Civil Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.

ἀλλʼ οὐκ, ἀφʼ οὗ Καῖσαρ ἐδυνάστευσεν, οὐκ ἀρχήν τινα, οὐ στρατηγόν, οὐχ ὕπατον, οὐ δήμαρχον ἐχειροτονήσατε ἔτι, οὐκ ἐμαρτυρήσατε οὐδενί, οὐκ ἀμοιβὴν εἴχετε δοῦναι μαρτυροῦντες. ἐν κεφαλαίῳ δὲ εἰπεῖν, οὐδὲ εἷς ὑμῖν χάριν ὤφειλεν, οὐκ ἀρχῆς, οὐχ ἡγεμονίας, οὐκ εὐθυνῶν, οὐ δίκης. ὃ δὲ οἴκτιστον ἁπάντων ἐγένετο, οὐδʼ αὐτοῖς ἐδυνήθητε ἐπικουρῆσαι τοῖς δημάρχοις ὑμῶν ὑβριζομένοις, ἥν τινα ἀΐδιον ὑμῶν αὐτῶν ἀρχὴν ἐστήσασθε εἶναι καὶ ἱερὰν καὶ ἄσυλον ἀπεφήνατε, ἀλλὰ καὶ τοὺς ἀσύλους εἴδετε τὴν ἀρχὴν τὴν ἄσυλον καὶ τὴν ἐσθῆτα τὴν ἱερὰν ἐς ὕβριν ἀφαιρουμένους ἀκρίτους, ἀπὸ μόνου προστάγματος, ὅτι ἔδοξαν ὑπὲρ ὑμῶν χαλεπῆναι τοῖς καὶ βασιλέα αὐτὸν ἐθέλουσι προσαγορεῦσαι. ὃ καὶ μάλιστα ἐπαχθῶς ἤνεγκεν ἡ βουλὴ διʼ ὑμᾶς· ὑμετέρα γὰρ καὶ οὐ τῆς βουλῆς ἐστιν ἡ τῶν δημάρχων ἀρχή. ἐπιμέμψασθαι δὲ σαφῶς οὐ δυναμένη τὸν ἄνδρα οὐδʼ ἐς κρίσιν ἐπαγαγεῖν διὰ ἰσχὺν στρατοπέδων, ἃ καὶ αὐτά, τέως ὄντα τῆς πόλεως, ἑαυτοῦ πεποίητο ἴδια, τὸν ἔτι λοιπὸν τρόπον ἀμύνασθαι τὴν τυραννίδα ἐπενόησεν, ἐς τὸ σῶμα ἐπιβουλεύσασα.

ἔδει δὲ τὴν μὲν γνώμην γενέσθαι τῶν ἀρίστων, τὸ δὲ ἔργον ὀλίγων. ἐπεὶ δὲ ἐγένετο, αὐτίκα ἡ βουλὴ τὴν κοινὴν γνώμην ἐξέφηνε, σαφῶς μὲν ὅτε καὶ γέρα τυραννοκτονικὰ ἐψηφίζοντο εἶναι· ἐπισχόντος δὲ αὐτοὺς Ἀντωνίου καθʼ ὑπόκρισιν ἀταξίας καὶ οὐδʼ ἡμῶν ἀξιούντων διὰ γέρα τῇ πόλει μᾶλλον ἢ διʼ αὐτὴν τὴν πατρίδα βοηθεῖν, τοῦδε μὲν ἀπέσχοντο, οὐκ ἐθέλοντες ἐφυβρίζειν τῷ Καίσαρι, ἀλλὰ μόνης τῆς τυραννίδος ἀπηλλάχθαι, ἀμνηστίαν δὲ ἁπάντων ἐψηφίσαντο εἶναι καὶ σαφέστερον ἔτι, φόνου μὴ εἶναι δίκας. καὶ μετὰ μικρόν, Ἀντωνίου τὸ πλῆθος ἐφʼ ἡμῖν δημοκοπήσαντος, ἡ βουλὴ καὶ ἀρχὰς ἐθνῶν τῶν μεγίστων καὶ ἡγεμονίας ἔδοσαν ἡμῖν καὶ γῆς ἀπέφηναν ἡγεῖσθαι πάσης ἀπὸ τοῦ Ἰονίου μέχρι Συρίας, πότερον ὡς ἐναγεῖς κολάζοντες ἢ ὡς ἀνδροφόνους πορφύρᾳ τε ἱερᾷ καὶ ῥάβδοις καὶ πελέκεσι περικοσμοῦντες; ᾧ λόγῳ καὶ Πομπήιον τὸν νέον, οὐδὲν μὲν ἐς ταῦτα συνειργασμένον, ὅτι δὲ μόνον Πομπηίου Μάγνου τοῦ πρώτου περὶ τῆς δημοκρατίας ἀγωνισαμένου παῖς καὶ ὅτι μικρὰ τὴν τυραννίδα ἠνώχλει λανθάνων περὶ Ἰβηρίαν, κατεκάλεσέ τε ἐκ τῆς φυγῆς καὶ τὸ τίμημα αὐτῷ τῶν πατρῴων ἐκ τῶν κοινῶν ἔκριναν ἀποδοῦναι χρημάτων καὶ θαλασσοκράτορα ἀπέφηναν, ἵνα κἀκεῖνος ἀρχήν τινα ἔχοι δημοκρατικὸς ὤν. τί δὴ πλέον ἔργον ἔτι τῆς βουλῆς ἢ σύμβολον ἐπιζητεῖτε τοῦ κατὰ γνώμην αὐτῆς πάντα πεπρᾶχθαι, πλὴν ἢ λόγῳ μόνον ὑμῖν ἔτι ὁμολογῆσαι; ὃ καὶ αὐτὸ πράξουσι καὶ ἐροῦσι καὶ λέγοντες ἅμα ὑμᾶς ἀμείψονται μεγάλαις δωρεαῖς, ὅταν εἰπεῖν καὶ ἀμείψασθαι δύνωνται.

νῦν μὲν γὰρ ὡς ἔχουσιν, ἴστε. προγράφονται χωρὶς δίκης, καὶ τὰ ὄντα αὐτοῖς δημεύεται, καὶ κτείνονται χωρὶς καταδίκης ἐν οἰκίαις, ἐν στενωποῖς, ἐν ἱεροῖς, ὑπὸ στρατιωτῶν, ὑπὸ θεραπόντων, ὑπὸ ἐχθρῶν, ἐκ μυχῶν ἀνασπώμενοι καὶ διωκόμενοι πανταχῇ, τῶν νόμων τὸν ἐθέλοντα φεύγειν ἐώντων. ἐς δὲ τὴν ἀγοράν, ἐς ἣν οὐδενὸς πολεμίου κεφαλήν, ἀλλὰ ὅπλα μόνα καὶ ἔμβολα νεῶν ἐφέρομεν, ὑπάτων ἄρτι καὶ στρατηγῶν καὶ δημάρχων καὶ ἀγορανόμων καὶ ἱππέων κεφαλαὶ πρόκεινται· καὶ γέρα τούτων ἐστὶ τῶν κακῶν ὡρισμένα. τοῦτο γὰρ ἐπανάστασίς τίς ἐστι πάντων, ὅσα τέως ἦν ὕπουλα, καὶ ἀνδρολήψια αἰφνίδια καὶ μύση ποικίλα γυναικῶν τε καὶ υἱῶν καὶ ἀπελευθέρων καὶ οἰκετῶν. ἐς τοσοῦτον ἤδη καὶ τοὺς τρόπους ἡ πόλις ἐπιτέτριπται. καὶ τῶνδε τοῖς πονηροῖς ἡγεμόνες εἰσὶν οἱ τρεῖς ἄνδρες, αὐτοὶ πρὸ τῶν ἄλλων ἀδελφοὺς καὶ θείους καὶ ἐπιτρόπους προγράψαντες. λέγεταί ποτε πρὸς τῶν ἀγριωτάτων βαρβάρων ἡ πόλις ἁλῶναι· καὶ οὐδενὸς ἀπέτεμνον οἱ Κελτοὶ κεφαλὰς οὐδὲ ἐνύβριζον ἀνῃρημένοις οὐδὲ πολεμοῦσιν ἔτι λαθεῖν ἢ φυγεῖν ἐφθόνουν. οὐδʼ αὐτοί πω πόλιν οὐδεμίαν ὧν δορὶ ἐλάβομεν, τοιαῦτα διεθήκαμεν οὐδὲ ἑτέρους ἐπυθόμεθα διαθεῖναι, οἷα νῦν οὐκ ἰδιῶτις πόλις, ἀλλʼ ἡγεμονὶς ἀδικεῖται πρὸς τῶν αὐτὴν ἁρμόσαι καὶ διορθῶσαι τὰ κοινὰ κεχειροτονημένων. τί τοιοῦτον εἰργάσατο Ταρκύνιος; ὃν διὰ μιᾶς γυναικὸς ὕβριν, ἐξ ἔρωτος γενομένην, βασιλέα τε ὄντα ἐξέβαλον καὶ βασιλεύεσθαι διὰ ἓν ἔργον οὐκέτι ὑπέστησαν.

καὶ τάδε, ὦ πολῖται, πράσσοντες οἱ τρεῖς ἡμᾶς ἐναγεῖς λέγουσι, καί φασι μὲν ἀμύνειν Καίσαρι, προγράφουσι δὲ τοὺς οὐδʼ ἐπιδημοῦντας, ὅτε ἀνῃρεῖτο. ὧν καὶ οἵδε εἰσὶν οἱ πλέονες, οὓς ὁρᾶτε, διὰ πλοῦτον ἢ γένος ἢ γνώμην δημοκρατικῆς διανοίας προγεγραμμένοι. ᾧ λόγῳ καὶ Πομπήιος μεθʼ ἡμῶν προεγράφη, πόρρω μὲν ὢν περὶ Ἰβηρίαν, ὅτε ἡμεῖς ἐδρῶμεν· ὅτι δέ ἐστι δημοκρατικοῦ πατρός, διὰ τὴν αὐτὴν αἰτίαν ὑπὸ μὲν τῆς βουλῆς κατεκλήθη τε καὶ θαλασσοκράτωρ ἐγένετο, ὑπὸ δὲ τῶν τριῶν προεγράφη. τί δὲ γυναῖκες ἐπὶ Καίσαρι συνέγνωσαν αἱ ἐς ἐσφορὰς προγεγραμμέναι; τί δὲ ὁ δῆμος ὁ μέχρι δέκα μυριάδων τιμᾶσθαι τὰ ὄντα κεκελευσμένος ὑπὸ μηνύμασι καὶ ζημίαις, ᾧ τέλη καινὰ καὶ ἐσφορὰς ἐπιγράφουσι; καὶ τάδε πράσσοντες οὐδʼ ὣς ἀνεπλήρωσαν τοῖς στρατευομένοις σφίσι τὰς δωρεάς. ἡμεῖς δέ, οἷς ἀσεβὲς οὐδὲν εἴργασται, καὶ τὰ ἐπηγγελμένα δεδώκαμεν καὶ ἕτερα ἕτοιμα ἔχομεν ἐς ἀμοιβὰς μείζονας. οὕτως ἡμῖν καὶ τὸ δαιμόνιον, ὡς δίκαια πράσσουσι, συνεπιλαμβάνει.