Aetia

Callimachus

Callimachus. Callimachus and Lycophron. Mair, A. W., Mair, G. R., editors. London: William Heinemann, 1921.

III. 1

A. S. Hunt, Oxyrhynchus Papyri, vii. (1910), 1011.A. Brinkmann, Rhein. Mus. 1xxii. (1918), p. 473 ff.

ἤδη καὶ κούρῳ παρθένος εὐνάσατο, τέθμιον ὡς ἐκέλευε προνύμφιον ὕπνον ἰαῦσαι ἄρσενι τὴν τᾶλιν παιδὶ σὺν ἀμφιθαλεῖ. Ἥρην γάρ κοτέ φασικύον, κύον, ἴσχεο, λαιδρὲ θυμέ, σύ γ’ ἀείσῃ καὶ τά περ οὐχ ὁσίη· ὤναο κάρ〈θ〉’ ἕνεκ’ οὔ τι θεῆς ἴδες ἱερὰ φρικτῆς, ἐξ ἂν ἐπεὶ καὶ τῶν ἤρυγες ἱστορίην. ἡ πολυιδρείη χαλεπὸν κακὸν ὅστις ἀκαρτεῖ

γλώσσης· ὡς ἐτεὸν παῖς ὅδε μαῦλιν ἔχει. ἠῷοι μὲν ἔμελλον ἐν ὕδατι θυμὸν ἀμύξειν οἱ βόες ὀξεῖαν δερκόμενοι δορίδα, δειελινὴν τὴν δ’ εἷλε κακὸς χλόος, εἷλε δε νοῦσος, αἶγας ἐς ἀγριάδας τὴν ἀποπεμπόμεθα, ψευδόμενοι δ’ ἱερὴν φημίζομεν· ἣ τότ’ ἀνιγρὴ τὴν κούρην Ἀ[ίδ]εω μέχρις ἔτηξε δόμων. δεύτερον ἐστόρνυντο τὰ κλισμία, δεύτερον ἡ πα[ῖ]s ἑπτὰ τεταρταίῳ μῆνας ἔκαμνε πυρί. τὸ τρίτον ἐμνήσαντο γάμου κοτέ, τὸ τρίτον αὖτ[ις Κυδίππην ὀλοὸς κρυμὸς ἐσῳκίσατο. τέτρατον [ο]ὐκέτ’ ἔμεινε πατὴρ ἐς Δέλφιον ἄρας Φοῖβον· ὁ δ’ ἐννύχιον τοῦτ’ ἔπος ηὐδάσατο· Ἀρτέμιδος τῇ παιδὶ γάμον βαρὺς ὅρκος ἐνικλᾷ, Λύγδαμιν οὐ γὰρ ἐμὴ τῆ〈μος〉 ἔκηδε κάσαις, οὐδ’ ἐν Ἀμυκλαίῳ θρ〈ύ〉ον ἔπλεκεν οὐδ’ ἀπὸ θήρης ἔκλυζεν ποταμῷ λύματα Παρθενίῳ,
Δ[ή]λῳ δ’ ἦν ἐπίδημος, Ἀκόντιον ὁππότε σὴ παῖς ὤμοσεν, οὐκ ἄλλον, νυμφίον ἑξέμεναι· ἁ[κήρ]υξ’ ἀλλ’ ἤν μ’ ἐθέλ〈ῃ〉ς συμφράδμονα θέσθαι, [πά]ντα τελευτήσεις ὅρκια θυγατέρος. ἄργυρον οὐ μολίβῳ γὰρ Ἀκόντιον ἀλλὰ φαεινῷ ἤλεκτρον χρυσῷ φημί σε μιξέμεναι. Κοδρείδης σύ γ’ ἄνωθεν ὁ πενθερός, αὐτὰρ ὁ Κεῖος γαμβρὸς Ἀρισταίου [Ζη]νὸς ἀφ’ ἱερ〈έ〉ων Ἰκμίου, οἷσι μέμ [η]λεν ἐπ’ οὔρεος ἀμβώνεσσιν πρηύνειν χαλ[ε]πὴν Μαῖραν ἀνερχομένην, αἰτεῖσθαι τὸ δ’ ἄημα παραὶ Διός, ᾧ τε θαμ〈ι〉νοὶ πλήσσονται λινέαις ὄρτυγες ἐν νεφέλαις. ἦ θεός· αὐτὰρ ὁ Νάξον ἔβη πάλιν, εἴρετο δ’ αὐτὴν κούρην, ἡ δ’ ἀν〈ὰ〉 τῷ πᾶν ἐκάλυψεν ἔπος. κἦν αὖ σῶς· ὅ τ[ε] λοιπόν, Ἀκόντιε, σεῖο μέτελθεῖν
ἔσται τὴν ἰδίην ἐς Διονυσιάδα. χἠ θεὸς εὐορκεῖτο καὶ ἥλικες αὐτίχ’ ἑταιρης 〈ᾖ〉δον ὑμηναίους οὐκ ἀναβαλλομένους. οὔ σε δοκέω τημοῦτος, Ἀκόντιε, νυκτὸς ἐκείνης ἀντί κε, τῇ μίτρης ἥψαο παρθενίης, οὐ σφυρὸν Ἰφίκλειον ἐπιτρέχον ἀσταχύεσσιν οὐδ’ ἃ Κελ〈αι〉νίτης ἐκτεάτιστο Μίδης δέξασθαι, ψήφου δ’ ἂν ἐμῆς ἐπιμάρτυρες εἶεν οἵτινες οὐ χαλεποῦ νήιδές εἰσι θεοῦ. ἐκ δὲ γάμου κείνοιο μέγ’ οὔνομα μέλλε νέεσθαι· δὴ γὰρ ἔθ’ ὑμέτερον φῦλον Ἀκοντιάδαι πουλύ τι καὶ περίτιμον Ἰουλίδι ναιετάουσιν, Κεῖε, τεὸν δ’ ἡμεῖς ἵμερον ἐκλύομεν τόνδε παρ’ ἀρχαίου Ξενομήδεος ὅς 〈κ〉οτε πᾶσαν νῆσον ἐνὶ μνήμῃ κάτθετο μυθολόγῳ, ἄρχμενος ὡς νύμφῃσι[ν ἐ]ναίετο Κωρυκίῃσι, τὰς ἀπὸ Παρνησσοῦ λῖς ἐδίωξε μέγας,
Ὑδροῦσσαν τῷ καί μιν ἐφήμισαν, ὥς τε Κιρω . . . [·]ο . . . θυσ[·]το . . . ᾤκεεν ἐν Καρύαις· [ὥ]ς τέ μιν ἐννάσσαντο τέων Ἀλαλάξιος αἰεὶ Ζεὺς ἐπὶ σαλπίγγων ἱρὰ βοῇ δέχεται Κᾶρες ὁμοῦ Λελέγεσσι, μετ’ οὔνομα δ’ ἄλλο βαλέσθαι Φοίβου καὶ Μελίης ἶνις ἔθηκε Κέως· ἐν δ’ ὕβριν θάνατόν τε κεραύνιον, ἐν δὲ γόητας Τελχῖνας μακάρων τ’ οὐκ ἀλέγοντα θεῶν ἠλεὰ Δημώνακτα γέρων ἐνεθήκατο δέλτ[οις, καὶ γρηῦν Μακελὼ μητέρα Δεξιθέης, ἃς μούνας ὅτε νῆσον ἀνέτρεπον εἵνεκ’ ἀλ[ι]τ[ρῆς ὕβριος ἀσκηθεῖς ἔλλιπον ἀθάνατοι· τέσσαρας ὥς τε πόληας ὁ μὲν τείχισσε Μεγακ[λ]ῆς Καρθαίαν, Χρ〈υ〉σοῦς δ’ Εὔπυλος ἡμιθέης εὔκρηνον πτολίεθρον Ἰουλίδος, αὐτὰρ Ἀκαι . . . Ποίησσαν Χαρίτων ἵδρυμ’ ἐυπλοκάμων, ἄστυρον Ἄφραστος δὲ Κ〈ο〉ρῆ[σ]ιον, εἶπε δέ, Κεῖε, ξυγκραθέντ’ αὐταῖς ὀξὺν ἔρωτα σέθεν πρέσβυς ἐτητυμίῃ μεμελημένος, ἔνθεν ὁ παιδὸς μῦθος ἐς ἡμετέρην ἔδραμε Καλλιόπην. οὐ γὰρ τὰς πολίων οἰκήσιας ᾄσομαι ἤδη· ἔστι γε Πισαίου Ζηνὸς ὄπις π . . . ιθην. ἀλλ’ ι . . νησ. κρουτονα . . . . . . . . . . . ς.

μέμβλετο δ’ εἰσπνήλαις, ὁππότε κοῦρος ἴοι φωλεὸν ἠὲ λοετρόν.

E.M. s.v. εἰσπνήλης.That this belongs to the Cydippe episode may be inferred fromAristaenet. i. 10

οἱ δὲ φιλοθεάμονες τοῦ κάλλους εἰς διδασκάλου προϊόντα περιεσκόπουν συνωθοῦντες ἀλλήλους.

πολλοὶ καὶ φιλέοντες Ἀκόντιον ἧκαν ἔραζε οἰνοπόται Σικελὰς ἐκ κυλίκων λάταγας.

Athenaeus xv. 668 B; cf. 668 E.

ἄγραδε τῷ πάσῃσιν ἐπὶ προχάνῃσιν ἐφοίτα.

Schol. Soph. Antig. 80. Cf. Aristaenet. i. 10 καὶ εἰς ἀγρὸν ἐπὶ πάσῃ προφάσει τὸν πατέρα φεύγων ἐφοίτα.

ἀλλ’ ἐνὶ δὴ φλοιοῖσι κεκομμένα τόσσα φέροιτε γράμματα Κυδίππην ὅσσ’ ἐρέουσι καλήν.

Schol. Aristoph. Ach. 144

ἴδιον ἐραστῶν ἦν τὰ τῶν ἐρωμένων ὀνόματα γράφειν ἐν τοῖς τοίχοις ἢ δένδροις ἢ φύλλοις οὕτως· ὁ δεῖνα καλός· καὶ παρὰ Καλλιμάχῳ·
ἀλλ’ κτλ.; cf. Aristaenet. i. 10
εἴθε, ὦ δένδρα, καὶ νοῦς ὑμῖν γένοιτο καὶ φωνή, ὅπως ἂν εἴποιτε Κυδίππη καλή, ἢ γοῦν τοσαῦτα
κατὰ τῶν φλοιῶν ἐγκεκολαμμένα φέροιτε γράμματα ὅσα τὴν Κυδίππην ἐπονομάσει καλήν.

λιρὸς ἐγώ, τί δέ σοι τόνδ’ ἐπέθηκα φόβον;

Hesych. s.v. λειριόεντα.Probably from the Cydippe episode, cf.Aristaenet. i. 10

τί δέ σοι τοῦτον ἐπῆγον τὸν φόβον;

τὼς μὲν ὁ Μνησάρχειος ἔφη ξένος, ὧδε συναινῶ.

Priscian, Inst. Gramm. ii. 12; cf. i. 11 and 30; Hephaestion i. 8.

E.M. s.v. βρέφος, τὸ νεογνὸν παιδίον. κυρίως ἐπὶ ἀνθρώπου. Καλλίμαχος ἐν τρίτῳ τῶν Αἰτίων καὶ ἐπὶ σκύμνου τίθησιν.