Bel et Draco (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἶπεν Δανιὴλ Κυρίῳ τῷ θεῷ μου προσκυνήσω, ὅτι· οὗτός ἐστιν θεὸς ζῶν·

οὺ δέ, βασιλεῦ, δός μοι ἐξουσίαν, καὶ ἀποκτενῶ τὸν δράκοντα ἄνευ μαχαίρας καὶ ῥάβδου. καὶ εἶπεν ὁ βασιλεύς Δίδωμί σοι.

καὶ ἔλαβεν Δανιὴλ πίσσαν καὶ στῆρ καὶ τρίχας, καὶ ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησεν μάζας, καὶ ἔδωκεν εἰς τὸ στόμα τοῦ δράκοντος· καὶ φαγὼν διερράγη ὁ δράκων. καὶ εἶπεν Ἵδετε τὰ σεβάσματα ὑμῶν.

καὶ ἐγένετο ὡς ἤκουσαν οἱ Βαβυλώνιοι, ἠγανάκτησαν καὶ συνεστράφησαν ἐπὶ τὸν βασιλέα καὶ εἶπαν Ἰουδαῖος γέγονεν ὁ βασιλεύς· τὸν Βὴλ κατέσπασεν καὶ τὸν δράκοντα ἀπέκτεινεν, καὶ τοὺς ἱερεῖς κατέσφαξεν.