Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ πεσεῖται Ἀσσούρ· οὗ μάχαιρα ἀνδρὸς οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτόν, καὶ φεύξεται οὐκ ἀπὸ προσώπου διώκοντος· οἱ δὲ νεανίσκοι ἔσονται εἷς ἥττημα,

πέτρᾳ γὰρ περιλημφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται, ὃ δὲ φεύγων ἁλώσεται. Τάδε λέγει Κύριος Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ.

Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν.

καὶ ἔσται ὃ ἅνθρωπος κρύπτων τοὺς λόγους τούτους, καὶ κρυβήσεται ὡς ἀφ’ ὕδατος φερομένου· καὶ

[*](1 ΧΧΧΙ I θεον] Κυριον Β 22 al. εζητησαν Β. 4 ear] οταν ΟQ1 αν Q*) a] om ’B al. ο λεων MSS exc A 106. κραξη 22 41 al. εως εμπλησθη Β 109. om και 4° ℵBQ al. 5 Κυριος]+σαβαωθ ℵΒ Ιερουσαλημ]+υπερασπιει ℵ*Β al. εξελειται] εξιλασεται (22) 36 al. 6 βου· λευομενοι ℵΒQ pl txt A 106. ανομον]+υιος Ισραηλ Β pl. 7 απαρνησονται ℵΒ αρνησονται Q*. τα χρυσα] pr τα χειροποιητα Β al. 8 διωκοντος] μαχαιρας MSS exc A. XXXII 2 τουτους] αυτου MSS exc Α.)
50

φανήσεται ἐν Σιὼν ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ.

καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ᾿ ἀνθρώποις, ἀλλὰ. τὰ. ὦτα δώσουσιν ἀκούειν·

καὶ ἡ καρδία τῶν ἀσθενῶν προσέξει τοῦ ἀκούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην·

καὶ οὐκέτι οὐ μὴ εἴπωσιν τῷ μωρῷ ἄρχειν, καὶ οὐκέτι οὐ μὴ εἴπωσιν οἱ ὑπηρέται σου Σίγα.

ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτῶν μάταια νοήσει, τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν, τοῦ διαφθεῖραι ψυχὰς πεινώσας, καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι.

ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύεται, καταφθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις καὶ διασκεδάσαι λογισμοὺς ταπεινῶν ἐν κρίσει.