Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ ἔσται αὐτῷ κυκλόθεν, ὅθεν ἦν αὐτῷ ἡ ἐλπὶς τῆς βοηθείας, ἐφ᾿ ᾗ αὐτὸς ἐπεποίθει· αὐτοὶ μετὰ αὐλῶν καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς.

οὐ γὰρ σὺ πρὸ ἡμερῶν ἀπατηθήσῃ· μὴ καὶ <σοὶ> ἡτοιμάσθη βασιλεύειν, φάραγγα βαθεῖαν, ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλά, ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη.

[*](24 λελικμημενη Β pl. 25 om και 3° B. 27 ερχ. δια χρονου Β pl. om πολλου Β. om o B. θυμος]+αυτου 22 al. 28 ταραξαι εθνη Β pl. om ματαια 2° ℵ*BQ pl. 29 δει] δι ℵ*Β. τον οικον] το ορος (om το ℵ* MSS exc A 106. του Κυριου] om του B* pl του θεου ΟQ*Γ al. 30 o θεος] Κυριος B al. δειξαι] δειξει V 36 al ostendet Hieron. βιαιω Β 62 93 147 βιαια 51 144 308. 31 την φωνην Α 86 306] της φωνης BQ mg al φωνης ℵΟΓ 41 al om την Q* 26 49 106 198. om οι ℵBQ al. παταξει ΑΓ 109. 32 αυτω 2°] αυτων Β 26. αυλων] τυμπανων B. al. 33 ου γαρ συ] ου γαρ (om συ) ℵOQ* pl. συ γαρ Β* σοι γαρ B ab. απαιτηθηση ℵΑΒQ pl απατηθ. 48 308 decipieris Hieron. σοι] συ ℵAB* 109 306 (σοι B ab Q*). Βασιλευειν ητοιμασθη Β. φαραγγος βαθειας 22 al. κειμενα] καιομενα OV.)
49

Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἶ ἐφ’ ἵπποις πεποιθότες καὶ ἐφ’ ἅρμασιν· ἔστιν γὰρ πολλά, καὶ ἐφ’ ἵπποις, πλῆθος σφόδρα· καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τᾶν ἅγιον τοῦ Ἰσραήλ, καὶ τὸν θεὸν οὐκ ἐξεζήτησαν.

καὶ αὐτὸς σοφὸς ἐπ’ αὐτοὺς κακά, καὶ ὃ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ, καὶ ἐπαναστή- σεται ἐπ’ οἴκους ἀνθρώπων πονηρῶν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τήν ματαίαν,

Αἰγύπιον ἄνθρωπον, καὶ οὐ θεόν, ἵππων σάρκας, καὶ ἔστιν βοήθεια· ὁ δὲ κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτούς, καὶ κοπιάσουσιν οἱ βοηθοῦντες, καὶ ἅμα πάντες ἀπολοῦνται.

ὅτι οὕτως εἶπέν μοι Κύριος Ὃν τρόπον ἐὰν λέων ἦ ὃ σκύμνος ἐπὶ τῇ θήρᾳ ᾗ ἔλαβεν, καὶ κεκράξῃ ἐπ’ αὐτῇ ἕως ἂν ἐμπλησθῇ τὰ. ὄρη τῆς φωνῆς αὐτοῦ, καὶ ἡττήθησαν καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν, οὕτως καταβήσεται Κύριος σαβαὼθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὅρος τὸ Σιών, καὶ ἐπὶ τὰ ὄρη αὐτῆς.

ὡς ὄρνεα πετόμενα, οὕτως Κύριος ὑπὲρ Ἰερουσαλὴμ καὶ ἐξελεῖται καὶ περιποιήσεται καὶ σώσει.

ἐπιστράφητε, οἶ τὴν βαθεῖαν βουλὴν βουλευσάμενοι καὶ ἄνομον.

ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀπαρνηθήσονται οἶ ἅνθρωποι τὰ χειροποίητα αὐτῶν τὸ, ἀργυρᾶ καὶ τὰ χρυσᾶ ἅ ἐποίησαν αἱ χεῖρες αὐτῶν.