Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Τοιοῦτο μὲν καὶ τὸ τῶν Στωικῶν ἐστὶ δόγμα· πάσης δὲ σχεδὸν τῆς περὶ κριτηρίου διαφωνίας ὐπ’ ὄψιν κειμένης, καιρὸς ἂν εἴη τῆς ἀντιρρήσεως ἐφάπτεσθαι καὶ ἐπὶ τὸ κριτήριον ἐπανάγειν. καθὼς οὖν προεῖπον (§ 47 sqq.), οἱ ἐν τῷ λόγῳ οἱ δὲ ἐν ταῖς ἀλόγοις αἰσθήσεσιν οἱ δὲ ἐν ἀμφοτέροις τοῦτο ἀπέλιπον, καὶ οἱ μὲν τὸ ὑφ’ οὖ ὧς τὸν ἄνθρωπον, θρωπον, οἱ δὲ τὸ δι’ οὗ ὧς τὴν αἴσθησιν καὶ διάνοιαν, οἱ δὲ τὸ ὧς προσβολὴν καθάπερ τὴν φαντασίαν.

πειρασόμεθα <οὖν> κατὰ τὸ δυνατὸν ἑκάστῃ τῶν τοιούτων τἀς ἀπορίας ἐφαρμόττειν, ἵνα μὴ κατ’ ἄνδρα πάντας τοὺς κατηριθμημένους φιλοσόφους ἐπιόντες ταυτολογεῖν ἀναγκαζώμεθα.

[*](10 καὶ ἀνάγκη Hirzel: κατ’ ἀνάγκην G: ἀλλ’ ἀνάγκη Bekk. dubit. 11 <τοιαύτη> φαντασία Kayser 17 χρώματος 18 ἀπολιπὼν N 22 δυνατὸν coniectura codici Genevensium appicta ὁ om. LEς 27 τοιοῦτο ς: τοῦτο NLE 32 τοῦτο Kochalsky coll. p. 200, 1: τούτοις G ἀπέλειπον ς: ἀπέλιπον JSLE 32 καὶ—248,2 φαντασίαν ut glossema del. Heintz, fors. recte, nisi ipsum Sextum, qui omnia quae antecedunt somniculose exscripsit, dormitasse sumamus 2 προβολὴν N 3 οὖν add. Bekk. sec. Hervetum (ergo))

Περὶ ἀνθρώπου

Τάξει τοίνουν πρῶτον σκοπῶμεν τὸ ὑφ’ οὗ, τουτέστι τὸν ἄνθρωπον· οἶμαι γὰρ ὧς τούτου προαπορηθέντος οὐδὲν ἔτι δεήσει περιττότερον περὶ τῶν ἄλλων κριτηρίων λέγειν· ταῦτα γὰρ ἢ μέρη ἐστὶν ἀνθρώπου ἢ ἐνεργήματα ἢ πάθη. εἴπερ οὖν καταληπτόν ἐστι τουτὶ τὸ κριτήριον, πολὺ πρότερον ὀφείλει ἐπινοεῖσθαι, παρόσον πάσης καταλήψεως ἐπίνοια προηγεῖται. μέχρι δὲ τοῦ δεῦρο ἀνεπινόητον εἶναι συμβέβηκε τὸν ἄνθρωπον, ὧς παραστήσομεν·

οὐκ ἄρα καταληπτὸς πάντως ἐστὶν ὁ ἄνθρωπος· ᾧ ἕπεται τὴν τῆς ἀληθείας γνῶσιν ἀνεύρετον ὑπάρχειν. τοῦ γνωρίζοντος αὐτὴν ἀκαταλήπτου καθεστῶτος. εὐθέως γὰρ τῶν περὶ τῆς ἐπινοίας ζητησάντων Σωκράτης μὲν ἠπόρησε μείνας ἐν τῇ σκέψει καὶ εἰπὼν αὐτὸν ἀγνοεῖν τί τ’ ἔστι καὶ πῶς ἔχει πρὸς τὸ σύμπαν· ‘‘ἐγὼ γὰρ οὐκ οἶδα”, φησίν (Plat. Phaedr. 230 A), ‘‘εἴτε ἄνθρωπός εἰμι εἴτε καὶ ἄλλο τι θηρίον Τυφῶνος πολυπλοκώτερον.”

Δημόκριτος (B 165 Diels) δὲ ὁ τῇ Δῖός φωνῇ παρεικαζόμενος, καὶ λέγων τάδε περὶ τῶν ξυμπάντων, ἐπεχείρησε μὲν τὴν ἐπίνοιαν ἐκθέσθαι, πλεῖον δὲ ἰδιωτικῆς ἀποφάσεως [*](24a) φάσεως οὐδὲν ἴσχυσεν, εἰπών. “ἄνθρωπός ἐστιν ὅ πάντες ἴδμεν.”

πρῶτον μὲν γὰρ καὶ κύνα πάντες ἴσμεν, ἀλλ’ οὐκ ἔστιν ὁ κύων ἄνθρωπος· καὶ ἵππον πάντες ἴσμεν καὶ φυτόν, ἀλλ’ οὐδὲν τούτων ἦν ἄνθρωπος. εἶτα καὶ τὸ ζητούμενον συνήρπασεν· οὐδεὶς γὰρ ἐκ προχείρου δώσει γινώσκεσθαι τὸν ἄνθρωπον ὁποῖός ἐστιν, εἴγε ὁ Πύθιος ὧς μέγιστον ζήτημα προύθηκεν αὐτῷ τὸ “ γνῶθι σαυτόν”. εἰ δὲ καὶ δοίη, οὐ πᾶσιν ἀλλὰ τοῖς ἀκριβεστάτοις τῶν φιλοσόφων ἐπιτρέψει μόνον τοῦτον ἐπίστασθαι.

οἱ δὲ περὶ τὸν Ἐπίκουρον (fr. 310 Us.) καὶ δεικτικῶς ᾠήθησαν δύ- [*](263 cf. Hyp. II 47.) [*](263—282 ~ Hyp. II 22—282) [*](15 οὐκ ἄρα Bekk.: οὐ γὰρ G ὧς ς 19 τίς N 26 ἴδμεν LE: ἴσμεν Ν ς cf. p. 61, 26 28 ἦν τούτων N καὶ om. ς 31 αὐτὸ N 32 δοίη Bekk.: δώῃ G 1 μόνοις Bekk. dubit.)

νᾶσθαι τὴν ἐπίνοιαν τοῦ ἀνθρώπου παρίστασθαι, λέγοντες· “ ἄνθρωπός ἄνθρωπός ἐστι τοιουτονὶ μόρφωμα μετ’ ἐμψυχίας.” οὐκ ἔγνωσαν δ’ ὅτι εἰ τὸ δεικνύμενόν ἐστιν ἄνθρωπος, τὸ μὴ δεικνύμενον οὐκ ἔστιν ἄνθρωπος. καὶ πάλιν ἡ τοιαύτη δεῖξις ἤτοι ἐπ’ ἀνδρὸς ἐκφέρεται ἢ γυναικός, ἢ πρεσβύτου ἢ μειρακίου, σιμοῦ γρυποῦ, τετανότριχος οὐλοκόμου, τῶν ἄλλων διαφόρων·

καὶ εἰ μὲν ἐπ’ ἀνδρὸς ἐκφέροιτο, ἡ γυνὴ οὐκ ἔσται ἄνθρωπος, εἰ δ’ ἐπὶ γυναικός, περιγραφήσεται τὸ ἄρρεν, καὶ εἰ ἐπὶ νέου, αἱ λοιπαὶ τῶν ἡλικιῶν ἐκπεσοῦνται τῆς ἀνθρωπότητος.

Ἠσαν δέ τινες τῶν φιλοσόφων οἱ τὸν γενικὸν ἄνθρωπον διὰ λόγου διδάσκοντες, κἀντεῦθεν οἰόμενοι τὴν ἐπίνοιαν δύνασθαι τῶν ἐπὶ μέρους ἀνθρώπων ἀνακύψειν. τούτων δὲ οἱ μὲν οὕτως ἀπέδοσαν (cf. Aristot. Top. 133 b2) “ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν.” οἳ καὶ αὐτοὶ οὐ τὸν ἄνθρωπον ἀλλὰ τὰ συμβεβηκότα τῷ ἀνθρώπῳ παρέδοσαν.

διαφέρει δὲ τὸ τινὶ συμβεβηκὸς ἐκείνου τοῦ ᾧ συμβέβηκεν, ἐπεί τοι εἰ μὴ διαφέρει, οὐκ ἂν ἦν συμβεβηκὸς ἀλλ’ αὐτὸ ἐκεῖνο. ἀμέλει γοῦν τῶν συμβεβηκότων τὰ μὲν ἀχώριστά ἐστί τῶν οἷς συμβέβηκεν, ὧς μῆκος καὶ πλάτος καὶ βάθος σώμασι (δίχα γὰρ τῆς τούτων παρουσίας ἀμήχανόν ἐστιν ἐπινοῆσαι σῶμα),

τὰ δὲ χωρίζεται ζεται τοῦ ᾧ συμβέβηκεν καὶ ἀπαλλασσομένων μένει ἐκεῖνο, οἶον τρέχειν διαλέγεσθαι ὑπνοῦν ἐγρηγορέναι τῷ ἀνθρώπῳ· πάντα γὰρ ταῦτα συμβέβηκε μὲν ἡμῖν, οὐ διὰ παντὸς δέ· καὶ γὰρ μὴ τρέχοντες μένομεν οἱ αὐτοὶ καὶ ἡσυχάζοντες, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. διττῆς οὖν οὔσης τῶν συμβεβηκότων διαφορᾶς οὐδετέραν εὑρήσομεν τὴν αὐτὴν τῷ ὑποκειμένῳ πράγματι, ἀλλ’ ἀεὶ διαφέρουσαν.

μάταιοι τοίνυν εἰσὶ καὶ οἱ τὸν ἄνθρωπον ζῷον λέγοντες λογικὸν θνητὸν καὶ τὰ ἑξῆς· οὐ γὰρ τὸν ἄνθρωπον ἀπέδοσαν, ἀλλὰ τὰ συμβεβηκότα τούτῳ κατηρίθμησαν. ὧν [*](4 τοιοῦτοί Kayser 9 διαφόρων Jaeger: διαφορῶν G 13 γενικώτατον V 19 παρέδοσαν G: ἀπέδοσαν vel παρέστησαν Bekk. dubit. cf. p. 250, 1 20/21 διέφερεν Kayser 26 ἐκεῖνο Bekk.: ἐκεῖνα G 27 μὲν om. ς 2 κατηριθμήσαντο Bekk. dubit.)

τὸ μὲν ζῷον τῶν διὰ παντὸς αὐτῷ συμβεβηκότων ἐστίν· ἀδύνατον γὰρ μὴ ζῶον ὄντα ἄνθρωπον εἶναι· τὸ δὲ “θνητὸν” οὐδὲ συμβεβηκός ἐστιν, ἀλλ’ ἐπιγινόμενόν τι τῷ ἀνθρώπῳ· ὅτε γὰρ ἐσμὲν ἄνθρωποι, ζῶμεν καὶ οὐ τεθνήκαμεν.

τὸ δὲ ‘‘λογίζεσθαι καὶ ἐπιστήμην ἔχειν” συμβέβηκε μέν, οὐ διὰ παντὸς δέ· καὶ γὰρ μὴ λογιζόμενοί τινες ἄνθρωποί εἰσιν, ὥσπερ οἱ νηδύμῳ κατασχεθέντες ὕπνῳ, καὶ ἐπιστήμην μὴ ἔχοντες, <οἳ> οὐκ ἐκπεπτώκασι τῆς ἀνθρωπότητος, ὥσπερ οἱ μεμηνότες. ἕτερον οὖν ζητούντων ἡμῶν ἕτερον παρεστάκασιν.

ἔτι τὸ μὲν “ζῷον” οὐκ ἔστιν ἄνθρωπος, θρωπος, ἐπεὶ πᾶν ζῷον ἔσται ἄνθρωπος. τὸ δὲ “λογικὸν” εἰ μὲν ἀντὶ τοῦ λογίζεσθαι τάττοιτο, καὶ οἱ θεοὶ λογιζόμενοι ἄνθρωποι γενήσονται, τάχα δὲ καί τινα τῶν ἄλλων ζῴων· εἰ δὲ ἀντὶ τοῦ σημαντικὰς προφέρεσθαι φωνάς, <καὶ> τοὺς καὶ ψιττακούς καὶ τὰ τοιαῦτα ἀνθρώπους εἶναι λέξομεν, ὅπερ ἄτοπον.

καὶ μὴν εἰ τὸ ‘‘θνητὸν” φαίη τις ἄνθρωπον εἶναι, ἀκολουθήσει τὸ καὶ τὰ ἄλογα τῶν ζῴων θνητὰ ὄντα ἀνθρώπους ὑπάρχειν. τὸ δὲ ὅμοιον καὶ περὶ τοῦ “λογίζεσθαί τε καὶ ἐπιστήμης δεκτικὸν εἶναι” χρὴ φρονεῖν. πρῶτον μὲν γὰρ καὶ εἰς θεοὺς πίπτει τὰ τοιαῦτα· δεύτερον δέ, εἴπερ ἐπιδεκτικόν ἐστι τούτων ὁ ἄνθρωπος, οὐκ ἔστι ταῦτα ὁ ἄνθρωπος, ἀλλ’ ἐκεῖνος τούτων ἐπιδεκτικὸς οὗ τὴν φύσιν οὐ παρέστησαν.

καίτοι τινὲς τῶν συνετῶν εἶναι δοκούντων κατὰ τὴν δογματικὴν αἵρεσιν πρὸς τοῦτο ὑπαντῶντες φασὶν ὅτι ἕκαστον μὲν τῶν κατηριθμημένων οὐκ ἔστιν ἄνθρωπος, πάντα δὲ εἰς τὸ αὐτὸ συναχθέντα ποιεῖ τοῦτον, οἷόν τι καὶ ἐπὶ μερῶν καὶ ὅλου θεωροῦμεν γινόμενον·

ὧς γὰρ χεὶρ κατ’ ἰδίαν οὐκ ἔστιν ἄνθρωπος, οὐδὲ κεφαλή, οὐδὲ πούς, οὐδὲ ἄλλο τι τῶν τοιούτων, ἀλλὰ τὸ ἐξ αὐτῶν σύνθετον ὅλον νοεῖται, οὕτω καὶ ὁ ἄνθρωπος οὔτε ζῷόν ἐστι ψιλῶς οὔτε λογικὸν κατ’ ἰδίαν οὔτε θνητὸν κατὰ περιγραφήν, ἀλλὰ τὸ ἐξ ἁπάντων ἄθροισμα, [*](10 οἳ addidi: τινες Kochalsky coll. v. 8 12 παρεστήκασιν Gen. 14 πράττοιτο N 16 προσφέρεσθαι N καὶ add. Heintz 19 ἀκολουθήσει Bekk.: διακολουθήσει G τὸ om. NE 21 λογίζεσθαι G, quod defendit Kayser Mus. Rhen. VII p. 173: νοῦ Bekk.)

τουτέστι ζῷον ἅμα καὶ θνητὸν καὶ λογικόν.

πρόχειρος δ’ ἐστὶ καὶ <ἡ> πρὸς τοῦτο ὑπάντησις. πρῶτον μὲν γὰρ εἰ κατ’ ἰδίαν ἕκαστον οὐκ ἔστι ταῦτα ἄνθρωπος, δύναται εἰς ταὐτὸ συναχθέντα ἄνθρωπον ποιεῖν, μήτε πλεονάσαντα παρὸ ἔστι, μήτε ἐλλιπόντα παρὸ ὑπόκειται, μήτε ἄλλως πως τραπέντα; εἶτ’ οὐδὲ τὴν ἀρχὴν δύναται εἰς ταὐτὸ πάντα συνδραμεῖν, ἴνα καὶ τὸ ἐξ ἁπάντων ἄνθρωπος γένηται.

τὸ γοῦν θνητὸν εὐθέως, ὅτ’ ἐσμὲν ἄνθρωποι, οὐ συμβέβηκεν ἡμῖν, ἀλλὰ κατὰ συμμνημόνευσιν λαμβάνεται. θεωροῦντες γὰρ Δίωνα καὶ Θέωνα καὶ Σωκράτη καὶ κοινῶς τοὺς κατὰ μέρος ἡμῖν ὁμοίους τετελευτηκέναι λογιζόμεθα ὅτι καὶ ἡμεῖς ἐσμεν θνητοί, καὶ μηδέπω τοῦ θανεῖν παρόντος ἡμῖν· ζῶμεν γὰρ δήπουθεν.

καὶ μὴν τὸ λογίζεσθαι ὁτὲ μὲν πάρεστιν ἡμῖν, ὁτὲ δὲ οὐ πάρεστι, καὶ τὸ ἐπιστήμην ἔχειν πάλιν οὐ τῶν διὰ παντὸς συμβεβηκότων τῷ ἀνθρώπῳ καθέστηκεν, ὡς ἤδη παρεστήσαμεν. λεκτέον οὖν μηδὲ τὴν κοινὴν τούτων σύνοδον ἄνθρωπον εἶναι.