Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σειδῶνα καὶ προφήτευσον ἐπʼ αὐτὴν

καὶ εἰπόν Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σειδών, καὶ ἐνδοξασθήσομαι ἐν σοί, καὶ γνώσῃ ὅτι ἐγὼ εἰμι Κύριος, ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασθήσομαι ἐν σοί

αἷμα καὶ θάνατος ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματισμένοι μα χαίροις ἐν σοὶ περικυκλῶ σου· καὶ γνώσονται διότι ἐγὼ εἰμι Κύριος.

καὶ οὐκ ἔσονται οὐκέτι ἐν τῷ οἴκῳ τοῦ Ἰσραὴλ σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνηχ ἀπὸ τῶν περικυκλῳ αὐτῶν τῶν ἀτιμασάντων αὐτούς, καὶ γνώσονται ὅτι ἐγὼ εἰμι Κύριος.

τάδε λέγει κύριος Κύριος Καὶ συνάξω τὸν Ἰσραὴλ ἐκ τῶν ἐθνῶν οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς καὶ ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν.

καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς [*](15 αδικηματα] + σου A 16 εμποριας ( ρειας Qᵃ)] περιδρομης Qmg επλη- AQ σας (εμπλ. Q* επλ. Qa] επληθυνας A ταμια Q* (-μιεια Qᵃ) και ηγαγεν σε το χερουβ] + (sub θʼ ?? ) το συσκιαζο Q κατηγαγεν σε κερουβ Qmg εκ μεσου] εν μεσω A (εμμ.) Qᵃ 17 του καλλους σου] το καλλος σ. Β* (καλλους σ. Bᵇ⁽ᵛⁱᵈ ) καλλουσου A δια πληθος...σου sub τ ) πληθος] pr το A | αμαρ- τιων] pr των AQ εριψα A 18 το bis scr Β* : 2⁰ non inst Bᵇ των αδικιων] om των A εμπορειας AQᵃ εβεβηλωσας AQa τα ιερα] τον αγιασμο) Qmg εκ μεσου] εκ μεσω Β* εκ μεσου Bᵃᵇ) AQ* εν μεσω Qᵃ σποδον] pr εις AQ 19 εθνεσι Bᵇ στεναξουσιν] στυγνασουσιν AQ απωλεια BᵃᵇAQ 20 pr tit επι Σιδωνα A*Oᵐᵍ sup 21 Σιδωα BᵇA 22 Κυριος 1⁰) ras A? pr αδωναι Q Σιδων BᵇAQ adnot θηρευουσα Qᵐᵍ 23 αιμα (αμα Β* αιμ. Baᵇ)] pr και εξαποστελω επι σεαυτην θανατο και AQ om και θανατος Q πλατιαις A σου 1⁰] + εσται AQmg τετραυματισμενοι] + (sub α θ'σ' ?? ) εν μεσω αυτης Q μα χαιροις] pr εν AQ γνωσονται] γνωση A διοτι] οτι AQ 24 ουκ εσονται ουκετι] ουκετι εσονται A om εν A του Ισραηλ] om του AQ των περικυκλω] των κυκλω A παντων τ. περικ. Q Κυριος] + ο θς ουτων A pr αδωαι Q 25 κυριος Κυριος] + ο θς A αδωναι κς Q Ισραηλ] pr (sub οι γ ?? ) οικον Q εθνων 1⁰] χωρων A om και 3⁰ AQ | των λ. και sub ?? Q? om και 4⁰ AQ? )

446
[*](B) αὐτῶν, ἣν δέδωκα τῷ δούλῳ μου Ἰακώβ,(26)καὶ κατοικήσουσιν ἐπʼ αὐτῆς ἐν ἐλπίδι, καὶ οἰκοδομήσουσιν οἰκίας καὶ φυτεύσουσιν μπελῶνας, καὶ κατοικήσουσιν ἐν ἐλπίδι, ὅταν ποιήσω κρίμα ἐν πᾶσιν τοῖς ἀτιμάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν· καὶ γνώσονται ὅτι ἐγὼ είμι Κύριος ὁ θεὸς αὐτῶν καὶ ὁ θεὸς τῶν πατέρων αὐτῶν.