Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

τίς γὰρ ὁράσει τὴν ὅρασιν εἶδεν; ἢ τίς ἀκοῇ τῆς ἀκοῆς ἀκήκοεν; τίς δὲ γεύσει ποτὲ τῆς γεύσεως ἐγεύσατο, ἢ <ὀσφρήσει> ὀσφρήσεως ὠσφρήσατο, ἢ ἁφῆς ἔθιγεν ἀφῇ; ταῦτα γὰρ ἀδιανόητα ἦν. τοίνυν εἰ] μηδ’ ἑαυτῶν ἀντιληπτικὰς λεκτέον εἶναι τὰς αἰσθήσεις· οὑτωσὶ δὲ οὐδὲ ἀλλήλων. ὅρασις γὰρ ἀκούουσαν ἀκοὴν οὐ δύναται ὁρᾶν, καὶ ἀνάπαλιν ἀκοὴ ὁρώσης ὁράσεως οὐ πέφυκεν ἀκούειν, καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς τῆς ἐγχειρήσεως τρόπος, ἐπεί τοι κἂν λέγωμεν ὁράσει ληπτὴν εἶναι τὴν ἀκοὴν ὧς ἀκοήν, τουτέστιν ὧς ἀκούουσαν, δώσομεν τὸ ὁμοιοπαθεῖν τὴν ὅρασιν ἐκείνῃ, ὥστε μηκέτι αὐτὴν ὅρασιν εἶναι ἀλλ’ ἀκοήν·

πῶς γὰρ δύναται κρῖναι ἀκούουσαν ἀκοὴν αὐτὴ μὴ ἔχουσα φύσιν ἀκουστικήν; καὶ ἀναστρόφως, ἵνα καὶ ἡ ἀκοὴ ὧς ὁρώχαλκείων [*](28 Bekk. dubit. εἴρηται N 29 χρώματος NE: χρωμάτων ς: χρώματα L ἦν om. ς, secl. Kayser 10 ὥς (sic) L 11 οὐ καταλαμβάνονται N (quod iam Bekk.): οὐκ ἀντιλαμβάνονται LEς 13 ὀσφρήσει add. Hervetus 15 ἀδιανόητα scr.: διανοητὰ G εἰ om. ς λεκτέον om. N 21 ὡς del. Bekk, at cf. V. 24)

σὴς ἀντιλάβηται τῆς ὄψεως, δεῖ πολὺ πρότερον αὐτὴν ὅρασιν γενέσθαι. τοῦτο δὲ οὐδεμίαν ὑπερβολὴν ἔοικεν ἀτοπίας ἀπολείπειν. λεκτέον ἄρα μηδὲ τἀς αἰσθήσεις ἢ τοῦ σώματος ἀντιλαμβάνεσθαι ἢ αὑτῶν ἢ ἀλλήλων.

Ναί, φασὶν οἱ δογματικοί, ἀλλ’ ἡ διάνοια καὶ τὸν ὄγκον καὶ τὰς αἰσθήσεις καὶ ἑαυτὴν γνωρίζει. ὅπερ καὶ αὐτὸ τῶν ἀπόρων ἐστίν. ὅταν γὰρ ἀξιώσωσι τὴν διάνοιαν ἀντιληπτικὴν γίνεσθαι τοῦ τε ὅλου σώματος καὶ τῶν ἐν αὐτῶ, πευσόμεθα πότερον ὑφ’ ‘ὲν ὅλῳ ἐπιπεσοῦσα τῷ ὄγκῳ τὴν κατάληψιν ποιεῖται, ἢ τοῖς μέρεσιν αὐτοῦ, καὶ ταῦτα συντιθεῖσα τὸ ὅλον καταλαμβάνεται.

καὶ τῷ μὲν ὅλῳ οὐκ ἂν θελήσαιεν, ὧς ἔσται συμφανὲς ἐκ τῶν ἐπιφερομένων· τὰ δὲ μέρη εἰ λέγοιεν αὐτὴν συντιθέναι κἀντεῦθεν τὸ ὅλον γνωρίζειν, μείζονι συνειληθήσονται ἀπορίᾳ. τῶν γὰρ τοῦ ὄγκου μερῶν τινά ἐστιν ἄλογα, τὰ δὲ ἄλογα ἀλόγως ἡμᾶς κινεῖ. τοίνυν ἡ διάνοια πρὸς τούτων ἀλόγως κινουμένη ἄλογος γενήσεται, ἄλογος δὲ οὖσα οὐκ ἔσται διάνοια· ὥστε οὐ καταλήψεται τὸν ὄγκον ἡ διάνοια.

καὶ μὴν οὐδὲ τὰς αἰσθήσεις δύναται κατὰ τὸν αὐτὸν τρόπον διαγινώσκειν. ὧς γὰρ τὸ σῶμα οὐ δύναται καταλαβεῖν τῷ αὐτὴ μὲν λογικῆς μετέχειν δυνάμεως ἐκεῖνο δὲ ἄλογον εἶναι, οὕτω πάλιν ἀδυνατήσει τἀς αἰσθήσεις καταλαμβάνεσθαι, ἐπείπερ ἐπείπερ εἰσιν καὶ διὰ τοῦτο ἀλόγως τὸ καταλαμβανόμενον αὐτὰς ἐκίνουν. εἶτα τὰς αἰσθήσεις λαμβάνουσα πάντως αὐτὴ αἴσθησις ἔσται. ἴνα γὰρ τἀς αἰσθήσεις ὧς αἰσθήσεις λάβῃ, τουτέστιν αἰσθανομένας, καὶ αὐτὴ γενήσεται ὁμοιοειδὴς ἐκείναις· τὴν γὰρ ὅρασιν ὁρῶσαν καταλαμβανομένη πολύ πρότερον ὅρασις γενήσεται, καὶ τὴν ἀκοὴν ἀκούουσαν κρίνουσα οὐχ ἑτέρα γενήσεται τῆς ἀκοῆς. ὁ δὲ αὐτὸς καὶ ἐπὶ ὀσφρήσεως καὶ γεύσεως καὶ ἁφῆς ἐστι λόγος.

ἀλλ’ εἴπερ ἡ γνωρίζουσα τἀς [*](25/26 ὅρασιν αὐτὴν ς 6 συνειληφθήσονται Gen. (fort. A quoque, quod θ’ in rasura duarum litterarum exhibet) 7 ὄγκου N: λόγου LEς: ὅλου Fabr. 11 κατὰ — 12 δύναται N in margine fere oblit., ubi fortasse additur καταλαβεῖν teste Nebeo (cf. Kochalsky l. l. p. 69) 12/13 καταλαβεῖν vel λαβεῖν Bekk.: περιλαβεῖν G (sed cf. ad v. 11) 17 αἴσθησις αὕτη N)

αἰσθήσεις διάνοια εὑρίσκεται εἰς τὴν ἐκείνων μεταβεβηκυῖα φύσιν, οὐδὲν ἔσται ἔτι ὑποκείμενον τὸ ζητοῦν τἀς αἰσθήσεις· ὃ γὰρ ὑπεθέμεθα ζητεῖν, τοῦτο ἀναπέφηνε τὸ αὐτὸ ταῖς ζητουμέναις, διὰ δὲ τοῦτο καὶ χρῆζον τοῦ καταληψομένου.

ναί, φασίν, ἀλλὰ ταὐτόν ἐστι διάνοια καὶ αἴσθησις, οὐ κατὰ ταὐτὸ δέ, ἀλλὰ κατ’ ἄλλο μὲν διάνοια, κατ’ ἄλλο δὲ αἴσθησις· καὶ ὃν τρόπον τὸ αὐτὸ ποτήριον κοῖλόν τε καὶ περίκυρτον λέγεται, οὐ κατὰ ταὐτὸ δὲ, ἀλλὰ κατ’ ἄλλο μὲν κοῖλον, οἷον τὸ ἐντὸς μέρος, κατ’ ἄλλο δὲ περίκυρτον, καθάπερ τὸ ἐκτός, καὶ ὧς ἡ αὐτὴ ὁδὸς ἀνάντης τε καὶ κατάντης νοεῖται, ἀνάντης μὲν τοῖς ἀνιοῦσι δι’ αὐτῆς, κατάντης δὲ τοῖς κατιοῦσιν, οὕτως ἡ αὐτὴ δύναμις κατ’ ἄλλο μέν ἐστι νοῦς, κατ’ ἄλλο δὲ αἴσθησις, καὶ οὐκ εἴργεται ἡ αὐτὴ οὖσα τῆς προειρημένης τῶν αἰσθήσεων καταλήψεως.

πάνυ δ’ εἰσὶν εὐήθεις, καὶ κενῶς μόνον πρὸς τὰς ἐκκειμένας ἀπορίας ἀντηχοῦσιν. φαμὲν γάρ, εἰ καὶ συγχωρηθῶσιν αἱ διάφοροι αὗται δυνάμεις περὶ τὴν αὐτὴν οὐσίαν ὑποκεῖσθαι, πάλιν μένειν τὸ μικρῷ πρόσθεν ὑπὸ ἡμῶν κινηθὲν ἄπορον.

ζητῶ γάρ, τοῦτο τὸ κατ’ ἄλλο μὲν νοῦς εἶναι λεγόμενον κατ’ ἄλλο δὲ αἴσθησις πῶς δύναται τῷ καθ’ ὃ νοῦς ἐστιν ἀντιλαμβάνεσθαι τοῦ καθ’ ὃ αἴσθησίς ἐστιν; λογικὸν γὰρ ὂν καὶ ἀλόγου ποιούμενον κατάληψιν ἀλόγως κινήσεται, ἀλόγως δὲ κινούμενον ἄλογον ἔσται, τοιοῦτον δὲ ὂν οὐκ ἔσται καταλαμβάνον ἀλλὰ καταλαμβανόμενον. ὅπερ πάλιν ἦν ἄτοπον.

Διὰ τούτων μὲν δὴ παρεστάσθω, ὅτι ὁ ἄνθρωπος οὔτε διὰ τοῦ σώματος τὰς αἰσθήσεις δύναται λαβεῖν οὔτε ἀνάπαλιν διὰ τούτων τὸ σῶμα, <. . . . .> μηδὲ αὐτὰς ἢ ἀλλήλας. ἔρης δὲ ὑποδεικτέον, ὅτι οὐδ’ ἑαυτῆς ἐπιγνώμων ἐστὶν ἡ διάνοια, καθάπερ ἀξιοῦσιν οἱ δογματικοὶ τῶν φιλοσόφων. εἴπερ γὰρ ὁ νοῦς ἑαυτὸν καταλαμβάνεται, ἤτοι ὅλος ἑαυτὸν [*](28 ναί N (olim restitutum a Fabr.): καὶ LEς 29 κατὰ ταὐτὸ LEς: κατ’ αὐτὸ N 31 οὐκ αὐτὸ N cf. ad v. 29 32 μὲν NL: τὸ Ε: om. ς 4 εἴργετο ς 9 μένειν N: μένει LEς 11 τὸ ς 14 ἔσται Jaeger: ἐστι G 17 ὁ om. ς 19 lac. indicavit Kayser, qui talia fere excidisse putat: οὔτε διὰ τῆς διανοίας τὸ σῶμα καὶ τἀς αἰσθήσεις <εἴγε> μηδὲ <αὐταὶ> αὑτὰς 20 ἔσται N)

καταλήψεται, ἢ ὅλος μὲν οὐδαμῶς, μέρει δέ τινι ἑαυτοῦ πρὸς τοῦτο χρώμενος.

καὶ ὅλος μὲν ἑαυτὸν καταλαμβάνεσθαι οὐκ ἂν δυνηθείη. εἰ γὰρ ὅλος ἑαυτὸν καταλαμβάνεται, ὅλος ἔσται κατάληψις καὶ καταλαμβάνων, ὅλου δ’ ὄντ’ ὃς τοῦ καταλαμβάνοντος οὐδὲν ἔτι ἔσται τὸ καταλαμβανόμενον· λαμβανόμενον· τῶν δὲ ἀλογωτάτων ἐστὶ τὸ εἷναι μὲν τὸν καταλαμβάνοντα, μὴ εἶναι δὲ τὸ οὗ ἐστιν ἡ κατάληψις.

καὶ μὴν οὐδὲ μέρει τινὶ δύναται πρὸς τοῦτο χρῆσθαι ὁ νοῦς. αὐτὸ γὰρ τὸ μέρος πῶς ἑαυτὸ καταλαμβάνει; εἰ μὲν γὰρ ὅλον, οὐδὲν ἔσται τὸ ζητούμενον· εἰ δὲ μέρει τινί, ἐκεῖνο πάλιν πῶς ἑαυτὸ γνώσεται; καὶ οὕτως εἰς ἄπειρον. ὥστε ἄναρχον εἶναι τὴν κατάληψιν, ἤτοι μηδενὸς εὑρισκομένου πρώτου τοῦ τὴν κατάληψιν ποιησομένου ἢ μηδενὸς ὄντος τοῦ καταληφθησομένου.

ἔπειτα εἰ αὐτὸν καταλαμβάνει ὁ νοῦς, καὶ τὸν τόπον ἐν ᾧ ἔστι συγκαταλήψεται· πᾶν γὰρ τὸ καταλαμβανόμενον σύν τινι τόπῳ καταλαμβάνεται. εἰ δὲ καὶ τὸν τόπον ὁ νοῦς τὸν ἐν ᾡ ἔστι συγκαταλαμβάνει ἑαυτῷ, ἐχρῆν μὴ διαφωνεῖσθαι τοῦτον παρὰ τοῖς φιλοσόφοις, τῶν μὲν κεφαλὴν λεγόντων εἶναι τῶν δὲ θώρακα, καὶ ἐπ’ εἴδους τῶν μὲν ἐγκέφαλον τῶν δὲ μήνιγγα, τινῶν δὲ καρδίαν, ἄλλων δὲ ἥπατος πύλας ἤ τι τοιοῦτο μέρος τοῦ σώματος. διαφωνοῦσι δέ γε περὶ τούτου οἱ δογματικοὶ τῶν φιλοσόφων· οὐκ ἄρα καταλαμβάνει ἑαυτὸν ὁ νοῦς.

Καὶ δὴ οὕτω κοινότερον ἐπὶ παντὸς ἀνθρώπου δηπορήσθω ἡ περὶ τοῦ κριτηρίου ζήτησις. ἐπειδὴ δὲ φιλαύτως οἱ δογματικοὶ ἄλλοις μὲν οὐ παραχωροῦσι τὴν τῆς ἀληθείας κρίσιν, μόνους δ’ ἑαυτοὺς ταύτην εὑρηκέναι λέγουσιν, φέρε ἐπ’ αὐτῶν στήσαντες τὸν λόγον διδάσκωμεν [*](314—316 ~ Hyp. ΙΙ 34—36.) [*](24 χρώμεθα N 31 πῶς Kayser: ὅπως G: αὖ πῶς Bekk. dubit. 4 καταληφθησομένου (vel καταληψίμου Bekk. dubit.: καταληψομένου G ἔπειτα Fabr. in versione (deinde): ἔπειτά πως N: ἐπείπερ LE ς 6 καταλαμβανόμενον L e coni. rubricatoris: καταλαμβάνον ceteri 7 τὸ ἐν NL 12 τοιοῦτον L γε om. L)

ὅτι οὐδὲ οὕτως εὑρεθῆναί τι δυνατόν ἐστιν ἀληθείας κριτήριον.

ἕκαστος τοίνυν τῶν ἀξιούντων τἀληθὲς εὑρηκέναι ἤτοι φάσει μόνον τοῦτο ἀποφαίνεται ἢ ἀπόδειξιν παραλαμβάνει. ἀλλὰ φάσει μὲν οὐκ ἐρεῖ· τῶν γὰρ ἀντικαθεζομένων νῶν αὐτῷ τις τὴν τοὐναντίον ἀξιοῦσαν προοίσεται φάσιν, καὶ οὕτως οὐ μᾶλλον ἐκεῖνος ἢ οὗτος ἔσται πιστός·

Φιλῇ γὰρ φάσει ἴσον φέρεται ψιλὴ φάσις. εἰ δὲ μετ’ ἀποδείξεως κριτήριον αὑτὸν ἀποφαίνηται, πάντως ὑγιοῦς. ἀλλ’ ἴνα μάθωμεν ὅτι ὑγιὴς ἡ ἀπόδειξίς ἐστιν ᾑ προσχρώμενος κριτήριον ἑαυτὸν ἀποφαίνεται, ὀφείλομεν ἔχειν κριτήριον, τήριον, καὶ τοῦτο προωμολογημένον· οὐκ ἔχομεν δέ γε σύμφωνον κριτήριον, ζητεῖται δέ· οὐκ ἄρα δυνατόν ἐστιν εὑρεῖν κριτήριον.

πάλιν ἐπεὶ οἱ σφᾶς αὐτοὺς κριτήρια λέγοντες τῆς ἀληθείας ἀπὸ διαφόρων αἱρέσεων ἀνάγονται καὶ παρ’ αὐτὸ τοῦτο διαφωνοῦσιν ἀλλήλοις, δεῖ παρεῖναί τι ἡμῖν κριτήριον ᾧ προσχρώμενοι κρινοῦμεν τὴν διαφωνίαν εἰς τὸ τισὶ μὲν συγκατατίθεσθαι τισὶ δὲ μηδαμῶς.

τοῦτο οὖν τὸ κριτήριον ἤτοι πᾶσι διάφωνόν ἐστι τοῖς διαφωνοῦσιν ἢ ἑνὶ μόνον σύμφωνον. ἀλλ’ εἰ μὲν πᾶσι διάφωνον, μοῖρα καὶ αὐτὸ γενήσεται τῆς διαφωνίας, μοῖρα δ’ ὂν ταύτης οὐκ ἂν εἴη κριτήριον ἀλλὰ καὶ αὐτὸ παραπλησίως τῇ ὅλῃ διαφωνίᾳ κρίσεως δεόμενον· τὸ γὰρ αὐτὸ δοκιμάζειν ἅμα καὶ δοκιμάζεσθαι τῶν ἀμηχάνων.

εἰ δὲ μὴ πᾶσι διαπεφώνηκεν ἀλλ’ ἑνὶ συμφωνεῖ, <. . . . .> ἐκ τῆς διαφωνίας ὂν χρείαν ἔχει τοῦ δοκιμάσοντος. καὶ διὰ τοῦτο <τὸ> σύμφωνον αὐτῷ κριτήριον μὴ ἕτερον ὂν παρ’ δεήσεται κρίσεως, δεόμενον δὲ κρίσεως οὐκ ἔσται κριτήριον.

τὸ δὲ πάντων κυριώτατον, εἴπερ τινὰ τῶν δογματικῶν λέγομεν εἶναι κριτὴν τῆς ἀληθείας καὶ παρ’ αὐτῷ μόνῳ ταύτην ὑπάρχειν, ἤτοι τῇ ἡλικίᾳ αὐτοῦ ἐνατενί- [*](320—326 ~ Hyp. ΙΙ 37—42.) [*](24 προήσεται ς 27 ἀποφαίνεται Kayser 2 διαφόρων Heintz sec. Hervetum (a diversis): διαφώνων G 7 τοῖς διαφωνοῦσιν fort. delend. ut glossema 12 συμφωνεῖ, <ὁ εἰς οὗτος ᾧ Bekk. dubit.: συμφωνεῖ, τὸ ἐν <τὸ ἓν τοῦτο> ἐκ Kayser 13 ὂν L: οὐ Ες: ὢν Bekk. 14 τὸ add. Bekk. 14/15 ἐκεῖνον Bekk. dubit. 17 εἶναι om. ς)

ζοντες τοῦτο ἐροῦμεν, ἢ τῇ ἡλικίᾳ μὲν οὐδαμῶς τῷ πόνῳ δέ, ἢ οὐδὲ τούτῳ ἀλλὰ τῇ συνέσει καὶ τῇ διανοίᾳ, ἢ συνέσει μὲν οὐδαμῶς, μαρτυρίᾳ δὲ τῇ τῶν πολλῶν. οὔτε δὲ ἡλικίᾳ οὔτε φιλοπονίᾳ οὔτ’ ἄλλῳ τινὶ τῶν εἰρημένων προσέχειν οἰκεῖόν ἐστιν ἐν τῇ περὶ τοῦ ἀληθοῦς ζητήσει, ὡς παραστήσομεν· οὐκ ἄρα τινὰ τῶν φιλοσόφων ῥητέον κριτήριον εἶναι τῆς ἀληθείας.