Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδόν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα ἴνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδῃ ἀδικίαν,

οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ὀχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὑτοῦ πιστόν.

βασιλέα μετὰ δόξης ὄψεσθε, καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν πόρρωθεν·

ἡ ὑμῶν μελετήσει φόβον Κυρίου. ποῦ εἰσιν οἱ γραμματικοί; ποῦ εἰσιν οἱ συμβουλεύοντες; ποῦ ἐστιν ὃ ἀριθμῶν τοὺς συστρεφομένους;

μικρὸν καὶ μέγαν λαόν, ᾦ οὐ συνεβούλευσαν, οὐδὲ ᾔδει· βαθύφωνον, ὥστε μὴ ἀκοῦσαι· λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστιν τῷ ἀκούοντι σύνεσις.

ἰδοὺ Σιὼν ἡ πόλις, τὸ σωτήριον ἡμῶν, οἱ ὀφθαλμοί σου ὄψονται Ἰερουσαλήμ, πόλις πλουσία, σκηναὶ αἲ οὗ μὴ σεισθῶσιν, οὐδ’ οὐ μὴ κινηθῶσιν οἶ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἷς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὗ μὴ διαρραγῶσιν·

ὅτι τὸ ὄνομα Κυρίου μέγα ἐστίν. τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι· οὐ πορεύσῃ ταύτην τὴν ὁδόν, οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον.

ὁ γὰρ θεός μου μέγας ἐστίν· οὗ παρελεύσεταί με, Κύριος πατήρ, Κύριος κριτὴς ἡμῶν, Κύριος ἅρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος οὗτος ἡμᾶς σώσει.

ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσεν· ὃ ἱστός σου· ἔκλινεν, οὐ χαλάσει τὸ. ἱστία, οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοθῇ εἷς προνομήν· τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν.