. νῆες δὲ ἑκατέρων ἴσαι διεφθάρατο, καὶ τὰς λοιπὰς λελωβημένας τε καὶ πεπονημένας ὁ Σαλουιδιηνὸς ἐπεσκεύαζεν, ὑποχωρήσας ἐς λιμένα πρὸ τοῦ πορθμοῦ Βαλαρόν.
ὁ δὲ Καῖσαρ ἐπελθὼν ʽρηγίνοις μὲν καὶ Ἱππωνεῦσι μεγάλας πίστεις αὐτὸς ἔδωκεν ἀναλύσειν αὐτοὺς ἐκ τῶν ἐπινικίων ʽἐδεδίει γὰρ ὄντας ἐπὶ τοῦ πορθμοῦ μάλιστἀ, καλοῦντος δʼ αὐτὸν Ἀντωνίου κατὰ σπουδὴν διέπλει πρὸς αὐτὸν ἐς τὸ Βρεντέσιον, ἐν ἀριστερᾷ ἔχων Σικελίαν καὶ Πομπήιον καὶ Σικελίαν ὑπερθέμενος ἐν τῷ τότε. Μοῦρκος δὲ ἐπιόντος τοῦ Καίσαρος, ἵνα μὴ ἐν μέσῳ γένηται Ἀντωνίου τε καὶ Καίσαρος, μικρὸν ἀναχωρήσας τοῦ Βρεντεσίου, τὰς ὁλκάδας ἐφύλασσεν ἐν τῷ πόρῳ τὸν στρατὸν ἐς Μακεδονίαν ἐκ τοῦ Βρεντεσίου διαφερούσας. αἱ δὲ προεπέμποντο μὲν ὑπὸ τριήρων, πνεύματος δὲ πολλοῦ κατὰ θεὸν οἰκείου γενομένου διέπτησαν ἀδεῶς, οὐδὲν τῶν προπομπῶν δεηθεῖσαι. καὶ ὁ Μοῦρκος ἀχθόμενος ὅμως ἐφήδρευεν ἐπανιούσαις κεναῖς. αἱ δὲ καὶ τότε, καὶ αὖθις ἕτερον στρατὸν ἄγουσαι, διέπλεον ἱστίοις στρογγύλοις, μέχρι πᾶς ὁ στρατὸς καὶ ἐπʼ αὐτῷ Καῖσάρ τε καὶ Ἀντώνιος διέπλευσαν. καὶ ὁ Μοῦρκος ὑπό του δαιμόνων βεβλάφθαι νομίζων, ὑπέμενεν ὅμως τὰς ἐκ τῆς Ἰταλίας αὐτοῖς διαπλεούσας παρασκευὰς ἢ τροφὰς ἢ τὸν ἐπισυλλεγόμενον στρατὸν βλάπτων, ὅσα δύναιτο. καὶ αὐτῷ Δομίτιος Ἀηνόβαρβος ὑπὸ τῶν ἀμφὶ τὸν Κάσσιον ἐς τὸ αὐτὸ ἔργον, ὡς χρησιμώτατον δή, μετὰ νεῶν ἄλλων πεντήκοντα καὶ τέλους ἑτέρου καὶ τοξοτῶν ἐπέμφθη· ὡς γὰρ οὐκ ἔχουσι τοῖς ἀμφὶ τὸν Καίσαρα τροφὰς δαψιλεῖς ἑτέρωθεν ἐδόκει τὰ ἐκ τῆς Ἰταλίας διακλείσειν.
οἱ μὲν δὴ ναυσί τε μακραῖς ἑκατὸν καὶ τριάκοντα καὶ ὑπηρετικαῖς πλέοσι καὶ στρατῷ πολλῷ διαπλέοντες ἠνώχλουν, Δεκίδιος δὲ καὶ Νωρβανός οὓς ὁ Καῖσαρ καὶ Ἀντώνιος μετὰ ὀκτὼ τελῶν ἐς Μακεδονίαν προεπεπόμφεσαν, ἐκ Μακεδονίας ἐχώρουν ἐπὶ Θρᾴκης τῆς ὀρείου χιλίους καὶ πεντακοσίους σταδίους, μέχρι πόλιν ὑπερβάντες Φιλίππους τὰ στενὰ Κορπίλων καὶ Σαπαίων, τῆς Ῥασκουπόλιδος ὄντα ἀρχῆς, κατέλαβον, ᾗ μόνῃ διελθεῖν ἔστιν ἐς τὴν Εὐρώπην ἐκ τῆς Ἀσίας τὴν γνώριμον ὁδόν. καὶ τοῦτο τοῖς ἀμφὶ τὸν Κάσσιον, ἐς Σηστὸν ἐξ Ἀβύδου περάσασι, πρῶτον ἀντεκεκρούκει. Ῥασκούπολις δὲ καὶ Ῥάσκος ἤστην ἀδελφὼ Θρᾳκίω βασιλίσκω, μιᾶς ἄρχοντε χώρας, οἳ τότε τῇ γνώμῃ περὶ τῆς συμμαχίας διεφέροντο. καὶ Ῥάσκος μὲν τοῖς ἀμφὶ τὸν Ἀντώνιον συνεμάχει, Ῥασκούπολις δὲ τοῖς ἀμφὶ τὸν Κάσσιον, τρισχιλίους ἱππέας ἔχων ἑκάτερος. πυνθανομένοις δὲ τοῖς ἀμφὶ τὸν Κάσσιον περὶ τῶν ὁδῶν ὁ Ῥασκούπολις ἔφη τὴν μὲν διʼ Αἴνου καὶ Μαρωνείας ἐπίτομόν τε καὶ συνήθη καὶ λεωφόρον οὖσαν ἐπὶ τὰ Σαπαίων στενὰ ἄγειν, κατεχόντων δὲ αὐτὰ τῶν πολεμίων ἀμήχανα ἐς δίοδον εἶναι, τὴν δὲ περίοδον τριπλασίονά τε καὶ χαλεπήν.
οἱ δὲ τοὺς πολεμίους ὑπολαβόντες οὐκ ἐς κώλυσιν μὲν ὁδῶν αὑτοῖς ἀπαντᾶν, τροφῶν δὲ ἀπορίᾳ ἐς Θρᾴκην ἀντὶ Μακεδονίας ὑπερβῆναι, ἐβάδιζον ἐπὶ Λἴνου καὶ Μαρωνείας, ὅθεν ἐπὶ Λυσιμαχείας τε καὶ Καρδίας, αἳ τὸν ἰσθμὸν τῆς Θρᾳκίου χερρονήσου διαλαμβάνουσιν ὥσπερ πύλαι, μετὰ δὲ ἄλλην ἡμέραν ἐς τὸν Μέλανα κόλπον ἀφίκοντο. καὶ τὸν στρατὸν ἐξετάζουσιν αὐτοῖς ἐγένοντο πάντες ὁπλιτῶν ἐννεακαίδεκα τέλη, Βρούτου μὲν ὀκτώ, Κασσίου δὲ ἐννέα, ἐντελὲς οὐδέν, ἀλλʼ ἐς δύο που τέλη μάλιστα ἀναπληρούμενα, ὡς γίνεσθαι μυριάδας ὁπλιτῶν ἀμφὶ τὰς ὀκτώ. ἱππέες δὲ ἦσαν Βρούτῳ μὲν Κελτοὶ καὶ Λυσιτανοὶ τετρακισχίλιοι καὶ Θρᾷκες καὶ Ἰλλυριοὶ Παρθηνοὶ καὶ Θεσσαλοὶ δισχίλιοι, Κασσίῳ δὲ Ἴβηρές τε καὶ Κελτοὶ δισχίλιοι καὶ ἱπποτοξόται Ἄραβές τε καὶ Μῆδοι καὶ Παρθυαῖοι τετρακισχίλιοι. σύμμαχοι δὲ εἵποντο βασιλέες καὶ τετράρχαι Γαλατῶν τῶν ἐν Ἀσίᾳ, πεζόν τε ἄγοντες πολὺν ἄλλον καὶ ἱππέας ὑπὲρ πεντακισχιλίους.