Bel et Draco (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ὀργισθεὶς ὁ βασιλεὺς τότε [*](§ Δ) συνέλαβεν τοὺς ἱερεῖς καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα αὐτῶν, καὶ ἔδειξαν αὐτῷ τὰς κρυπτὰς θύρας δι ὅν εἰσεπορεύοντο καὶ ἐδαπάνων τὰ ἐπὶ τῇ τραπέζῃ.

καὶ ἀπέκτεινεν αὐτοὺς ὁ βασιλεύς, καὶ ἔδωκεν τὸν Βήλ ἔκδοτον τῷ Δανιὴλ· καὶ κατέστρεψεν αὐτὸν καὶ τὸ ἱερὸν αὐτοῦ.

Καὶ ἦν δράκων μέγας, καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι.

[*](10 εις τον οικον] επ οικ. Q* (εις τ. οικ. Qᵐᵍ) 11 ειπαν] ειπον A AQΔ βασιλευς B* ( λευ Bᵃᵇ) τω δακτυλιω] τω δακτυλω A εν τω δακτυλιω Q 12 ψευδομενος] ψ ευσαμενος AQ 13 om δε A κατεφρονουν] κατεφθονουν A ανηλουν] ανηλεισκον Q* (- λισκ. Qᵃ ανηλουν Qᵐᵍ) 14 εξηλθοσαν] εξηλθον A κατεσησαν] κατεσεισαν A om μονου Q εσφραγισαν A εν τω δακτ. om εν A 15 ηλθον] + εις Q* εισηλθον εις Qᵐᵍ ᵛⁱᵈ εξεπιον] επιον Q 16 πρωι] pr το AQ 17 ειπεν 1⁰] + ο βασιλευς AQ σωοι 1⁰| σωαι A 19 εγελασεν Δανιηλ και] γελασας Δαν. A om και ειπεν A om τινος Q* (hab Qᵐᵍ) 21 ο βασιλευς τοτε] τοτε ο βασιλευς Δ συνελαβετο AQ 22 ο βασιλευς αυτους Δ εκδοτον] εγδομα Δ το ιερον] τον ναον Q 23 με- γας] + εν τω τοπω AQ* + εν αυτω τω τοπω Qmᵍ)
591

καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιὴλ Οὐ δύνασαι εἰπεῖν ὅτι οὐκ ἔστιν [*](B) οὗτος θεὸς ζῶν· καὶ προσκύνησον αὐτῷ.