Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

τότε ἔσται ὃ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γενήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός· καὶ βοσκηθήσεταί σου τὸ. κτήνη Τῆ ἡμέρᾳ. ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον,

οἱ ταῦροι ὑμῶν καὶ οἶ βόες οἶ ἐργαζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα [*](14 λεττα MSS exc AO (λεπτου 228). αρεις]+απο καυστρας (22) 36 al αποσυριεις ℵABQ pl (- συρεις 104 106 109 144 198 308 309). 15 Κυριος Κυριος BQ al. του Ισραηλ MSS exc ΑΟ. στεναξη Α ξεις 106). 16 εφ ιππων MSS exc A. om ειπατε 2° BQ al. αναβαταις MSS exc ℵ* ΑΟ 198. 17 0111 και 10 ℵBQ al (hab A (22) al). χιλιοι δ. φων. ενος φευξονται Β al (om και 1° ℵOQ 26). 18 ημων] υμων ℵ*B* om κ. που...υμων Β al (cf x 4). 0111 παντες ℵBQ al. εμμ. εν αυτω] εμμ. επ αυτω Β υπομενοντες αυτον 22 al. 19 0111 και ° MSS exc ΑΟ 49 106 198 306. ελεησει]+σε MSS exc ℵΑ 106 306. 22 εξαρεις] μιανεις ℵ*Β al. om τα ° B al. 23 εις πλησμονην ‘ 62 233 al εν πλησμονη 93. 24 αχυρα αναπεπ. φαγονται Β.)

48
ἐν κριθῇ λελικμημένα.

καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ. ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοί, καὶ ὅταν πέσωσιν πύργοι.

καί ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον, ἐν τῇ ἡμέρᾳ ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται.

Ἰδοὺ τὸ ὄνομα Κυρίου διὰ, χρόνου ἔρχεται πολλοῦ, καιόμενος ὁ θυμός· μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, τὸ λόγιον ὀργῆς πλῆρες, καὶ ἡ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται.

καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σῦρον ἥξει ἕως τοῦ τραχήλου, καὶ διαιρεθήσεται τοῦ ἔθνη ταράξαι ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις ματαία, καὶ λήμψεται αὐτοὺς κατὰ, πρόσωπον αὐτῶν.

μὴ διὰ. παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι, καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διὰ, παντὸς ὡσεὶ ἑορτάζοντας, καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἷς τὸν οἶκον τοῦ Κυρίου πρὸς τόν θεὸν τοῦ Ἰσραήλ;

καὶ ἀκουστὴν ποιήσει ὁ θεὸς τὴν δόξαν τῆς φωνῆς αὐτοῦ καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ δεῖξαι μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς κατεσθιούσης, κεραυνώσει βιαίως, καὶ ὡς ὕδωρ καὶ χάλαζα συνκαταφερομένη βία.

διὰ γὰρ τὴν φωνὴν Κυρίου ἡττηθήσονται οἱ Ἀσσύριοι τῇ πληγῇ, ᾗ ἄν πατάξῃ αὐτούς.