Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ἄλλως τε· εἰ πέρας ἐστὶ τοῦ παρῳχημένου ὁ ἐνεστὼς χρόνος, τὸ δὲ πέρας τοῦ παρῳχημένου συμπαρᾠχηκε τῷ οὗ ἐστι πέρας, οὐκέτι ἔσται ὁ ἐνεστὼς χρόνος, εἴπερ πέρας ἐστὶ τοῦ παρῳχημένου.

καὶ πάλιν, εἰ ἀρχὴ τοῦ μέλλοντός ἐστιν ὁ ἐνεστὼς χρόνος, ἡ δὲ ἀρχὴ τοῦ μέλλοντος οὔπω ἔστιν, ὁ ἐνεστὼς χρόνος οὔπω ὑποστήσεται, καὶ οὕτω τὰ ἐναντιώτατα τούτῳ συμβήσεται· βήσεται· καθὸ μὲν γὰρ ἐνεστώς ἐστιν, ὑπάρξει, καθὸ δὲ συμπαρῴχηκε τῷ παρῳχημένῳ , οὐκέτι ἔσται, καθὸ δὲ μέλλοντι σύνεστιν, οὔπω ἔσται. ἄτοπον δὲ τὸν αὐτὸν χρόνον νοεῖν καὶ ὄντα καὶ μηκέτ’ ὄντα καὶ μήπω ὄντα. τοίνυν οὐδὲ ταύτῃ ῥητέον εἶναί τινα χρόνον.

᾿Επακτέον δὲ καὶ οὕτως· εἰ ἔστι τι χρόνος, ἤτοι [*](200—202 ~ Hyp. III 146.) [*](203—205 ~ Hyp. III 147—148.) [*](8 οὐδὲ — 10 πέρας bis ’ς 9 ἔχον ’ς 10 οὐδ’ Bekk.: οὐκ N: οὐθ’ LEg 13 οὐκ N 15 οὐκ N ὅλος LE: ὅλως Ng 17 ὅλος L: ὅλως NEg 1 δὲ — 2 καθὸ om. ’ς 3 σύνεστιν Bekk. : συνέστη G 4 καὶ ὄντα <καὶ μὴ ὄντα> ’ς 6 <ὁ> cf. V. 22.)

ἄφθαρτός ἐστι καὶ ἀγένητος ἢ φθαρτὸς καὶ γενητός· οὔτε δὲ ἄφθαρτός ἐστι καὶ ἀγένητος, ὧς δειχθήσεται , οὔτε φθαρτὸς καὶ γενητός, ὧς καὶ τοῦτο παρασταθήσεται· οὐκ ἄρα ἔστι τι χρόνος. ἄφθαρτος μὲν οὖν καὶ ἀγένητος οὐκ ἔστιν, εἰ γε τὸ μέν τι αὐτοῦ παρώχηκε, τὸ δὲ ἐνέστηκε, τὸ δὲ μέλλει.

καὶ γὰρ ἡμέρα ἡ μὲν χθὲς οὐκέτι ἔστιν, ἡ δὲ σήμερον ἔστιν, ἡ δὲ αὔριον οὔπω γέγονεν. ὅθεν καὶ τοῦ χρόνου τὸ μὲν οὐκ ἔσται, ὥσπερ τὸ παρῳχημένον, τὸ δὲ ἔστιν, ὧς τὸ ἐνεστηκός , τὸ δὲ οὔπω ἔστιν, καθάπερ τὸ μέλλον. διὰ δὲ τοῦτο οὔτε ἀγένητος οὔτε ἄφθαρτος γενήσεται ὁ χρόνος.

εἰ δὲ φθαρτός ἐστι καὶ γενητός, ἄπορον τὸ εἰς τί φθαρήσεται καὶ ἐκ τίνος ἔσται. οὔτε γὰρ ὁ μέλλων ἔστιν ἤδη, οὔτε ὁ παρῳχημένος ἔτι ἔστιν. ἐκ δὲ τῶν μὴ ὄντων πῶς δύναταί τι <γίνεσθαι, ἢ εἰς τὰ μὴ ὄντα πῶς δύναταί τι> φθείρεσθαι; οὐδὲν οὖν ἐστι χρόνος.

Ἐπιχειρητέον δὲ καὶ οὕτως· εἰ ἔστι τι χρόνος, ἤτοι γενητός ἐστιν ἢ ἀγένητος ἢ τὶς μὲν γενητός, τὶς δὲ ἀγένητος· οὔτε δὲ γενητὸς δύναται εἶναι ὁ χρόνος οὔτε ἀγένητος οὔτε τὶς μὲν γενητός, τὶς δὲ ἀγένητος· οὐκ ἄρα ἔστι τι χρόνος.

εἰ μὲν γὰρ γενητὸς εἴη, ἐπεὶ πᾶν τὸ γεννώμενον <ἐν> χρόνῳ γίνεται, καὶ ὁ χρόνος ἐν χρόνῳ ἔσται γεννώμενος. ἤτοι οὖν [ὁ] αὐτὸς ἔσται αὑτῷ γεννώμενος ἢ ἕτερος ἐν ἑτέρῳ. καὶ εἰ μὲν ὁ] αὐτὸς ἐν ἑαυτῷ γεννᾶται, ἔσται τι γεγονὸς πρὶν γεγονέναι· ὅπερ ἄτοπον.

ἐπεὶ γὰρ τὸ ἐν ᾧ τι γίνεται ὀφείλει προϋπάρχειν τοῦ ἐν αὐτῷ γεννωμένου, δεήσει καὶ τὸν χρόνον ἐν ἑαυτῷ γεννώμενον ἑαυτοῦ προγεγενῆσθαι· οἷον ἐν ἐργαστηρίῳ δημιουργεῖται ἀνδριάς, ἀλλὰ προυπόκειται τοῦ ἀνδριάντος τὸ ἐργαστήριον, καὶ ἐν τόπῳ τινὶ συνίσταται ναῦς, ἀλλὰ καὶ προυφέστηκε τῆς νεὼς ὁ τόπος. τοίνυν εἰ καὶ ὁ χρό- [*](206—211 ~ Hyp. III 149—150.) [*](10 ἔσται N 12 ἐχθὲς N 14 οὐκέτ’ Bekk. dubit. 15 ἔσται bis N 20/21 add. Bekkerum secutus (cf. p. 155, 21/22) 22 καὶ om. N 24 εἶναι om. N 26 ἔσται N τις ’ς 27 ἐν add. Gen. 28 et 29 ὁ del. Kayser coll. p. 155, 27. 28)

νος ἐν ἑαυτῷ γίνεται, προυπάρξει ἑαυτοῦ· καὶ οὕτως εἰ μὲν γίνεται, οὔπω ἔσται, ἐπεὶ πᾶν τὸ γινόμενον, ὅτε γίνεται, οὔπω ἔστιν· εἰ δὲ ἐν ἑαυτῷ γίνεται, ὀφείλει προϋπάρχειν.

ἔσται οὖν ἅμα χρόνος καὶ οὐκ ἔσται. ᾗ μὲν γίνεται, οὐκ ἔσται, ᾗ δὲ ἐν ἑαυτῷ γίνεται, ἔσται. ἄτοπον δὲ τὸ αὐτὸ κατὰ τὴν αὐτὴν ἐπιβολὴν εἶναί τε καὶ μὴ εἷναι· ἄτοπον ἄρα καὶ τὸ ἐν αὐτῷ λέγειν γίνεσθαι τὸν χρόνον.

καὶ μὴν οὐδὲ ἕτερος ἐν ἑτέρῳ γίνεται χρόνος, οἷον ὁ μέλλων ἐν τῷ ἐνεστῶτι καὶ ὁ ἐνεστὼς ἐν τῷ παρῳχημένῳ. εἰ γὰρ ἕτερος ἐν ἑτέρῳ γίνεται χρόνος, ἐξ ἀνάγκης ἕκαστος τῶν χρόνων ἀπολείπων τὴν ἰδίαν θέσιν τὴν ἑτέρου ἐπιλήψεται τάξιν. οἶον ἐπεὶ ὁ μέλλων χρόνος γίνεται ἐν τῷ ἐνεστῶτι χρόνῳ, ὁ μέλλων κατὰ τὸν ἐνεστῶτα γινόμενος ἔσται ἐνεστώς, ἀλλ’ οὐ μέλλων· καὶ εἰ ὁ ἐνε- στὼς ἐν τῷ παρῳχημένῳ γίνεται, πάντως κατὰ τὸν παρῳχημένον γινόμενος οὐκ ἔσται ἐνεστώς, ἀλλὰ παρῳχημένος.

ὁ δ’ αὐτὸς λόγος κἂν ἀναστρέψωμεν, τὸν μὲν παρῳχημένον ποιοῦντες ἐν τῷ ἐνεστῶτι γινόμενον, τὸν δὲ ἐνεστῶτα ἐν τῷ μέλλοντι· αἱ γὰρ αὐταὶ πάλιν ἀκολουθοῦσιν ἀπορίαι. εἰ οὖν οὔτε ἐν αὐτῷ γίνεται χρόνος οὔθ’ ὧς ἕτερος ἐν ἑτέρῳ, οὐκ ἔστι γενητὸς ὁ χρόνος. εἰ δὲ μήτε ἀγένητός ἐστι μήτε γενητός, παρὰ δὲ ταῦτα τρίτον ἐπινοεῖν ἀμήχανον, λεκτέον μηδὲν ὑπάρχειν τὸν χρόνον.

ὅτι γὰρ καὶ ἀγένητος οὐ δύναται εἶναι, σφόδρα εὐπαραμύθητον. εἰ γὰρ ἀγένητός ἐστι καὶ οὔτε γέγονεν οὔτε γενήσεται, εἶς ἔσται μόνος ὁ ἐνεστὼς χρόνος, καὶ οὔτε ὁ μέλλων ἔτι μέλλων, οὐδὲ τὰ ἐν αὐτῷ πράγματα, οὔτε ὁ παρῳχηκὼς ἔτι παρῳηκώς, οὐδὲ τὰ ἐν αὐτῷ οὐχὶ δέ γε τοῦτο· τοίνυν οὐδ’ ἀγένητός ἐστιν ὁ χρόνος.

καὶ μὴν οὐδὲ τὶς μὲν γενητός, τὶς δὲ ἀγένητος, ἐπεὶ [*](5 et 7 εἰ ς: ἧ N 6 ἔστιν Kayser 7 ἑαυτῶ L: αὐτῶ NE: αὐτῶ ’ς 8 ᾗ — 9 οὐκ ἔσται om. E 10 αὐτοῦ N 21 ἀνατρέψωμεν N μὲν om. N 23 αὐταὶ NLE: αἱ ’ς (V ante lacunam 6—7 litt.) 29/30 οὔτε γενήσεται οὔτε γέγονεν Ν 32 ἔτι ἐστὶ G 1 οὐδ’ ἀγένητός Fabr. : οὐδ’ ἐγεννητός N: οὐδὲ γενητός LEς)

συντεθήσονται αἱ ἀπορίαι. ὅ τε γὰρ γενητὸς ἢ ἐν ἑαυτῷ γίνεσθαι ὀφείλει ἢ ἐν ἑτέρῳ· ἀλλ’ ἐὰν μὲν ἐν ἑαυτῷ γένηται, προυπάρξει ἑαυτοῦ, ἐὰν δὲ ἐν ἑτέρῳ, οὐκέτι ἐκεῖνος ὁ χρόνος ἔσται, ἀλλὰ καθ’ ὃν γίνεται ἀπολείπων τὴν ἰδίαν τάξιν.

ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἀγενήτου· εἰ γὰρ ἀγένητός ἐστιν, οὔτε <ὁ> μέλλων ποτὲ ἔσται οὔτε ὁ παρῳχηκώς, ἀλλ’ εἰς μόνος ὁ ἐνεστηκώς. δὲ ταῦτα. λείπεται ἄρα λέγειν, μήτε γενητοῦ ὄντος τοῦ χρόνου μήτε ἀγενήτου μήτε τινὸς μὲν γενητοῦ, τινὸς δὲ ἀγενήτου, μὴ εἶναι χρόνον.

Ἐνέσται δὲ τοῦτο ἀπορεῖν καὶ ἀπὸ τῆς οὐσίας, ὡς καὶ ἀπὸ τῆς ἐννοίας προηπόρηται. αὐτίκα γὰρ τῶν δογματικῶν φιλοσόφων φασὶν οἱ μὲν σῶμα εἶναι τὸν χρόνον οἱ δὲ ἀσώματον, καὶ τῶν ἀσώματον φαμένων οἱ μὲν ὡς καθ’ αὐτό τι νοούμενον πρᾶγμα, οἱ δ’ ὡς συμβεβηκὸς ἑτέρῳ.

σῶμα μὲν οὖν ἔλεξεν εἶναι τὸν χρόνον Αἰνησίδημος κατὰ τὸν ῾Ηράκλειτον· μὴ διαφέρειν γὰρ αὐτὸν τοῦ ὄντος καὶ τοῦ πρώτου σώματος. ὅθεν καὶ διὰ τῆς πρώτης εἰσαγωγῆς κατὰ ἐξ πραγμάτων τετάχθαι λέγων τἀς ἁπλᾶς λέξεις, αἵτινες μέρη τοῦ λόγου τυγχάνουσι, τὴν μὲν ‟χρόνος” προσηγορίαν καὶ τὴν ‟μονάς” ἐπὶ τῆς οὐσίας τετάχθαι φησίν, ἥτις ἐστὶ σωματική,

τὰ δὲ μεγέθη τῶν χρόνων καὶ τὰ καφάλαια τῶν ἀριθμῶν ἐπὶ πολυπλασιασμοῦ μάλιστα ἐκφέρεσθαι. τὸ μὲν γὰρ ‟νῦν”, ὃ δὴ χρόνου μήνυμά ἐστιν, ἔτι δὲ τὴν μονάδα οὐκ ἄλλο τι εἶναι ἢ τὴν οὐσίαν, την δε “ἡμεραν καὶ τον μηνα καὶ τον πολυπλασιασμὸν ὑπάρχειν τοῦ ‟νῦν” φημὶ 29 a δὲ τοῦ χρόνου), τὰ δὲ δύο καὶ τρία καὶ δέκα καὶ “ἑκατὸν” πολυπλασιασμὸν εἶναι τῆς [*](216 ~ Hyp. III 138.) [*](3 ἐπισυντεθήσονται Bekk. ἦ Νς 8 add. Bekk. 26 πολλαπλασιασμοῦ ς (excepto A) cf. varia lectio ad Maxim. Tyr. p. 153, 2 Hob. 29 a πολλαπλασιασμὸν ’ς 30 δὲ alt. om. N <τὰ> τρία)

ὥσθ’ οὗτοι μὲν σῶμα ποιοῦσι τὸν χρόνον,

οἱ δὲ ἀπὸ τῆς Στοᾶς φιλόσοφοι ἀσώματον αὐτὸν ᾠήθησαν ὑπάρχειν· τῶν γὰρ τινῶν φασι τὰ μὲν εἶναι σώματα, τὰ δὲ ἀσώματα, τῶν δὲ ἀσωμάτων τέσσαρα εἴδη κατ’ καταριθμοῦνται ὧς λεκτὸν καὶ κενὸν καὶ τόπον καὶ χρόνον. ἐξ οὐ δῆλον γίνεται, ὅτι πρὸς τῷ ἀσώματον ὑπολαμβάνειν τὸν χρόνον, ἔτι καὶ καθ’ αὑτό τι νοούμενον πρᾶγμα δοξάζουσι τοῦτον.

Ἐπίκουρος (fr. 294 Us.) δέ, ὡς αὐτὸν Δημήτριος ὁ Λάκων ἐξηγεῖται, χρόνον σύμπτωμα συμπτωμάτων εἶναι λέγει, παρεπόμενον ἡμέραις τε καὶ νυξὶ καὶ ὥ- ραις καὶ πάθεσι καὶ ἀπαθείαις καὶ κινήσεσι καὶ μυναῖς. πάντα γὰρ ταῦτα συμπτώματά ἐστι τισὶ συμβεβηκότα, καὶ ὁ χρόνος πᾶσι τούτοις συμπαρεπόμενος εἰκότως ἂν λεχθείη σύμπτωμα συμπτωμάτων.

καθόλου γάρ, ἴνα μικρὸν ἄνωθεν προλάβωμεν εἰς τὴν τοῦ λεγομένου παρακολούθησιν, τῶν ὅντων τὰ μέν τινα καθ’ ἑαυτὰ ὑφέστηκεν, τὰ δέ περὶ τοῖς καθ’ ἑαυτὰ ὑφεστῶσι θεωρεῖται. καὶ καθ’ ἑαυτὰ μὲν ὑφέστηκε πράγματα οἷον αἱ οὐσίαι ὡς τὸ σῶμα καὶ κενόν), περὶ δὲ τοῖς καθ’ ἑαυτὰ ὑφεστῶσι θεωρεῖται τὰ καλούμενα παρ’ αὐτοῖς συμβεβηκότα.