Ezechiel
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
διὰ τοῦτο τάδε λέγει Κύριος Ἀνθʼ ὧν ἡ ἀφορμὴ ὑμῶν ἐκ τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν, καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθητε, καὶ τὰ δικαιώματά μου οὐκ ἐποιἡσατε, ἀλλ᾿ οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν οὐ πεποιήκατε,
διὰ τοῦτο τάδε λέγει Κύρος Ἰδοὺ ἐγὼ ἐπὶ σέ, καὶ ποιήσω ἐν μέσῳ σου κρίμα ἐνώπιον τῶν ἐθνῶν,
καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα καὶ ἃ οὐ ποιήσω ὅμοια αὐτοῖς ἔτι κατὰ πάντα τὰ βδελύγματά σου.
διὰ τοῦτο πατέρες φάγονται τέκνα ἐν μέσῳ σου, καὶ τέκνα φάγονται πατέρας· καὶ ποιήσω ἐν σοὶ κρίματα, καὶ διασκορπιῶ πάντας τοὺς καταλοίπους σου εἰς πάντα ἄνεμον.
διὰ τοῦτο Ζῶ ἐγὼ, λέγει Κύριος, εἰ μὴν ἀνθʼ ὧν τὰ ἅγιά μου ἐμίανας ἐν πᾶσιν τοῖς βδελύγμασίν σου, κἀγὼ ἀπώσομαί σε, οὐ φείσεταί μου ὁ ὀφθαλμός, κἀγὼ οὐκ ἐλεήσω.
τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλωθήσεται, καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθήσεται ἐν μέσῳ σου, καὶ τὸ [*](AQ)[*](1 λημψη (ληψ. Qᵃ: item 2, 3, 4)] + α΄θ΄ ?? σεαυτῷ Qᵐᵍ 2 εν πυρι] pr το A* (improb Aᵃ?) διασκορπιεις AQ | εκκενωσω] σ΄ γυμνωσω Qᵐᵍ 3 συνπεριλημψη A συμπεριλημψη Q* (-ληφη Qᵃ) | τη αναβολη σου] σ΄ εν ακρω του ιματιου σου Qmg 5 Κυριος] pr αδωναι AQ | αυτη η] τη BᵃᵇA om η Q 6 των χωρων] pr εκ A 7 Κυριος] pr αδωναι A) ου πεποιηκατε] ουκ εποιησατε A (sed επ. improb vid A?ᵐᵍ) 8 Κυριος] pr αδωναι AQ | μεσου Β* (μεσω σου Bᵃᵇ) | κριμα] κριματα Q 9 ου πεποιηκα] ουκ εποιησα A | om α 2⁰ AQ | ου 2⁰] + μη A 10 πατερας] πρες A 11 Κυριος] pr αδωναι AQ | μην] μη AQ | εμιανας] +εν πασι (σιν Q*) τοις προσοχθισμασιν (-σι Qᵃ) σου και A et (sub θ΄ ??) | πασι τ. βδελυγμασι Qa | καγω 1⁰] και εγω A ου] pr και A | καγω 2⁰] και εγω AQ | ελεησω] + σε A 12 σου 3⁰] +(sub α΄ ??) και το τεταρτον σου πεσουνται εν ρομφαια κυκλω σου Q)
καὶ συντελεσθήσεται ὁ θυμός μου καὶ ἡ ὀργή μου ἐπʼ αὐτούς, καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος λελάληκα ἐν ζήλῳ μου, ἐν τῷ συντελέσαι με τὴν ὀργὴν μου ἐπʼ αὐτοὺς.
καὶ θήσομαί σε εἰς ἔρημον καὶ τὰς θυγατέρας σου κύκλῳ σου ἐνώπιον παντὸς διοδεύοντος,
καὶ ἔσῃ στενακτὴ καὶ δηλαιστὴ ἐν τοῖς ἔθνεσιν τοῖς κύκλῳ σου, ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα ἐν ἐκδικήσει θυμοῦ μου· ἐγὼ Κύριος λελάληκα·
καὶ ἐν τῷ ἐξαποστεῖλαί με τὰς βολίδας μου τοῦ λιμοῦ ἐπʼ αὐτούς, καὶ ἔσονται εἰς ἔκλειψιν, καὶ συντρίψω στήριγμα ἄρτου σου.
καὶ ἐξαποστελῶ ἐπὶ σὲ λιμὸν καὶ θηρία πονηρὰ καὶ τιμαορήσομαί σε, καὶ θάνατος καὶ αἷμα διελεύσονται ἐπὶ σέ, καὶ ῥομφαίαν ἐπάξω ἐπὶ σέ κυκλόθεν· ἐγὼ Κύριος λελάληκα.
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων
Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰ ὄρη Ἰσραὴλ καὶ προφήτευσον ἐπʼ αὐτά,
καὶ §ἐρεῖς Τὰ ὄρη Ἰσραήλ, ἀκούσατε λόγον Κυρίου Τάδε [*](§Γ) λέγει Κύριος τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξιν καὶ ταῖς νάπαις Ἰδοὺ ἐπάγω ἐφʼ ὑμᾶς ῥομφαίαν, καὶ ἐξολοθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν,
καὶ συντριβήσονται τὰ θυσιαστήρια ὑμῶν καὶ τὰ τεμένη ὑμῶν, καὶ καταβαλῶ τραυματίαις ὑμῶν ἐνώπιον τῶν εἰδώλων ὑμῶν,
καὶ διασκορπιῶ τὰ ὀστᾶ ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν.
ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν αἱ πόλεις ἐξερημωθήσονται καὶ τὰ ὑψηλὰ ἀφανισθήσεται, ὅπως ἐξολεθρευθῇ τὰ θυσιαστήρια ὑμῶν [*](12 τεταρτον 3⁰] τεταρον Β* (τεταρτ. Bᵃᵇ) σκορπιω] διασπερῶ A om και AQΓ το τεταρτον σου εν ρομφ. πεσ. κυκλω σου Q 13 μου 2⁰] μοι Β* ᵛⁱᵈ om Q αυτους 1⁰] + (sub θʼ ) και παρακληθησομαι Q ζηλω] pr τω A 14 ερημον] + (sub θʼ ?? ) και εις ονειδος εν τοις εθνεσιν (-σι Qᵃ) τοις κυκλω σου Q' | ενω- πιον] pr ων A* ᵛⁱᵈ (ras A) 15 δηλαιστη] δηλαιαστη B?ᵇcᵐᵍ δηλαια A δειλαιστη Q* δειλαια Qᵃ + (sub θʼ ?? ) πεδια (παίδεια Qᵃ) και αφανισμος Q εθνεσι Qᵃ κριματα] + ἐν οργη και εν θυμω και A + (sub σʼ ?? ) εν οργη και θυμω ) om μου) λελαληκα (λελα λαληκα Β* λελαληκ. Bᵇ)] ελαλησα Q) 16 om και 1⁰ AQ λιμοy] θυμου A + (sub ?? ) τας πονηρας Q) εκλειψιν] + (sub θ' ῆ ) αποστελω αυτα (τας Qᵃ) διαφθειραι υμας και λιμον συναξω εφ υμας Q 17 λελαληκα] ελαλησα Q V 1 2 Κυριου] pr αδωναι Aᵃ)Γ Κυριος] pr αδωναι A)f ορεσιν] ras aliq in ο et post ρ B ορεσι A) ταις φαραγξιν καί ταις νάπαις] ταις ναπαις καί ταῖς φαραγξιν (ξῖ Aᵃ) A (sup ras) ) ιδου] εγω A)I (εΙγωl) εξολεθρευθησεται Aᵇ 4 συντριβήσονται τα θυσι- αστήρια ὑμῶν καί] αφανισθησεται τα θυσιαστήρια υμω| καί συντριβήσεται (sub Ἀθ’ ⁰) ) κατα ταβαλω Ι τραυματια| Γ 5 καί διασκορπιῶ] pr καί δωσω τα πτωματα τῶν υιων Ἴηι κατα προσωπον τῶν εἰδώλων οὕτων Ai et (sub θ¹ ??) Q) 6 αφανισθησονται AΟΓ εξολεθρευθη (εξολοθρ. Bᵇ) εξολεθρευθηση ) (rescr κη )) + (sub θʼ ?? ) και πλημμελησουσιν ) )
καὶ πεσοῦνται τραυματίαι ἐν μέσῳ ὑμῶν, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος.,
ἐν τῷ γενέηθαι ἐξ ὑμῶν ἀνασωζομένους ἐκ ῥομφαίας ἐν τοῖς ἔθνεσιν, καὶ ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις,
καὶ μνησθήσονταί μου οἱ ἀνασωζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ· ἀμώμοκα τῇ καρδίᾳ αὐτῶν τῇ ἐκπορνευούσῃ ἀπʼ ἐμοῦ καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς πορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν, καὶ κόψονται πρόσοπα αὐτῶν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν·