Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Δοκεῖ δὲ καὶ εἰς τοὺς πετὶ ᾿Επίκουρον (p. 352, 32 Us.) καὶ Δημόκριτον (A72 Diels) φυσικοὺς τοιαύτη τις ἀναφέρεσθαι τοῦ χρόνου νόησις ‘‘χρόνος ἐστὶν ἡμεροειδὲς καὶ νυκτοειδὲς φάντασμα”, καθ’ ἣν πάλιν ἄπορός ἐστιν ἡ περὶ] τοῦ χρόνου φύσις. εἰ γὰρ ἀνυπόστατος δείκνυται ἡ ἡμέρα καὶ ἡ νύξ, ἀκολουθεῖ καὶ τὸ ἡμεροειδὲς φάντασμα μὴ εἶναι χρόνον ἤ ἀνυπόστατον ὑπάρχειν.

ἡμέρα γὰρ ἡ καὶ ἰδιαίτερον νοουμένη καὶ δωδεκάωρος, τουτέστιν ἡ ἀπὸ ἀνατολῆς μέχρι δύσεως, σκεψαμένοις ἡμῖν ἀνυπόστατος φαίνεται. ὅτε γὰρ ἡ πρώτη ὑφέστηκεν ὥρα, οὔπω αἱ ἕνδεκα ὑφεστᾶσιν· τῶν δέ γε πλειόνων ὡρῶν μὴ οὐσῶν οὐκ ἂν εἴη ἡμέρα.

καὶ πάλιν· ὅτε ἡ δευτέρα ἐνέστηκεν ὥρα, ἡ μὲν πρώτη οὐκέτ’ ἔστιν, αἱ δὲ λειπόμεναι δέκα οὔπω εἰσίν, διὸ τῶν πλειόνων μὴ οὐσῶν ὡρῶν οὐδ’ οὕτως ἔσται ἡ ἡμέρα. πάντοτε οὖν μιᾶς ὥρας ὑφεστώσης , τῆς δὲ ἡμέρας μιᾶς ὥρας μὴ οὔσης, οὐκ ἂν εἴη τις ἡμέρα.

καὶ μὴν οὐδὲ ἡ μία ὥρα ὑφέστηκεν· κατὰ πλάτος γὰρ νοεῖται, ἐκ πλειόνων τε καὶ [*](181 cf. Hyp. III 137.) [*](15 εἰ — 16 χρόνος om. E 16 ὁ N: om. LEς <καὶ> ἐν 25 λειφθείη N 28 τις om. ’ς 30 περὶ del. Bekk. 31 φάσις (servate περὶ) Bekk. dubit. 8 σκεψαμένοις Bekk.: σκεψομένοις G 6 οὐκέτ’ Bekk.: οὐκ G 9 τῆς — οὔσης om. N)

αὐτὴ συνέστηκε μοιρῶν, ὧν αἱ μὲν οὐδέπω εἰσίν, αἱ δὲ οὐκέτι, ὥστε καὶ τὸ σύνθετον ἐξ αὐτῶν ἀνυπόστατον γί- νεσθαι. εἰ δὲ μήτε ὥρα τις ἐστὶ μήτε ἡμέρα μήτε κατὰ τὸ ἀνάλογον νύξ, οὐδὲ χρόνος ἔσται ἡμεροειδὲς ἢ νυκτοειδὲς φάντασμα.

καὶ μὴν ἡμέρα λέγεται διχῶς, καθ’ ἔνα μὲν τρόπον ἡ ἐκ τῶν δώδεκα ὡρῶν συνεστῶσα, καθ’ ἕτερον δὲ ὁ πεφωτισμένος ἐξ ἡλίου ἀήρ. ἤτοι οὖν τῆς ἐκ τῶν ὡρῶν συνεστώσης ἡμέρας φάντασμα εἶναι λέγουσιν οἱ περὶ τὸν Ἐπίκουρον τὸν χρόνον, ἢ τῆς ὧς πεφωτισμένου ἀέρος ἐξ ἡλίου.

ἀλλὰ τῆς μὲν ἐκ τῶν ὠρῶν συνεστώσης ἡμέρας οὐκ ἂν εἴπαιεν φάντασμα εἶναι τὸν χρόνον· αὕτη γὰρ αὐτὴ ἡ ἡμέρα χρόνος ἐστί, φημὶ δὲ τὴν δωδεκάωρον,

διόπερ εἰ τὸ φάντασμα ταύτης χρόνος νοεῖται, ἔσται ὁ χρόνος τοῦ χρόνου φάντασμα· ὅπερ ἦν ἀπεμφαῖνον. τοίνυν οὐ λεκτέον τὸ τῆς δωδεκαώρου ἡμέρας φάντασμα χρόνον ὑπάρχειν. καὶ μὴν οὐδὲ τὸ τῆς ὧς πεφωτισμένου ἀέρος ἡμέρας φάντασμα· αὕτη γὰρ ἐν χρόνῳ γίνεται, καὶ διὰ τοῦτο εἰ χρόνος ἐστὶ τὸ ταύτης τῆς ἡμέρας ἡμέτερον φάντασμα, ἐν τῷ ἡμετέρῳ φαντάσματι γενήσεται ἡ τοιαύτη ἡμέρα. ὃ πολλῷ τοῦ πρώτου χεῖρόν ἐστιν.

φθαρέντος τε τοῦ κόσμου κατὰ Ἐπίκουρον οὔτε ἡμέρα ἔστιν οὔτε νύξ, διὰ δὲ τοῦτο οὔτε ἡμερήσιον οὔτε νυκτερήσιον φάντασμα. ἄτοπον δ’ ἦν φθαρέντος τοῦ κόσμου λέγειν μὴ εἶναι χρόνον· καὶ γὰρ τὸ ποτὲ ἐφθάρθαι καὶ τὸ φθείρεσθαι χρόνων ἐστὶν ἐμφατικά. εἰ δὲ τοῦτο, ἕτερον μέν ἐστιν ὁ χρόνος, διάφορον δὲ τὸ ἡμερήσιον ἢ νυκτερήσιον φάντασμα.

Ἐκ μὲν οὖν τῆς ἐπινοίας οὕτως ἡ τοῦ χρόνου ὕπαρξις ἠπορήσθω·

πάρεστι δὲ καὶ προηγουμένῳ λόγῳ τὸ προκείμενον κατασκευάζειν. εἴπερ γὰρ ἔστι χρόνος, ἤτοι [*](182—192 ~ Hyp. III 141—142. adv. math. VI 62—63.) [*](15 νυκτοειδὲς A (cf. p. 513, 29/30): νυκτεροειδὲς G (excepto A) 18 <ὁ> ἀήρ N 25 <εἶναι> νοεῖται edd. 27 τὸ om. ’ς τῆς LEg: τοσαύτης N 4 τὸ ποτὲ scr. coll. v. 17: ὁπότε καὶ τὸ G: τὸ ποτὲ φθαρῆναι καὶ τὸ Bekk. dubit. 6 ἐμφάτικά N)

πεπέρασται ἢ ἄπειρός ἐστιν· οὔτε δὲ πεπέρασται, ὧς παραστήσομεν, οὔτε ἄπειρός ἐστιν, ὧς διδάξομεν· οὐκ ἄρα ἔστι τι χρόνος. εἰ γὰρ πεπέρασται ὁ χρόνος, ἦν ποτὲ χρόνος, ὅτε [ὁ] χρόνος οὐκ ἦν, καὶ ἔσται ποτὲ χρόνος, οὐκ ἔσται χρόνος. ἄτοπον δέ γε ἢ τὸ γεγονέναι ποτὲ χρόνον, ὅτε χρόνος οὐκ ἦν, ἢ τὸ ἔσεσθαί ποτε χρόνον, ὅτε χρόνος οὐκ ἔσται· καὶ γὰρ τὸ ποτὲ γεγονέναι καὶ τὸ ἔσεσθαι, καθὼς προεῖπον §188), διαφερόντων χρόνων ἐστὶν ἐμφατικά. οὐ τοίνυν πεπέρασται ὁ χρόνος.

καὶ μὴν οὐδὲ ἄπειρός ἐστιν. ἔστι γάρ τι αὐτοῦ τὸ μὲν [τι] τὸ δὲ μέλλον. ἤτοι οὖν ἑκάτερος τούτων τῶν χρόνων ἔστιν ἢ οὐκ ἔστιν. καὶ εἰ μὲν οὐκ ἔστιν, αὐτόθεν πεπέρασται ὁ χρόνος, καὶ εἰ πεπέρασται, μένει τὸ ἀρχῆθεν ἄπορον, τὸ γεγονέναι ποτὲ χρόνον, ὅτε χρόνος οὐκ ἦν, καὶ τὸ ἔσεσθαί ποτε χρόνον, ὅτε χρόνος οὐκ ἔσται.

εἰ δὲ ἔστιν ἑκάτερος, φημὶ δὲ ὅ τε παρῳχημένος καὶ ὁ μέλλων χρόνος, ἐν τῷ παρόντι ἔσται. ἐν τῷ παρόντι δὲ ὑπάρχων, ἐν τῷ ἐνεστῶτι γενήσεται χρόνῳ ὅ τε παρῳχημένος καὶ ὁ μέλλων. ἄτοπον δὲ τὸν παρῳχημένον καὶ τὸν μέλλοντα λέγειν κατὰ τὸν ἐνεστῶτα χρόνον νοεῖσθαι. τοίνυν οὐδ’ ἄπειρός ἐστιν ὁ χρόνος. εἰ δὲ μήτε πεπερασμένος νοεῖται μήτ’ ἄπειρος, οὐδ’ ὅλως ἔστιν.

τό τε μὴν ἐξ ἀυνπάρκτων συνεστὼς ἀνύπαρκτον ἔσται, ὁ δέ γε χρόνος ἐξ ἀνυπάρκτων ἀξιοῦται συνεστάναι τοῦ παρῳχημένου μηκέτ᾿ ὄντος καὶ τοῦ μέλλοντος μήπω ὄντος· ἀνύπαρκτος ἄρα ἐστὶν ὁ χρόνος.

Πρὸς τούτοις· εἰ ἔστι τι χρόνος, ἤτοι ἀμέριστός ἐστιν ἢ μεριστός· οὔτε δὲ ἀμέριστος εἶναι δύναται, καθὼς ὑπομνήσομεν, οὔτε μεριστός, ὧς καταστησόμεθα· οὐκ ἄρα ἔστι τις χρόνος. ἀμερὴς μὲν οὖν οὐ δύναται τυγχάνειν ὁ χρό- [*](193—196 ~ Hyp. III 143. adv. math. VI 64—65.) [*](11 οὔτε — 12 ἐστιν om. ς 14 ὁ del. coll. p. 153, 26 et 760, 18 15/16 ἢ — ἢ G: καὶ — καὶ Rüstow 16 <ὁ> VR Id ἐμφατικά L: ἐμφαντικά NEς (cf. ad v. 5) 20 τι prius del. Bekk. : post δὲ v. 21 transp. Riistow τι alt. delevi coll. p. 760, 20 23 μένει NLE: μὲν ς 24 οὐκ — 25 χρόνος om. NE 26 δὴ N 32 ἔσται ς)

νος, ἐπεὶ διαιρεῖται εἴς τε τὸν παρῳχημένον καὶ τὸν ἐνεστῶτα καὶ εἰς τὸν μέλλοντα.

μεριστὸς δὲ οὐκ ἂν ὑπάρχοι διὰ τὸ πᾶν τὸ μεριστὸν ὑπό τινος αὐτοῦ μέρους καταμετρεῖσθαι· οἷον ὁ μὲν πῆχυς ὑπὸ παλαιστοῦ καταμετρεῖται, καὶ ἔστι τοῦ πήχεως μέρος ὁ παλαιστής, ὑπὸ δὲ τοῦ δακτύλου ὁ παλαιστής , καὶ ἔστι μέρος τοῦ παλαιστοῦ ὁ δάκτυλος. τοίνυν εἰ καὶ ὁ χρόνος μεριστός ἐστιν, ὀφείλει πρός τινος αὐτοῦ μέρους καταμετρεῖσθαι.

οὔτε δὲ ὑπὸ τοῦ ἐνεστῶτος ἐνδέχεται τούς ἄλλους χρόνους καταμετρεῖσθαι. εἰ γὰρ ὁ ἐνεστὼς χρόνος καταμετρεῖ τὸν παρῳχημένον, ἔσται ὁ ἐνεστὼς χρόνος κατὰ τὸν παρῳχημένον, γινόμενος δὲ κατὰ τὸν παρῳχημένον οὐκέτι ἔσται ἐνεστώς, ἀλλὰ παρῳχημένος. καὶ εἰ τὸν μέλλοντα καταμετρεῖ ὁ ἐνεστώς, κατ’ αὐτὸν γινόμενος μέλλων ἔσται, ἀλλ’ οὐχὶ ἐνεστώς. ὅθεν οὐδὲ τοῖς ἄλλοις χρόνοις ἐνδέχεται καταμετρεῖν τὸν ἐνεστῶτα· ἑκάτερος γὰρ αὐτῶν κατὰ τοῦτον γενόμενος ἐνεστὼς ἔσται καὶ οὔτε παρῳχημένος οὔτε μέλλων.

ἀλλ’ εἰ πάντως μεριστὸν ἢ ἀμέριστον δεῖ νοεῖν τὸν χρόνον, ἐδείξαμεν δὲ ἡμεῖς, ὅτι οὔτε μεριστός ἐστιν οὔτε ἀμέριστος, λεκτέον μηδὲν εἶναι τὸν χρόνον.

Σὺν τούτοις· ὁ χρόνος τριμερής ἐστιν· τὸ μὲν γάρ τι ἦν αὐτοῦ παρῳχημένον, τὸ δ’ ἐνεστώς, τὸ δὲ μέλλον. τούτων δὲ τὸ μὲν παρῳχημένον οὐκέτ’ ἔστιν, τὸ δὲ μέλλον οὔπω ἔστιν. λείπεται δὲ ὲν εἶναι μέρος ἐνεστηκός. ἤτοι οὖν ὁ ἐνεστηκὼς χρόνος ἀμερής ἐστιν ἢ μεριστός. οὔτε δὲ ἀμερὴς εἶναι δύναται· ἐν ἀμερεῖ γὰρ χρόνῳ οὐδὲν πέφυκε φυκε γίνεσθαι μεριστόν, ὥς φησι Τίμων (fr. 76 Diels), οἶον τὸ γίνεσθαι καὶ τὸ φθείρεσθαι καὶ πᾶν ὃ τούτοις ἔοικεν.

εἰ δ’ ἀμερής ἐστιν, οὔτε ἀρχὴν ἔξει, ᾗ συνάπτει τῷ παρῳχημένῳ, οὔτε πέρας, ᾧ συνάπτει τῷ μέλλοντι· τὸ γὰρ ἀρχὴν ἔχον καὶ πέρας οὐκ ἀμέριστόν ἐστιν. εἰ δὲ μήτε ἀρχὴν ἔχει [*](197—199 ~ Hyp. III 144—145. adv. math. VI 66—67.) [*](13 πήχεος Gr (ut plerumque) 31 οὐκέτ’ Bekk. : οὐκ G 2 δὲ om. ς)

μήτε πέρας, οὐδὲ μέσον ἔχει· κατὰ γὰρ τὴν ὡς ταῦτα σύμβλησιν νοεῖται τὸ μέσον. μήτε δὲ ἀρχὴν ἔχων μήτε πέρας μήτε μέσον οὐδ’ ὅλως ἔσται.

εἰ δὲ μεριστός ἐστιν ὁ ἐνεστὼς χρόνος, ἤτοι εἰς τοὺς ὄντας χρόνους μερίζεται ἢ εἰς τοὺς μὴ ὄντας. καὶ εἰ μὲν εἰς τοὺς μὴ ὄντας χρόνους μερίζοιτο, οὐκέτ’ ἔσται χρόνος· τὸ γὰρ εἰς τοὺς μὴ ὄντας χρόνους μεριζόμενον οὐκ ἂν εἴη χρόνος. εἰ δὲ εἰς τοὺς ὄντας χρόνους μερίζεται, οὐκέτι ἔσται ὅλος ἐνεστώς, ἀλλὰ τὶ μὲν αὐτοῦ παρῳχημένον, τὶ δὲ μέλλον. διὰ δὲ τοῦτο οὐκέτι ἔσται ὅλος ἐνεστὼς καὶ ὑπάρχων, τοῦ μὲν μηκέτι ὄντος αὐτοῦ, τοῦ δὲ μήπω ὄντος.

ἀλλ’ εἰ τριῶν ὄντων, παρῳχημένου καὶ μέλλοντος καὶ ἐνεστῶτος, δέδεικται τούτων μηδεὶς ὑπάρχων, οὐκ ἂν εἴη τις χρόνος. Οἱ δὲ λέγοντες τὸν ἐνεστῶτα χρόνον πέρας μὲν εἶναι τοῦ παρῳχημένου, ἀρχὴν δὲ τοῦ μέλλοντος, ἐκ δυεῖν ἀνυπάρκτων χρόνων ἔνα ποιοῦντες, οὐχ ἔνα μόνον, ἀλλὰ καὶ πάντα χρόνον ἀνύπαρκτον ποιοῦσιν.