Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ ἔσται τὰ. ἔργα τῆς δικαιοσύνης εἰρήνη, καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν, καὶ πεποιθότες ἔσονται ἕως τοῦ [*](3 ακουειν δωσουσιν B. 4 ασθενουντων MSS exc A. προσεξει] προσηξει Β προσαξει 109. του ακουειν] του νοειν 22 al. 6 αυτων] αυτου MSS exc A 106. διαφθειραι] διασπειραι MSS exc A 24 106. ποιησαι] ποιησει Β 93. 7 βουλευσεται ℵc.a BQ pl. λογισμους] λογους MSS exc Α. ταπεινω] πενητων 22 al. 9 εισακουσατε ℵd.aB al. om τους ℵ*B μου τους 22 al. 10 om o σπορος και Β al. 11 πεποιθυιαι]+επι πλουτω 22 al. om σακκους BQ (txt ℵΑ 26 al). 12 περι] απο ℵ*ΒQ. 14 πολεως αφησ. οικ επιθυυηματος ℵ*Β (αφησ. οικ. επιθυμητους. 36 al οικ. επιθυμηματος αφησ. 198 306). 15 εως αν ελθη Β al. 17 om εσονται ℵ*B 22 al.)

51
αἰῶνος·

καὶ κατοικήσει ὁ λαὸς αὑτοῦ ἐν πόλει εἰρήνης, καὶ ἐνοικήαἰῶνος· σει πεποιθώς, καὶ ἀναπαύσονται μετὰ πλούτου.

ἡ δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐφ’ ὑμᾶς ἥξει. καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποιθότες ὡς οἱ ἐν τῇ πεδινῇ.

μακράριοι οἶ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ.

Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς, δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ὃ ἀθετῶν ὑμῖν οὐκ ἀθετεῖ· ἁλώσονται οἶ ἀθετοῦντες καὶ παραδοθήσονται, καὶ ὡς σὴς ἐπὶ ἱματίου οὕτως ἡττηθήσονται.

Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν· ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἷς ἀπώλειαν, ἡ δὲ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως.

διὰ φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ φόβου σου καὶ διεσπάρησαν τὰ ἔθνη.

νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν ἀπὸ μικροῦ καὶ μεγάλου· ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδας, οὕτως ἐμπαίξονται ὑμῖν.

ἅγιος ὃ θεὸς ὃ κατοικῶν ἐν ὑψηλοῖς, ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης.