Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐν τῷ ἔτει τῷ δωδεκάτῳ ἐν δεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

Yἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ προφήτευσον ἐπʼ αὐτὸν καὶ ἐπ Ἀἴγυπτον ὅλην

καὶ εἰπόν Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ Φαραὠ, τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ) ποταμῶν αὐτοῦ, τὸν λέγοντα Ἐμοί εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα αὐτούς.

καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου, κιὶ προσκολλήσω τοὺς ἰχθῦς τοῦ ποταμοῦ σου πρὸς τὰς πτέρυγάς σου, καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου,

καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου· ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ, καὶ οὐ μὴ συναχθῇς καὶ οὐ μὴ περισταλῇς, τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα·

καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον ὅτι ἐγὼ εἰμι Κύριος, ἀνθʼ ὧν ἐγενλθης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ἰσραήλ.