Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ἐν νόμῳ παραδοθήσονται, ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν, ἐκεῖ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν κύριον· οὗτοί εἰσιν θησαυροὶ δικαιοσύνης.

Ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται· οὓς ἐφοβεῖσθε, φοβηθήσονται ἀφ’ ὑμῶν· ἄγγελοι γὰρ ἀποσταλήσονται ἀξιοῦντες εἰρήνην, πικρῶς κλαίοντες, παρακαλοῦντες εἰρήνην.

ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί· πέπαυται γὰρ ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὗ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους.

ἐπένθησεν ἡ γῆ, ᾐσχύνθη ὃ Λίβανος, ἕλη ἐγένετο ὃ Σαρών· φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὃ Κάρμηλος.

νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι.

νυν ὄψεσθε, νῦν αἰσχυνθήσεσθε· ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος [*](18 και οικησει B 22 al. 19 om ως ℵ om οι ° ℵB 109 ως οι ενοικουντες Q) XXXIII 1 υμιν] υμας ℵBQ pl. ηττησονται Β. 3 om σου 1 4 om απο ℵBQ al απο μικρ. εως μεγ. 36 al). ακριδα Β. εμπαιξουσιν MSS exc ἔξω) Α 106. 5 υψηλω Β. δικαιοσυνη Β. 6 εκει] ηκει BV 109. 7 αυτοι] ουτοι BQ. φοβηθησονται °] βοησονται ℵ*BQ mg. om γαρ BQ pl. om αξιουντες ειρηνην ℵ*Β. 8 om γαρ ° MSS exc A 106. λογισθησεσθε ΒQ* 41. 9 Καρμηλος] Χερμελ και Χερμελ Q. II αισχυνθη σεσθε] αισθηθησεσθε ℵΒQ*vid al αισθησεσθε Qa 24 al nunc videbitis nunc intelligetis nunc confundemini Cyp (Test ii 26). 42)

52
ὑμῶν, πῦρ ὑμᾶς κατέδεται,

καὶ ἔσονται ἔθνη κατακεκαυμένα ὡς ἄκανθα ἐν ἀγρῷ ἐρριμμένη καὶ κατακεκαυμένη.

Ἀκούσονται οἱ πόρρωθεν ἃ ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου.

ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι, λήμψεται τρόμος τοὺς ἀσεβεῖς· τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον ,