Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Πλάτων’ ([Plato] Def. p. 415 a) δὲ χεῖρον παρὰ τοὺς ἄλλους ὁρίζεται τὸν ἄνθρωπον, λέγων “ἄνθρωπός ἐστι ζῷον ἄπτερον δίπουν πλατυώνυχον, ἐπιστήμης πολιτικῆς δεκτικόν.” ὅθεν καὶ προῦπτά ἐστι τὰ ὀφείλοντα πρὸς αὐτὸν λέγεσθαι. πάλιν γὰρ οὐ τὸν ἄνθρωπον ἐκτέθειται, ἀλλὰ τὰ συμβεβηκότα καὶ ἀποσυμβεβηκότα τούτῳ κατηρίθμηται·

τὸ μὲν γὰρ “ἄπτερον” ἀποσυμβέβηκεν αὐτῷ, τὸ δὲ “ζῷον” καὶ τὸ “δίπουν” καὶ τὸ “πλατυώνυχον” συμβέβηκεν, τὸ δὲ ‘‘ἐπιστήμης πολιτικῆς δεκτικὸν” ποτὲ μὲν συμβέβηκεν, ποτὲ δὲ ἀποσυμβέβηκεν. ὥστε ἡμῶν ἕτερόν τι μαθεῖν ζητούντων αὐτὸς ἕτερόν τι παρέστησεν.

Ἀλλὰ γὰρ οὕτως ἀποδεδείχθω τὸ μὴ δύνασθαι ἄνθρωπον <ἑαυτὸν> ἐκ προχείρου νοεῖν.

παρακειμένως δὲ [*](283—313 ~ Hyp. ΙΙ 29—33.) [*](4 ἡ addidi 5 <ὁ> ἄνθρ. V 7 ἐλλιπόντα Bekk.: G 12 σωκράτην Ν ς 19 τούτων om. L 23/24 πολιτικῆς: τῆς κατὰ λόγους [Plato] 26 διαλέγεσθαι N 33 ἑαυτὸν add. Kalbfleisch coll. p. 252, 13 νοεῖσθαι Bekk. dubit.: ἐπινοεῖσθαι Kayaer coll. p. 248, 12. 249, 14)

λεκτέον, ὅτι καὶ ἡ κατάληψις αὐτοῦ τῶν ἀπόρων ἐστί, καὶ μάλιστα ὅτι ἀπὸ μέρους ἤδη τοῦτο συμβεβίβασται (τὸ γὰρ μὴ ἐπινοούμενον οὐδὲ καταληφθῆναι πέφυκεν· ἀνεπινόητος δέ γε ὁ ἄνθρωπος δέδεικται τὸ ὅσον ἐπὶ ταῖς τῶν δογματικῶν κῶν ἐννοίαις, τοίνυν καὶ ἀκατάληπτος).

ὅμως δ’ οὖν καὶ καθ’ ἕτερον τρόπον ἐνέσται τὸ τοιοῦτο κατασκευάζειν· εἴπερ καταληπτόν ἐστιν ὁ ἄνθρωπος, ἤτοι ὅλος δι’ ὅλου ἑαυτὸν ζητεῖ τε καὶ καταλαμβάνει, ἢ ὅλος ἐστὶ τὸ ζητούμενον καὶ ὑπὸ τὴν κατάληψιν πίπτον <. . . .> ὥσπερ εἰ καὶ τὴν ὅρασιν ὑπόθοιτό τις ἑαυτὴν ὁρῶσαν· ἤ γὰρ ὅλη ἔσται ὁρῶσα ἢ ὁρωμένη ἢ μέρει μὲν ἑαυτὴν ὁρῶσα, μέρει δὲ ὑφ᾿ ἑαυτῆς ὁρωμένη.

ἀλλ’ εἰ μὲν ὅλος δι’ ὅλου ὁ ἄνθρωπος ἑαυτὸν ζητοίη καὶ σὺν τούτῳ νοοῖτο (σὺν τῷ δι’ ὅλου ἑαυτὸν νοεῖν), οὐδὲν ἔτι ἔσται τὸ καταλαμβανόμενον, ὅπερ ἄτοπον. εἰ δὲ ὅλος εἴη τὸ ζητούμενον καὶ σὺν τούτῳ νοοῖτο ὅλος (σὺν τῷ ζητεῖσθαι), πάλιν οὐδὲν ἀπολειφθήσεται τὸ ζητοῦν καὶ τὸ τὴν κατάληψιν ποιησόμενον.

καὶ μὴν οὐδὲ δυνατόν ἐστι παρὰ μέρος ὁτὲ μὲν ὅλον ὑποκεῖσθαι τὸ ζητοῦν, ὁτὲ δὲ ὅλον τὸ ζητούμενον. ὅτε γὰρ ὅλος ὑπόκειται ζητῶν καὶ σὺν τούτῳ νοεῖται ὅλος (σὺν τῷ ζητεῖν ὅλος), οὐδὲν ἀπολειφθήσεται ὃ ζητήσει· καὶ ἀνάπαλιν, ὅτε ὅλος δι’ ὅλου ἐστὶ τὸ ζητούμενον, οὐκ ἔσται τὸ ζητοῦν.

λείπεται ἄρα μὴ ὅλον αὐτὸν ἑαυτῷ ἐπιβάλλειν, ἀλλὰ μέρει τινὶ τὴν ἑαυτοῦ κατάληψιν ποιεῖσθαι. ὃ πάλιν ἐστὶ τῶν ἀπόρων. ὁ γὰρ ἄνθρωπος οὐδέν ἐστι παρὰ τὸν ὄγκον καὶ τὰς αἰσθήσεις καὶ τὴν διάνοιαν,

ὅθεν εἰ μέλλει τινὶ μέρει ἑαυτὸν καταλαμβάνεσθαι, ἤτοι τῷ σώὅτι [*](2 G: fort. μὲν τούτω ’ς 5 ὅμως Bekk.: ὁμοίως G δ’ om. ς 7 fort. εἰ γὰρ 9 lacunam statuit Bekk., quam sic fere explet: ἢ παρὰ μέρος ὁτὲ μὲν ὅλος ζητεῖ ὁτὲ δὲ ὅλος ζητεῖται, ἤ μέρει τινὶ τὴν ἑαυτοῦ κατάληψιν ποιεῖται; rectius Kochalsky: ἢ μέρει μὲν ἑαυτὸν ζητεῖ τε καὶ καταλαμβάνει, μέρει δέ ἐστι τὸ ζητούμενον καὶ ὑπὸ τὴν κατάληψιν πῖπτον 11 <ὅλη> ὁρωμένη Kochalsky 13 ξητώη N cf. ad p. 248, 32 e. a. νοοῖτο <ὅλος> Kochalsky coll. vv. 16 et 20 16 ὅλος ante aut post ζητεῖσθαι add. Kochalsky coll. vv. 13/14 et 21 19 ὅλον prius Ν ς: ὅλος LE 21 ὅλος Bekk.: ὅλως G ξητήσεται Kayser coll. p. 604, 31 23 αὐτὸν Bekk.: ἑαυτὸν G)

ματι τὰς αἰσθήσεις καὶ τὴν διάνοιαν γνωριεῖ, ἢ ἐναλλὰξ ταῖς αἰσθήσεσι καὶ τῇ διανοίᾳ τὸ σῶμα καταλήψεται. τῷ μὲν οὖν σώματι οὐχ οἷόν τέ ἐστι τὰς αἰσθήσεις καὶ τὴν διάνοιαν γνωρίζειν· ἄλογον γάρ ἐστι τοῦτο καὶ κωφὸν τὴν ἀφυὲς πρὸς τὰς τοιουτοτρόπους ζητήσεις.

ἄλλως τε, εἰ τὸ σῶμα τῶν αἰσθήσεων καὶ τῆς διανοίας ἀντιληπτικόν ἐστιν, ὀφείλει τὸ] ταύτας καταλαμβάνον ὁμοιοῦσθαι ταύταις, τουτέστιν ὁμοίως διατίθεσθαι καὶ αἴσθησίς τε καὶ διάνοια γίνεσθαι. ὁράσεως γὰρ ἀντιλαμβανόμενον, καθὸ ὁρᾷ, ὅρασις ἔσται, καὶ γεύσεως γευομένης καταληπτικὸν ὑπάρχον γεῦσις γενήσεται, καὶ ἐπὶ τῶν ἄλλων τὸ ἀνάλογον.

καθὰ γὰρ τὸ θερμοῦ ἀντιλαμβανόμενον ὧς θερμοῦ θερμαινόμενον ἀντιλαμβάνεται, θερμαινόμενον δὲ εὐθύς ἐστι θερμόν, καὶ ὡς τὸ ψυχροῦ γνῶσιν ποιούμενον ὧς ψυχροῦ ψυχόμενον εὐθέως ἐστὶ ψυχρόν, οὕτω καὶ ὁ σάρκινος ὄγκος εἰ ἀντιλαμβάνεται τῶν αἰσθήσεων ὧς αἰσθήσεων, αἰσθάνεται, αἰσθανόμενος δὲ πάντως αἴσθησις γενήσεται,

καὶ ταύτῃ οὐκέτι ὑποκείσεται τὸ ζητοῦν, ἀλλ’ ἔσται τὸ ζητούμενον, σὺν τῷ καὶ τελέως καταγέλαστον εἶναι τὸ μὴ διαφέρειν τὸν ὄγκον τῶν αἰσθήσεων καὶ τῆς διανοίας, πάντων σχεδὸν τῶν δογματικῶς φιλοσοφησάντων τὴν ἐν τούτοις διαφορὰν εἰσηγησαμένων.

ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῆς διανοίας ἐστὶ λόγος· εἰ γὰρ ἀντιλαμβάνεται ταύτης ὁ ὄγκος ὧς διανοίας, τουτέστι νοούσης, ἔσται διάνοια ὁ ὄγκος, διάνοια δὲ ὢν οὐκ ἔσται τὸ ζητοῦν ἀλλὰ τὸ ζητούμενον. οὐ τοίνυν τὸ σῶμα καταληπτικόν ἐστι τοῦ ἀνθρώπου.

καὶ μὴν οὐδὲ αἱ αἰσθήσεις. αὗται γὰρ πάσχουσι μόνον καὶ κηροῦ τρόπον τυποῦνται, ἄλλο δ’ ἴσασιν οὐδὲ ἕν, ἐπεί τοι ἐὰν ζήτησίν τινος αὐταῖς νείμωμεν, οὐκέτ’ ἄλογοι γενήσονται ἀλλὰ λογικαὶ δυνάμεις ἔχουσαι φύσιν ζητήσεως. ὅπερ οὐχ οὕτως εἰχεν· εἰ γάρ τὸ λευκαίνεσθαι καὶ μελαίνεσθαι [*](4 τὸ del. Heintz καταλαμβανόμενον L 7 γευομένης Bekk.: γινομένης G καταληπτικὸν Ν: καταληπτὸν LEς: Kayser 9 τὸ <τοῦ> θερμοῦ N 11 ψυχροῦ prius LEς: N 12 post ψυχόμενον fort. addendum: ἀντιλαμβάνεται, ψυχόμενον δὲ vel similia (cf v. 10), sed brevitati Sextum studuisse puto 23 τὸ om. N 27 δυνάμεις ἔχουσαι φύσιν ζητήσεως N cf. w. 26 et 30; καὶ διανοίας ἔχουσαι φύσιν LEς)

καὶ γλυκάζεσθαι καὶ πικράζεσθαι καὶ εὐωδιάζεσθαι <καὶ> πάσχειν ἴδιόν ἐστιν αὐτῶν, τὸ ζητεῖν ἐνεργητικῶς οὐκ ἔσται ἴδιον αὐτῶν.

εἶτα πῶς οἶόν τέ ἐστι διὰ τούτων καταληφθῆναι τὸν ὄγκον οὐκ ἐχουσῶν † τὴν φύσιν †; οἷον εὐθέως ἡ ὅρασις σχήματος μὲν καὶ μεγέθους καὶ χρόας ἐστὶν ἀντιληπτική, οὔτε δὲ σχῆμά ἐστιν οὔτε μέγεθος οὔτε χρῶμα ὁ ὄγκος, ἀλλ’ εἰ καὶ ἄρα, τὸ ᾧ ταῦτα συμβέβηκεν· καὶ διὰ τοῦτο τὸν μὲν ὄγκον οὐ δύναται λαβεῖν ἡ ὅρασις, μόνον δὲ ὁρᾷ τὰ συμβεβηκότα τῷ ὄγκῳ, οἷον τὸ σχῆμα, τὸ μέγεθος, τὴν χρόαν.

ναί, φήσει τις, ἀλλὰ τὸ ἐκ τούτων συνηρανισμένον ὁ ὄγκος ἐστίν. ὅπερ ἦν ληρῶδες. πρῶτον μὲν γὰρ ἐδείξαμεν ὅτι οὐδὲ ἡ κοινὴ σύνοδος τῶν τινι συμβεβηκότων ἐκεῖνό ἐστι τὸ ᾧ τινι συμβέβηκεν·

εἶτα κἂν τοῦτο οὕτως ἔχῃ, πάλιν τῶν ἀμηχάνων ἐστὶν ὑπὸ τῆς ὄψεως ληφθῆναι τὸ σῶμα. εἰ γὰρ μήτε μῆκος ψιλόν ἐστι τὸ σῶμα μήτε σχῆ μὰ κατ’ ἰδίαν, μήτε χρῶμα χωρίς, τὸ δὲ ἐκ τούτων σύνθετον, δεήσει τὴν ὅρασιν τοῦ σώματος ἀντιλαμβανομένην συντιθέναι ταῦτα καθ’ ἕκαστον παρ’ ἑαυτῇ, καὶ οὕτω τὸν κοινὸν πάντων ἀθροισμὸν σῶμα λέγειν.

ἀλλὰ τὸ συντιθέναι τι μετά τινος, καὶ τὸ τοιόνδε μέγεθος μετὰ τοῦ τοιοῦδε σχήματος λαμβάνειν, λογικῆς ἐστι δυνάμεως. ἄλογος δέ γέ ἐστιν ἡ ὅρασις· τοίνυν οὐ ταύτης ἔργον καθέστηκε τὸ ἀντιλαμβάνεσθαι τοῦ σώματος.

καίτοι οὐ μόνον τὴν κοινὴν σύνοδον ὧς σῶμα νοεῖν ἐστιν ἀφυής, ἀλλὰ καὶ πρὸς τὴν ἑκάστου τῶν τούτῳ συμβεβηκότων κατάληψιν πεπήρωται. οἷον εὐθέως μήκους· καθ’ ὑπέρθεσίν γὰρ μεγεθῶν τοῦτο λαμβάνεσθαι πέφυκεν, ἀπό τινος ἀρχομένων ἡμῶν καὶ διά τινος καὶ [*](29 εὐωδιάζεσθαι N et Genevensium codex ex coniectura: εὐωδίζεσθαι LEς καὶ add. Hervetus 32 τὴν φύσιν (quod Bekk. interpretatur: τὴν φύσιν πρὸς τοῦτο ἐπιτήδειον coll. p. 272, 2) suspectum; an τὴν <αὐτὴν> φ. vel τὴν <τοῦ ὄγκου> φ.? p. 255, 23/24 1 χροιᾶς ς 2 ἐστιν post χρῶμα (v. 3) ς 8 ἄρα, τὸ Bekk.: ὁρᾶ τὸ Νς: ὁρατῷ L: ὁρατὸς E 5 μόνα N 7 ὁ om. LEς 9 τινὶ alt. G: fort. ταῦτα 22 εὐθέος LE 23 μεγεθῶν Kayser coll. p. 469, 20: μερῶν G 24 τινος <διιόντων> Bekk. dubit. sec. Fabricii versionem (per aliquid progressi))

ἐπί τι καταληγόντων, ὅπερ ποιεῖν ἄλογος φύσις οὐ δύναται.

εἶτα καὶ βάθους· περὶ αὐτὴν γὰρ πλάζεται τὴν ἐπιφάνειαν ἡ ὅρασις, εἰς βάθος δ’ οὐκ ἐνδύνει. λανθάνει γοῦν αὐτὴν καὶ τὰ περίχρυσα τῶν χαλκῶν. εἴρητο δὲ ὅτι πρὸς χρώματος γνῶσιν ἦν ἀνεπιτήδειος, ὅτε τὴν Κυκαὶ ρηναϊκὴν στάσιν ἀνῃροῦμεν (§ 192). 192).

διόπερ εἰ μηδὲ τῶν συμβεβηκότων τῷ σώματι ἡ ὅρασίς ἐστιν ἀντιληπτική, πολὺ πλέον οὐδ’ αὐτοῦ τοῦ σώματος ἔσται θεωρητική. καὶ μὴν οὐδὲ ἀκοῆς ἐστιν ἔργον τὸ τοιοῦτον ἢ ὀσφρήσεως ἢ γεύσεως ἢ ἁφῆς· ἑκάστη γὰρ τούτων τὸ πρὸς ἑαυτὴν μόνον αἰσθητὸν ἐπίσταται, τὸ δὲ οὐκ ἂν εἴη ὁ ὄγκος. ἡ γὰρ ἀκοὴ φωνῆς μόνον ἐστὶν ἀντιληπτική, φωνὴ δὲ οὐκ ἔστιν ὁ ὄγκος. καὶ ἡ ὄσφρησις εὐώδους μόνον ἢ δυσώδους ἐστὶ κριτήριον· ἀλλ’ οὐθεὶς οὕτως ἐστὶν ἄφρων ὧς τὴν ὑπόστασιν τοῦ περὶ ἡμᾶς σώματος ἐν τοῖς εὐώδεσιν ἢ δυσώδεσιν ἀπολείπειν. τὰ δ’ αὐτὰ λεκτέον καὶ περὶ τῶν ἄλλων αἰσθήσεων, ἵνα μὴ μακρολογῶμεν. ὥστε αὗται μὲν τὸν ὄγκον οὐ καταλαμβάνονται. καὶ μὴν οὐδὲ ἑαυτάς.