Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

τούτων δὲ τῶν συμβεβηνκότων τὰ μέν ἐστιν ἀχώριστα τῶν οἷς συμβέβηκεν, τὰ δὲ χωρίζεσθαι τούτων πέφυκεν. ἀχώριστα μὲν οὖν ἐστι τῶν οἶς συμβέβηκεν ὥσπερ ἡ ἀντιτυπία μὲν τοῦ σώματος, εἶξις δὲ τοῦ κενοῦ·

οὔτε γὰρ σῶμα δυνατόν ἐστί ποτε νοῆσαι χωρὶς τῆς ἀντιτυπίας οὔτε τὸ κενὸν χωρὶς εἴξεως, ἀλλ’ ἀίδιον ἑκατέρου συμβεβηκός, τοῦ μὲν τὸ ἀντιτυπεῖν, τοῦ δὲ τὸ εἴκειν. οὐκ ἀχώριστα δέ ἐστι τῶν οἷς συμβέβηκε καθάπερ ἡ κίνησις καὶ ἡ μονή.

τὰ γὰρ συγκριτικὰ τῶν σωμάτων οὔτε κινεῖται διὰ παντὸς ἀνηρεμήτως οὔτ’ ἀκινητίζει διὰ παντός, ἀλλά ποτὲ μὲν συμβεβηκυῖαν ἔχει [*](219 ~ Hyp. III 137.) [*](2 αὐτὸν iter. post ᾠήθησαν ς 6 rw NERAB: τὸ LY 7 νομίζουσι (sed i. marg. γρ. δοξάζουσι) RV 12 ταῦτα ora. N 14 συμπτώματα ς 24 εἶξις ς 24/25 ποτε νοῆσαι χωρὶς ς: νοῆσαι χωρίς ποτε NLE 25 εἴξεως ς 26 συμβεβηκός <ἐστι> Kayser 26 et 27 τὸ LEς: τοῦ N)

τὴν κίνησιν, ποτὲ δὲ τὴν μονήν, καίπερ τῆς ἀτόμου, ὅτε καθ’ ἑαυτήν ἐστιν, ἀεικινήτου καθεστώσης. ἢ γὰρ κενῷ πελάζειν ὀφείλει ἢ σώματι· εἴτε δὲ κενῷ πελάζοι, διὰ τὴν εἶξιν φέρεται δι’ αὐτοῦ, εἴτε σώματι, διὰ τὴν ἀντιτυπίαν ἀποπαλτικῶς ποιεῖται τὴν ἀπ’ αὐτοῦ κίνησιν.

συμπτώματα οὖν ταῦτ᾿ ἐστιν οἶς χρόνος παρέπεται, φημὶ δὲ τήν τε ἡμέραν καὶ νύκτα καὶ ὥραν καὶ τὰ πάθη καὶ τὰς ἀπαφείας, κινήσεις τε καὶ μονάς. ἥ τε γὰρ ἡμέρα καὶ νὺξ τοῦ περιέχοντος ἀέρος εἰσὶ συμπτώματα, ὧν ἡ μὲν ἡμέρα κατὰ τὸν ἐξ ἡλίου φωτισμὸν συμβαίνει, ἡ δὲ νὺξ κατὰ φωτισμοῦ στέρησιν τοῦ ἐξ ἡλίου ἐπιγίνεται.

ἡ δὲ ὥρα ἤτοι τῆς ἡμέρας ἢ τῆς νυκτὸς μέρος καθεστηκυῖα πάλιν σύμπτωμα γίνεται τοῦ ἀέρος, ὥσπερ καὶ ἡ ἡμέρα καὶ ἡ νύξ. ἀντιπαρεκτείνεται δὲ πάσῃ ἡμέρᾳ καὶ πάσῃ νυκτὶ καὶ ὥρᾳ ὁ χρόνος· παρ’ ἣν αἰτίαν μακρά τις ἢ βραχεῖα λέγεται ἡμέρα καὶ νύξ, φερομένων ἡμῶν ἐπὶ τὸν ταύτῃ συμβεβηκότα χρόνον. τά τε πάθη καὶ αἱ ἀπάθειαι ἤτοι ἀλγηδόνες ἢ ἡδοναὶ ἐτύγχανον, διὰ δὲ τοῦτο οὐκ οὐσίαι τινὲς καθειστήκεισαν, ἀλλὰ συμπτώματα τῶν πασχόντων ἤτοι ἡστικῶς ἢ ἀλγεινῶς, καὶ συμπτώματα οὐκ ἄχρονα.

πρὸς τούτοις καὶ ἡ κίνησις, ἔτι δὲ ἡ μονή, ὧς ἤδη παρεστήσαμεν, τῶν σωμάτων ἐστὶ συμπτώματα καὶ οὐ χωρὶς χρόνου· τὴν γοῦν ὀξύτητα καὶ βραδυτῆτα τῆς κινήσεως, ἔτι δὲ τὴν πλείονα καὶ ἐλάττονα μονὴν χρόνῳ καταμετροῦμεν.

ἀλλὰ γὰρ ἐκ τούτων φανερόν, ὅτι ὁ Ἐπίκουρος ἀσώματον οἴεται τὸν χρόνον ὑπάρχειν, οὐ παραπλησίως δὲ τοῖς Στωικοῖς· ἐκεῖνοι μὲν γάρ, ὧς λέλεκται, τι καθ’ αὑτὸ νοούμενον ὑπεστήσαντο τὸν χρόνον, ᾿Επίκουρος δὲ συμβεβηκός τισιν.

Ὧδε μὲν οὗτοι· Πλάτων’ δὲ ἔλεγεν, ὧς δέ τινες ᾿Αριστοτέλης, χρόνον εἶναι ἀριθμὸν τοῦ ἐν κινήσει προ- [*](226 cf. 176—177.) [*](31 ὅτε NLE: οὔτε ς 4 ποιεῖται Bekk.: ποιήσαι N: ποιήσει LEς 12 ἡ prius om.)

τέρου καὶ ὑστέρου, Στράτων δὲ ὁ φυσικός, ὡς δ’ ἄλλοι Ἀριστοτέλης, μέτρον κινήσεως καὶ μονῆς.

Ὅθεν τοιαύτης οὔσης καὶ περὶ τῆς κατὰ τὸν χρόνον οὐσίας διαστάσεως, πάρεστι μὲν ἤδη συμβαλεῖν ἐκ τῶν προηπορημένων, ὅτι οὐδ’ ἐκ ταύτης οἷόν τέ ἐστι βεβαίως τι μαθεῖν, ὅμως δὲ καὶ τὰ νῦν λεκτέον πρὸς Πλάτωνα ᾿Αριστοτέλην καὶ Στράτωνα τὸν φυσικὸν τὰ ἐν ἀρχαῖς ἀντειρημένα (§ 170sqq.), ὅτε ἐκ τῆς ἐννοίας τοῦ χρόνου συνήγομεν τὸ μηδὲν εἶναι τὸν χρόνον.

πρὸς δὲ τοὺς σωματικὴν ἀξιοῦντας εἶναι τὴν οὐσίαν τοῦ χρόνου, φημὶ δὲ τούς Ἡρακλειτείους, κινοῖτο προχειρότατον, ὅτι εἰ χρόνος σῶμά ἐστι, πᾶν δὲ σῶμα ἢ μένον ἢ κινούμενον νοεῖται, τὸ δὲ μένον ἢ κινούμενον ἐν χρόνῳ μένον ἢ κινούμενον νοεῖται, οὐχὶ δέ γε ἐν σώματι τὸ σῶμα μένον ἢ κινούμενον νοεῖται, οὐκ ἄρα σῶμά ἐστιν ὁ χρόνος.

τό τε ὂν κατὰ τοὺς Ἡρακλειτείους, ὃ δὴ σῶμά ἐστιν, ἐν χρόνῳ ἐστίν· οὐχὶ δέ γε ὁ χρόνος ἐν χρόνῳ ἐστίν· οὐκ ἄρα τὸ ὂν καὶ τὸ σῶμα χρόνος ἐστίν. τό τε ζῷον ἐν χρόνῳ ζῇ, ὧς καὶ τὸ τεθνηκὸς ἐν χρόνῳ τέθνηκεν· διὸ οὐκ ἔστι ζῷον ἢ σῶμα ὁ χρόνος.

καὶ μὴν οἱ λέγοντες μὴ ὑπάρχειν τὸ πρῶτον σῶμα κατὰ τὸν Ἡράκλειτον οὐ κωλύονται χρόνον νοεῖν· εἰ δέ γε χρόνος ἦν τὸ πρῶτον κατὰ τὸν ῾Ηράκλειτον σῶμα, κἂν ἐκωλύοντο τὸν χρόνον νοεῖν· οὐκ ἄρα τὸ ὂν κατὰ τὸν ῾Ηράκλειτόν ἐστι χρόνος.

τό τε ὂν κατὰ τὸν Ἡράκλειτον ἀήρ ἐστιν, ὧς φησὶν ὁ Αἰνησίδημος, μακρῷ δὲ ἀέρος διέφερεν ὁ χρόνος, καὶ ᾧ λόγῳ οὐθεὶς τὸ πῦρ ἢ τὸ ὕδωρ ἢ τὴν γῆν χρόνον λέγει εἶναι, τῷ αὐτῷ οὐδὲ τὸν ἀέρα φήσει· οὐ τοίνυν τὸ ὄν ἐστι χρόνος.

Ταῦτα μὲν ὧς ἐν συντόμοις πρὸς ταύτην εἰρή- [*](234—236 cf. Hyp. II 223—225.) [*](2 συμβάλλειν N 4 πρὸς <μὲν> Bekk. 5 τὸν στράτωνα N 6 ὅτε Gen. : ὅτι G 7 τοὺς NLE: τὴν ς 8 ἀξιοῦντες AB δὴ ς 9 κινοῖτο G: ἐκεῖνο τὸ Bekk. dubit. 10 inter νοεῖται et τὸ lac. in N, in qua totum enuntiatum nunc erasum latet 18 post νοεῖται E add. (ex v. 12) οὐχὶ δὲ ἐν σώματι 24 διέφθειρεν L 27 μὲν <οὖν> ς)

’σθῶ τὴν στάσιν, βραχὺς δ’ ἐστὶ καὶ πρὸς τοὺς ἀπὸ τῆς Στοᾶς λόγος, φάσκοντας τῶν τινῶν τά μὲν εἷναι σώματα, τὰ δὲ ἀσώματα, καὶ τῶν ἀσωμάτων εἶδός τι καθ’ αὑτὸ νοούμενον οἰομένους τὸν χρόνον. τὸ γάρ ‟τι” γενικώτατον τῷ μήτε σῶμά τι δύνασθαι εἶναι μήτε ἀσώματον μήτε σῶμα ἅμα καὶ ἀσώματον οὐκ ἂν εἴη.

εἰ γὰρ σῶμά ἐστι, δεήσει πάντα αὐτοῦ τὰ εἴδη σώματα τυγχάνειν καὶ μηδὲν ἀσώματον· καὶ ὃν τρόπον πάντα τὰ τοῦ ζῴου εἴδη ζῷά ἐστι καὶ οὐδὲν ἄψυχον καὶ τὰ τοῦ φυτοῦ φυτὰ καὶ οὐδὲν ἔμψυχον, οὕτως ἀκολουθήσει καὶ τὰ τοῦ τινὸς εἴδη σώματος ὄντος σώματα τυγχάνειν καὶ μηδὲν αὐτῶν ἀσώματον. εἰ δὲ ἀσώματόν ἐστιν, ἔσται πάντα αὐτοῦ τὰ εἴδη ἀσώματα καὶ οὐδὲν σῶμα.

ὡσαύτως δὲ κἂν σῶμα ἅμα καὶ ἀσώματον ὑπάρχῃ, πάντα τὰ ἐπὶ μέρους ἔσται σώματα ἅμα καὶ ἀσώματα, καὶ οὐδὲν κατ’ ἰδίαν ἔσται ἢ σῶμα μόνον ἢ ἀσώματον. ὥστε εἰ μὴ σῶμά ἐστι τό ‟τι” μηδὲ ἀσώματον ἢ σῶμα ἅμα καὶ ἀσώματον, οὐδέν ἐστι τό ‟τι” τούτου δ’ ἀναιρουμένου συναναιρεῖται καὶ τὰ ἐπ’ εἴδους πάντα· ὅπερ ἐστὶν ἄτοπον.

καὶ μὴν καὶ ἕκαστον τῶν συναποδοθέντων τῷ χρόνῳ ἀσωμάτων ἠπόρηται τοῖς ἀπὸ τῆς σκέψεως, οἷον τὸ λεκτὸν καὶ τὸ κενὸν καὶ ὁ τόπος· ἑκάστου δὲ τούτων ἠπορημένου καὶ ὁ χρόνος οὐ συγχωρηθήσεται ἐκ τοῦ αὐτοῦ γένους εἶναι τούτοις.

Πρὸς δὲ τὸν Ἐπίκουρον σύμπτωμα συμπτωμάτων ἀξιοῦντα τυγχάνειν τὸν χρόνον, πολλῶν καὶ ἄλλων λέγεσθαι δυναμένων, ἐκεῖνο πρὸς τὸ παρὸν ἀπαρκέσει λέγειν, ὅτι αἱ μέν πως ἔχουσαι οὐσίαι τάχα θεωροῦνται καὶ εἰσὶ τῶν ὑποκειμένων πραγμάτων, τὰ δὲ λεγόμενα συμβεβηκέναι ταῖς οὐσίαις, οὐχ ἕτερα ὄντα τῶν οὐσιῶν, ἀνυπόστατά ἐστιν·

οὔτε γὰρ ἀντιτυπία τις ἔστι παρὰ τὸ άντίτυπον σῶμα οὔτε εἶξις ὑπόκειται παρὰ τὸ εἶκον καὶ κενόν, οὐ κίνησις παρὰ τὸ κινούμενον σῶμα, οὐ μονὴ παρὰ τὸ ἠρεμοῦν, ἀλλ’ ὡς οὐδέν ἐστι στρατηγία παρὰ τὸν στρατη- [*](31 fors. γενικώτατον <ὂν>? 2 ἅμα om. ς 11 ἔσται ἢ ἢ LE ς 12 μηδὲ Bekk. : μήτε G 16 τῆς NY 21 ἀξιοῦν N 27 εἶκον καὶ κενόν ς: εἰκὸς κενὸν N)

γοῦντα οὐδὲ γυμνασιαρχία παρὰ τὸν γυμνασιαρχοῦντα, οὕτως οὐδὲ ἕκαστον τούτων τῶν συμβεβηκότων ἔστι παρὰ τὸ ᾧ συμβέβηκεν.

ὅθεν καὶ ἐπειδὰν λέγῃ ὁ Ἐπίκουρος τὸ σῶμα νοεῖν κατ’ ἐπισύνθεσιν μεγέθους καὶ σχήματος καὶ ἀντιτυπίας καὶ βάρους, ἐκ μὴ ὄντων σωμάτων βιάζεται τὸ ὂν σῶμα νοεῖν· εἰ γὰρ μήτε μέγεθός τι ὐπόκειται παρὰ τὸ μεμεγεθωμένον μήτε σχῆμα παρὰ τὸ ἐσχηματσμένον μήτε ἀντιτυπία παρὰ τὸ ἀντιτυποῦν, πῶς ἐκ τῶν μὴ ὑποκειμένων οἷόν τε τὸ ὑποκείμενον νοεῖν σῶμα;