Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ἐπεὶ ἡ φαντασία γίνεται ἤτοι τῶν ἐκτὸς ἢ τῶν ἐν ἡμῖν παθῶν ὃ δὴ κυριώτερον διάκενος ἑλκυσμὸς [*](22 ἡ μὲν γὰρ LEς: ὅτι N 23 ἢ ὁρμαὶ del. Bekk. τινες ς: τινος NLE 24 ὁ add. Bekk. 28/29 οἱ . . . ἀποφηνάμενοι . . . διέπεσαν N)

παρ’ αὐτοῖς καλεῖται), πάντως ἐν τῷ λόγῳ τῆς φαντασίας συνεμφαίνεσθαι τὸ τὴν πεῖσιν γίνεσθαι ἤτοι κατὰ τὴν ἐκτὸς προσβολὴν ἢ κατὰ τὰ ἐν ἡμῖν πάθη, ὅπερ οὐκέτ’ ἔστιν ἐπὶ τῆς κατὰ τὰς αὐξήσεις ἢ θρέψεις ἑτεροιώσεως συνεξακούειν.

Ἀλλ’ ἡ μὲν φαντασία κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς οὕτω δυσαπόδοτός ἐστι· τῶν δὲ φαντασιῶν πολλαὶ μὲν καὶ ἄλλαι εἰσὶ διαφοραί, ἀπαρκέσουσι δὲ αἱ λεχθησόμεναι.

τούτων γὰρ αἱ μέν εἰσι πιθαναί, αἱ δὲ ἀπίθανοι, αἱ δὲ πιθαναὶ ἄμα καὶ ἀπίθανοι, αἱ δὲ οὔτε πιθαναὶ οὔτε ἀπίθανοι. πιθαναὶ μὲν οὖν εἰσιν αἱ λεῖον κίνημα περὶ ψυχὴν ἐργαζόμεναι, ὥσπερ νῦν τὸ “ἡμέραν εἶναι” καὶ τὸ ‘‘ἐμὲ διαλέγεσθαι” καὶ πᾶν ὃ τῆς ὁμοίας ἔχεται περιφανείας, ἀπίθανοι δὲ αἱ μὴ τοιαῦται ἀλλ’ ἀποστρέφουσαι ἡμᾶς τῆς συγκαταθέσεως, οἷον “εἰ ἡμέρα ἐστίν,

οὐκ ἔστιν ἥλιος ὑπὲρ γῆς· εἰ σκότος ἐστίν, ἡμέρα ἐστίν.“ πιθαναὶ δὲ καὶ ἀπίθανοι καθεστᾶσιν αἱ κατὰ τὴν πρός τι σχέσιν ὁτὲ μὲν γινόμεναι γινόμεναι ὁτὲ δὲ τοῖαι, οἶον αἱ τῶν ἀπόρων λόγων, οὔτε δὲ πιθαναὶ οὔτε ἀπίθανοι καθάπερ αἱ τῶν τοιούτων πραγμάτων ‘‘ἄρτιοί εἰσιν οἱ ἀστέρες· περισσοί εἰσιν οἱ ἀστέρες.” τῶν δὲ πιθανῶν ἢ ἀπιθάνων] φαντασιῶν αἱ μέν εἰσιν ἀληθεῖς, αἱ δὲ ψευδεῖς,

αἱ δὲ ἀληθεῖς καὶ ψευδεῖς, αἱ δὲ οὔτε ἀληθεῖς οὔτε ψευδεῖς. ἀληθεῖς μὲν οὖν εἰσιν ὧν ἔστιν ἀληθῆ κατηγορίαν ποιήσασθαι, ὧς τοῦ ‘‘ἡμέρα ἐσιτίν” ἐπὶ τοῦ παρόντος ἢ τοῦ “φῶς ἐστι,” ψευδεῖς δεῖς δὲ ὧν ἔστι ψευδῆ κατηγορίαν ποιήσασθαι, ὧς τοῦ κεκλάσθαι τὴν κατὰ βυθοῦ κώπην ἢ μείουρον εἶναι τὴν στοάν, ἀληθεῖς δὲ καὶ ψευδεῖς, ὁποία προσέπιπτεν Ὀρέστῃ κατὰ μανίαν ἀπὸ τῆς Ἠλέκτρας

(καθὸ μὲν γὰρ ὧς ἀπὸ ὑπάρχοντός τινος προσέπιπτεν, ἦν ἀληθής, ὑπῆρχε γὰρ Ἠλέκτρα, καθὸ δ’ ὧς ἀπὸ Ἐρινύος, ψευδής, οὐκ ἦν γὰρ Ἐρινύς) 5 καὶ πάλιν εἰ τις ἀπὸ Δίωνος ζῶντος κατὰ τούς [*](18 ὅπερ Bekk.: ἅπερ G 19 τῆς NLE: τἀς ’ς 24 πιθανοί ς 30 οἷον om. L 32 καθεστήκασιν N 1 ὁτὲ δὲ τοῖαι LEς 4 ἢ ἀπιθάνων del. Arnim 10 βυθὸν N βυθὸν LΕς: μύουρον N cf. p. 28,4 11 et 13 προσέπιπτεν προύπιπτεν G)

ὕπνους ὧς ἀπὸ παρεστῶτος ὀνειροπολεῖται ψευδῆ καὶ διάκενον κενὸν ἑλκυσμόν.

οὔτε δὲ ἀληθεῖς οὔτε ψευδεῖς ἦσαν αἱ γενικαί· ὣ ’ν γὰρ τὰ εἴδη τοῖα ἢ τοῖα, τούτων τὰ γένη οὔτε τοῖα οὔτε τοῖα, οἷον τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες οἱ δὲ βάρβαροι, ἀλλ’ ὁ γενικὸς ἄνθρωπος οὔτε Ἕλλην ἐστίν, ἐπεὶ πάντες ἂν οἱ ἐπ’ εἴδους ἦσαν Ἕλληνες, οὔτε βάρβαρος διὰ τὴν αὐτὴν αἰτίαν.

τῶν δὲ ἀληθῶν αἱ μέν εἰσι καταληπτικαὶ αἱ δὲ οὔ, οὐ καταληπτικαὶ μὲν αἱ προσπίπτουσαί τισι κατὰ πάθος· μυρίοι γὰρ φρενιτίζοντες καὶ μελαγχολῶντες ἀληθῆ μὲν ἕλκουσι φαντασίαν, οὐ καταληπτικὴν δὲ ἀλλ’ ἔξωθεν καὶ ἐκ τύχης οὕτω στνοεσιπτσαβμ σοῦσαν, ὅθεν οὐδὲ διαβεβαιοῦνται περὶ αὐτῆς πολλάκις, οὐδὲ συγκατατίθενται αὐτῇ.

καταληπτικὴ δέ ἐστιν ἡ ἀπὸ ὑπάρχοντος καὶ κατ’ αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένη καὶ ἐναπεσφραγισμένη, ὁποία οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος (Stoic. fr. I 59 Arn.). ἄκρως γὰρ πιστούμενοι πιστούμενοι ἀντιληπτικὴν εἶναι τῶν ὑποκειμένων τήνδε τὴν φαντασίαν καὶ πάντα τεχνικῶς τὰ περὶ αὐτοῖς ἰδιώματα ἀναμεμαγμένην, ἕκαστον τούτων φασὶν ἔχειν συμβεβηκός.

ὧν πρῶτον μὲν τὸ ἀπὸ ὑπάρχοντος γίνεσθαι· πολλαὶ γὰρ τῶν φαντασιῶν προσπίπτουσιν ἀπὸ μὴ ὑπάρχοντος ὥσπερ ἐπὶ μεμηνότων, αἵτινες οὐκ ἂν εἶεν καταληπτικαί. δεύτερον δὲ τὸ καὶ ἀπὸ ὑπάρχοντος εἶναι καὶ κατ’ αὐτὸ τὸ ὑπάρχον· ἔνιαι γὰρ πάλιν ἀπὸ ὑπάρχονητος μέν εἰσιν, οὐκ αὐτὸ δὲ τὸ ὑπάρχον ἰνδάλλονται, ὧς ἐπὶ τοῦ μεμηνότ’ ὃς Ὀρέστου μικρῷ πρότερον ἐδείκνυμεν. εἷλκε μὲν γὰρ φαντασίαν ἀπὸ ὑπάρχοντος τῆς Ἠλέκτρας, οὐ κατ’ αὐτὸ δὲ τὸ ὑπάρχον· μίαν γὰρ τῶν Ἐρινύων ὑπελάμβανεν αὐτὴν εἷναι, καθὸ καὶ προσιοῦσαν καὶ τημελεῖν αὐτὸν σπουδάζουσαν ἀπωθεῖται λέγων (Εurip. Orest. 264)

  • μέθες· μί’ οὖσα τῶν ἐμῶν Ἐρινύων.
  • [*](17 ἕλκυσμα ς ἦσαν NLE: εἰσιν ς 25 μελαγχολοῦντες N 29 ἐν ἀπομεμαγμένη NL 30 ἐναπεσφρ. Gen. cf. p. 284, 11: ἀπεσφραγ. G 31/32 πιστούμενοι Kayser coll. p. 293, 16: ποιούμενοι G 1 αὐτοῖς Bekk.: αὐτοὺς G 2 ὧν Bekk.: ὃ G: Kochalsky 9 μικρῷ πρόσθεν vel μικρὸν πρότερον Kochalsky; at cf. p. 211,23 10 τῆς om. N οὐ κατ’ Bekk.: οὐκ G (cf ad p. 235, 17) 14 ἐρινύων N: ἐριννών LEς)
    καὶ ὁ Ἡρακλῆς ἀπὸ ὑπάρχοντος μὲν ἐκινεῖτο τῶν Θηβῶν. οὐ κατ’ αὐτὸ δὲ τὸ ὑπάρχον· καὶ γὰρ κατ’ αὐτὸ τὸ ὑπάρχον δεῖ γίνεσθαι τὴν καταληπτικὴν φαντασίαν.

    οὐ μὴν ἀλλὰ καὶ ἐναπομεμαγμένην καὶ ἐναπεσφραγισμένην τυγχάνειν, ἵνα πάντα τεχνικῶς τὰ ἰδιώματα τῶν φανταστῶν ἀναμάττηται.

    ὧς γὰρ οἱ γλυφεῖς πᾶσι τοῖς μέρεσι συμβάλλουσι βάλλουσι τῶν τελουμένων, καὶ ὃν τρόπον αἱ διὰ τῶν δακτυλίων σφραγῖδες ἀεὶ πάντας ἐπ’ ἀκριβὲς τοὺς χαρακτῆρας ἐναπομάττονται τῷ κηρῷ, οὕτω καὶ οἱ κατάληψιν ποιούμενοι τῶν ὑποκειμένων πᾶσιν ὀφείλουσιν αὐτῶν τοῖς ἰδιώμασιν μασιν ἐπιβάλλειν.

    τὸ δὲ ‘‘οἴα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος” προσέθεσαν, ἐπεὶ οὐχ ὥσπερ οἱ ἀπὸ τῆς Στοᾶς ἀδύνατον ὑπειλήφασι κατὰ πάντα ἀπαράλλακτόν τινα εὑδύνατον οὕτω καὶ οἱ ἀπὸ τῆς Ἀκαδημίας. ἐκεῖνοι μὲν γάρ φασιν ὅτι ὁ ἔχων τὴν καταληπτικὴν φαντασίαν τεχνικῶς προσβάλλει τῇ ὑπούσῃ τῶν πραγμάτων διαφορᾷ, ἐπείπερ καὶ εἶχέ τι τοιοῦτον ἰδίωμα ἡ τοιαύτη φαντασία παρὰ τὰς ἄλλας φαντασίας καθάπερ οἱ κεράσται παρὰ τοὺς ἄλλους ὄφεις· οἱ δὲ ἀπὸ τῆς Ἀκαδημίας τοὐναντίον φασὶ δύνασθαι τῇ καταληπτικῇ φαντασίᾳ ἀπαράσσακτον εὑρεθήσεσθαι ψεῦδος.

    Ἀλλὰ γὰρ οἱ μὲν ἀρχαιότεροι τῶν Στωικῶν κριτήριόν φασιν εἶναι τῆς ἀληθείας τὴν καταληπτικὴν ταύτην φαντασίαν, οἱ δὲ νεώτεροι προσετίθεσαν καὶ τὸ μηδὲν ἔχουσαν ἔνστημα.

    ἔσθ’ ὅτε γὰρ καταληπτικὴ μὲν προσπίπτει φαντασία, ἄπιστος δὲ διὰ τὴν ἔξωθεν περίστασιν. οἷον ὅτε Ἀδμήτῳ ὁ Ἡρακλῆς τὴν Ἄλκηστιν γῆθεν ἀναγαγὼν παρέστησε, τότε ὁ Ἄδμητος ἔσπασε μὲν καταληπτικὴν φαντασίαν ἀπὸ τῆς Ἀλκήστιδος, ἠπίστει δ’ αὐτῇ·

    καὶ ὅτε ἀπὸ Τροίας ὁ Μενέλαος ἀνακομισθεὶς ἑώρα τὴν ἀληοὐκ [*](16 αὐτὸ NA cf. ad p. 235, 17 18 ἀπομεμ. E: ἐν ἀπομεμ. et ἐν ἀπεσφραγισμένην L cf. ad p. 244, 29. 30 19 φανταστῶν Apelt coll. p. 244, 32: φαντασιῶν G 20 ἐναπομάττηται N αἱ γλυφαὶ Kayser 20/21 συνεπιβάλλουσι Bekk. dubit. 21 τυπουμένων Kayser coll. p. 253, 25 24/25 τοῖς ἰδ’. αὐτῶν ς 3 fort. ψευδῆ 7 καταληπτικὴ N: καταπληκτικὴ LEABR: ἐμπληκτικὴ V)

    θῆ Ἑλένην παρὰ τῷ Πρωτεῖ, καὶ] καταλιπὼν ἐπὶ τῆς νεὼς τὸ ἐκείνης εἴδωλον, περὶ οὗ δεκαετὴς συνέστη πόλεμος, ἀπὸ ὑπάρχοντος μὲν καὶ κατ’ αὐτὸ τὸ ὑπάρχον καὶ ἐναπομεμαγμένην καὶ ἐναπεσφραγισμένην ἐλάμβανε φαντασίαν, οὐκ εἶχε δὲ αὐτήν <. . .

    .> ὥσθ’ ἡ μὲν καταληπτικὴ φαντασία κριτήριόν ἐστι μηδὲν ἔχουσα ἔνστημα, αὗται δὲ καταληπτικαὶ μὲν ἦσαν, εἶχον δὲ ἐνστάσεις· ὅ τε γὰρ Ἄδμητος ἐλογίζετο ὅτι τέθνηκεν ἡ Ἄλκηστις καὶ ὅτι ὁ ἀποθανὼν οὐκέτι ἀνίσταται, ἀλλὰ δαιμόνιά τινά ποτε ἐπιφοιτᾷ· ὅ τε Μενέλαος συνεώρα ὅτι ἀπολέλοιπεν ἐν τῇ νηὶ φυλαττομένην τὴν Ἑλένην, καὶ οὐκ ἀπίθανον μέν ἐστιν Ἑλένην μὴ εἶναι τὴν ἐπὶ τῆς Φάρου εὑρεθεῖσαν, φάντασμα δέ τι καὶ δαιμόνιον.

    ἐνθένδε οὐχ ἀπλῶς κριτήριον γίνεται τῆς ἀληθείας ἡ καταληπτικὴ φαντασία, ἀλλ’ ὅταν μηδὲν ἔνστημα ἔχῃ. αὕτη γὰρ ἐναργὴς οὖσα καὶ πληκτικὴ μόνον οὐχὶ τῶν τριχῶν, φασί, λαμβάνεται, κατασπῶσα ἡμᾶς εἰς συγκατάθεσιν, καὶ ἄλλου μηδενὸς δεομένη εἰς τὸ τοιαύτη προσπίπτειν ἢ εἰς τὸ τὴν πρὸς τἀς ἄλλας διαφορὰν ὑποβάλλειν.

    διὸ δὴ καὶ πᾶς ἄνθρωπος, ὅταν τι σπουδάζῃ μετὰ ἀκριβείας καταλαμβάνεσθαι, τὴν τοιαύτην φαντασίαν ἐξ ἑαυτοῦ μεταδιώκειν φαίνεται, οἶον ἐπὶ τῶν ὁρατῶν, ὅταν ἀμυδρὰν λαμβάνῃ τοῦ ὑποκειμένου φαντασίαν. σίαν. ἐντείνει γὰρ τὴν ὄψιν καὶ σύνεγγυς ἔρχεται τοῦ ὁρωμένου ὧς τέλεον μὴ πλανᾶσθαι, παρατρίβει τε τοὺς ὀφθαλμοὺς καὶ καθόλου πάντα ποιεῖ, μέχρις ἂν τρανὴν καὶ πληκτικὴν σπάσῃ τοῦ κρινομένου φαντασίαν, ὧς ἐν ταύτῃ κειμένην θεωρῶν τὴν τῆς καταλήψεως πίστιν.

    καὶ [*](13 καὶ del. Bekk. 17 οὐκ εἶχε δὲ αὐτὴν <πιστήν> οὐ προσεῖχε δὲ αὐτῇ Kayser: οὐκ εἶκε ’δε αὐτῇ Lachelier coll. p. 43, 14. 240, 11: οὐκ εἶχε δὲ αὐτὴν <χωρὶς ἐνστάσεως> Kochalsky coll. p. 284, 5/6: οὐκ εἶχε δὲ αὐτῆι <πίστι>ν Kalbflieisch coll. p. 246, 8. 11. 247, 9. 19: fort. οὐκ εἶχε δὲ αὐτὴν <βεβαίως>. ὥ σθ᾿ coll. 364, 26 28 μὲν post 24 Ἑλένην ponendum censet Bekk. 25 ἐνθένδε ς: ἐνθένδεν NEL 28 πληκτικὴ in dubium vocat Schmekel Phil. d. mittl. Stoa p. 354 1; at cf. p. 247, 8. 278, 27 (Heintz) τριῶν NV φησὶ N 80 προσπίπτειν N: προπίπτειν ς ἢ τοῦ τὴν Hervetus 3 μεταδιώκων Kayser 6 <καὶ> παρατρίβεται τοὺς ὀφθ. Bekk. τε scr.: γὰρ G 8 ἐκπληκτικὴν ς)

    γὰρ ἄλλως τοὐναντίον ἀδύνατόν ἐστι λέγειν, καὶ ἀνάγκη τὸν ἀφιστάμενον τοῦ ἀξιοῦν ὅτι φαντασία κριτήριόν ἐστι, καθ’ ἑτέρας φαντασίας ὑπόστασιν τοῦτο πάσχοντα βεβαιοῦν τὸ φαντασίαν εἶναι κριτήριον, τῆς φύσεως οἱονεὶ φέγγος ἡμῖν πρὸς ἐπίγνωσιν τῆς ἀληθείας τὴν αἰσθητικὴν δύναμιν ἀναδούσης καὶ τὴν δι’ αὐτῆς γινομένην φαντασίαν.

    ἄτοπον οὖν ἐστι τοσαύτην δύναμιν ἀθετεῖν καὶ τὸ ὥσπερ φῶς αὐτῶν ἀφαιρεῖσθαι. ὃν γὰρ τρόπον ὁ χρώματα μὲν ἀπολείπων καὶ τἀς ἐν τούτοις διαφοράς, τὴν δὲ ὅρασιν ἀναιρῶν ὧς ἀνύπαρκτον ἢ ἄπιστον, καὶ φωνὰς μὲν εἶναι λέγων, ἀκοὴν δὲ μὴ ὑπάρχειν ἀξιῶν, σφόδρα ἐστὶν ἄτοπος (δι᾿ ὧν γὰρ ἐνοήσαμεν χρώματα καὶ φωνάς, ἐκείνων ἀπόντων οὐδὲ χρῆσθαι δυνατοὶ χρώμασιν ἢ φωναῖς), οὕτω καὶ ὁ τὰ πράγματα μὲν ὁμολογῶν, τὴν δὲ φαντασίαν τῆς αἰσθήσεως, σεως, δι’ ἦς τῶν πραγμάτων ἀντιλαμβάνεται, διαβάλλων τελέως ἐστὶν ἐμβρόντητος, καὶ τοῖς ἀψύχοις ἴσον αὐτὸν ποιῶν.