Bel et Draco (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἶπεν Σῷοι αἱ σφραγῖδες, Δανιὴλ; ὁ δὲ εἶπεν Σῷοι, βασιλεῦ.

καὶ ἐγένετο ἄμα τῷ ἀνοῖξαι τὰς θύρας, ἐπιβλέψας ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν ἐβόησεν φωνῇ μεγάλῃ Μέγας εἶ, Βήλ, καὶ οὐκ ἔστιν παρὰ σοὶ δόλος οὐδὲ εἰς.

καὶ ἐγέλασεν Δανιὴλ, καὶ ἐκράτησεν τὸν βασιλέα τοῦ μὴ εἰσελθεῖν αὐτὸν ἔσω, καὶ εἶπ εν Ἴδε δὴ τὸ ἔδαφος καὶ γνῶθι τίνος τὰ ἴχνη ταῦτα.

καὶ εἶπεν ὁ βασιλεύς Ὁρῶ τὰ ἴχνη ἀνδρῶν καὶ § γυναικῶν καὶ παιδίων.